§475ἤδη τὰ σώματα φθείρεται, χρημάτων δʼ, ἅ ποτʼ εἰς τὴν ἀκρόπολιν συνηγάγομεν, τοσοῦτος ὄγκος ἐξερρύηκε, δεῖται δὲ ἡλικίας ἡ πόλις, ἣν ἀνερχομένην ἄρτι μὴ λυμηνώμεθα, ἀλλʼ ἐν ὅσῳ μισοῦσιν οὗτοι, χαλεπαίνουσιν, ἀλλήλοις ἐπίασιν, ἀπειλοῦσιν, ἡμεῖς ἀθλοθέται καθώμεθα τοῦ πολέμου, τὴν πόλιν περιέποντες, συλλέγοντες αὐτῇ χρήματα, ἵππους, τριήρεις, κατασκευάζοντες ὅλως τὰ πράγματα, ὥσπερ οἱ τὰς πεπονηκυίας οἰκίας ἀναλαμβάνοντες.
すでに肉体は衰え、かつて私たちがアクロポリスに蓄えたあれほどの莫大な富は流れ去ってしまった。 そして都市は、ようやく成長しつつある若い世代を必要としており、それを台無しにしないようにしよう。 むしろ、彼らが憎み合い、憤り、互いに攻め寄せ、脅し合っている間に、私たちは戦争の審判官として座し、都市をケアし、そこに資金や馬や三段櫂船を集め、傷んだ家を修復する人々のように、全体として物事を立て直そう。
κἂν ἐμοὶ πεισθῆτε καὶ κατάσχητε ὑμᾶς αὐτοὺς, ἥξουσι καὶ δεύτερον πρεσβεῖαι καὶ παρὰ τούτων καὶ παρʼ ἐκείνων, ἥξουσιν, εὖ ἴστε, ὅταν οὕτω πάνθʼ ὑμῖν συντεταγμένα καὶ καθεστηκότα φαίνηται·
もし私に従ってあなたがたが自制するなら、彼らの側からも、あちらの側からも再び使節がやってくるだろう。 物事がそのように整えられ落ち着いているのが見えるときには、確実にやってくる。 そう私は確信している。
οἶμαι δʼ οὐ τούτους μόνους, ἀλλὰ καὶ πολλοὺς ἄλλους σὺν θεοῖς εἰπεῖν πρεσβεύσεσθαι, τῆς ἡμετέρας φιλίας ἐπιθυμοῦντας, ἐὰν ὑπομείνητε καὶ τῇ τούτων φιλονεικίᾳ πρὸς τὴν τῆς ἡγεμονίας κατασκευὴν ἐθελήσητε ἀποχρήσασθαι.
そして、あなたがたが耐え忍び、彼らの対立を覇権の体制構築のために利用したいと望むなら、彼らだけでなく、他の多くの人々も、神々の助けを得て、私たちの友情を求めて使節を送ってくるだろうと思う。
οὐ γὰρ ἐκεῖνό γέ τίς φησι δεδιέναι, μὴ συστῶσιν ἀμφότεροι καὶ ἀφέντες ἀλλήλους ἐφʼ ἡμᾶς τράπωνται, οὐχ ὡς εὐμενῶς ἡμῖν ἢ τούτων ἢ ʼκείνων ἐχόντων λέγω, ἀλλʼ ἐπειδήπερ οὐκ ἔνεστι λόγος τῷ πράγματι.
なぜなら、両者が結託して、互いへの攻撃をやめて私たちの方に向かってくるのではないかと恐れている、と誰かが言うことはないからだ。 彼らのいずれかが私たちに好意を持っているから言うのではなく、その計画に理屈が通らないからである。
ἀντὶ τοῦ γὰρ νὴ Δία συστήσονται;
いったい何の理由で彼らは結託するというのか。
ὅτι νὴ Δίʼ οὐ συνεπεστρατεύσαμεν οὐδετέροις;
私たちがどちらの側にも一緒に従軍しなかったからという理由でか。
οὐκοῦν ὅσῳπερ ἂν μᾶλλον ὀργίζωνται, τοσούτῳ μᾶλλον ἀμήχανόν ἐστιν αὐτοῖς συστῆναι.
それなら、彼らが怒れば怒るほど、彼らが結託することはますます不可能になる。
ὅταν γὰρ ἑκάτεροι τῷ μὴ διʼ ὑμῶν δεδυνῆσθαι κακῶς ποιῆσαι τοὺς ἐναντίους ἀγανακτῶσιν, πῶς αὐτούς γε ἀφήσουσιν;
なぜなら、双方が、あなたがたを通じて敵に打撃を与えることができなかったことに憤慨しているとき、どうして彼ら自身が攻撃をやめるだろうか。
ἢ πῶς μετʼ ἀλλήλων ἔσονται, ὅταν ἑκάτεροι τοῖς ἑτέροις συνειδῶσιν ὀργιζομένοις, ἐπειδήπερ οὐκ ἔσχον ὑμᾶς συμμάχους ἐπʼ αὐτούς;
あるいは、互いに相手が、あなたがたを自分たちの味方として得られなかったことに怒っていると知っているのに、どうして協力し合えるだろうか。
χωρὶς δὲ τούτων οὐδʼ ἐν τούτῳ σχολῆς εἶεν ἂν νῦν, ἀλλὰ Θηβαῖοι μὲν ἔγκεινται, νομίζοντες ἕτοιμον εἶναι σφίσι Λακεδαιμονίους ἀνελεῖν, καὶ οὐδʼ ἂν ἐπὶ τῇ βασιλέως ἀρχῇ τούτων τῶν ἔργων πρὸς οἷς εἰσι νῦν ἀποσταῖεν·
これらとは別に、彼らは今そのような暇もないだろう。 テーバイ人は、ラケダイモン人を滅ぼす準備が整っていると考えて攻め立てており、現在取り組んでいるこれらの事績から、たとえペルシア王の支配権を与えられても身を引くことはないだろう。
Λακεδαιμόνιοι δʼ ἥδιστʼ ἂν τεθναῖεν ἅπαντες, εἰ λήψονται δίκην παρὰ Θηβαίων·
一方、ラケダイモン人は、テーバイ人から復讐を遂げられるなら、全員喜んで死ぬだろう。
οὕτω διʼ ὀργῆς αὐτοὺς ἔχουσι.
それほどまでに彼らに対して怒りを抱いている。
καὶ θαῦμά γʼ οὐδὲν παρʼ ἀξίαν δοκοῦντας ἡττᾶσθαι §476χαλεπῶς ὑπὸ τῆς αἰσχύνης διακεῖσθαι.
過分にも敗北したと思っている彼らが、恥辱のせいでひどい状態にあるのも不思議ではない。
ὡς δʼ εἰπεῖν κεφάλαιον, τὸ πρὸς αὐτοὺς μῖσος αὐτῶν καὶ ὁ παροξυσμὸς ἐπεσκότησε τῇ πρὸς τὴν πόλιν δυσμενείᾳ, καὶ ὥσπερ νέφους ὑπελθόντος οὐδὲν τῶν πρὸς ἡμᾶς καθορῶσιν.
要するに、彼らの互いに対する憎しみと激昂が、私たちの都市に対する敵意を覆い隠してしまい、あたかも雲が立ち込めたかのように、私たちに対するいかなることも彼らには見えなくなっているのだ。
ἀλλʼ εἰ νῦν φοβούμεθα αὐτοὺς ἂν μὴ ἀδικῶμεν, πῶς οὐ πολὺ μᾶλλον φοβησόμεθα εἰκότως μὴ τοῖς ἑτέροις προσθεμένων ἡμῶν ἅτεροι κρατήσωσι;
しかし、もし私たちが、今彼らに不義理をしなければ彼らを恐れるというなら、私たちが一方に加担した結果、もう一方が勝利した場合に、私たちが当然のことながらもっと恐れることになるのではないか。
νῦν μὲν γὰρ οὐδὲν δέος ἐκ τῶν περιγενομένων, ἐάν τι νεωτερίζωσι.
なぜなら、今なら生き残った者たちが何か新しい不穏な動きを企てたとしても、何の恐れもないからだ。
κεκομμένοι γὰρ καὶ τεταλαιπωρηκότες τάχα δὴ τὴν Καδμείαν νίκην νενικηκότες αἰσθήσονται, πρὸς ἡμᾶς ἀκεραίους καὶ καθαροὺς ἐὰν ἀγωνίζωνται.
なぜなら、彼らは疲弊し、困窮しており、もし無傷で消耗していない私たちと戦うことになれば、自分たちが手にしたのがカドメイアの勝利であったとすぐに悟るだろうから。
εἰ δὲ τοῖς ἑτέροις προσθείμεθα, τοῦτο μὲν, ἂν κρατῆσαι συμβῇ τῶν πραγμάτων, καὶ τῶν κακῶν οὐκ ἔλαττον εἶναι δεῖ μετεσχηκότας, ὥστε ἐὰν ὕστερον ἀγνωμονῶσιν, ἐξ ἴσου γιγνόμεθα αὐτοῖς, τοῦτο δὲ, ἂν κλίνῃ τὰ πράγματα, δῆλός ἐσθʼ ὁ κίνδυνος.
しかし、もし私たちが一方に加担すれば、第一に、仮に勝利を収めることに成功したとしても、災厄を同じように分かち合わねばならず、したがって彼らが後に不実な態度をとった場合、私たちは彼らと同等の立場に立たされることになる。 第二に、形勢が傾いた場合、危険は明白である。
νῦν μὲν οὖν οἱ νικήσαντες αὐτῶν ἡμῖν νικῶσιν, ἐκείνως δὲ διʼ ἡμῶν, ἂν οὕτως τύχῃ, κρατήσουσιν οἱ ἕτεροι.
それゆえ今や、彼らのうちの勝者は私たちのために勝っているのであり、あのようになれば、万一、一方が私たちの手によって勝利を収めることになるのだ。
εἶτʼ οὐδʼ ἄλλως ὅμοια τοῖς τούτων τὰ ἡμέτερα.
さらに、他の点でも私たちの状況は彼らのものとは似ていない。
Λακεδαιμόνιοι γὰρ ἐσχατιὰν Πελοποννήσου κατοικοῦντες ἐν σκέπῃ πολλῇ τοῦ πολέμου καὶ τῶν πραγμάτων εἰσί·
ラケダイモン人はペロポネソスの辺境に住んでおり、戦争や事態から大きく守られた安全な場所にいる。
Θηβαῖοί τε ὑπὲρ Κιθαιρῶνα ἀπελήλανται·
テーバイ人はキタイロン山の彼方に退けられている。
ἡ δὲ ἡμετέρα πόλις ἐν πόρῳ τοῦ πολέμου καὶ οὐδεμία οὐδετέροις ἐπὶ τοὺς ἑτέρους ἔξοδος ἔσται, πρὶν εἰς τὴν ἡμετέραν ἐμβαλεῖν, ταύτην δὴ τὴν πρόχειρον αὖ φθείρεσθαι.
しかし、私たちの都市は戦争の通り道に位置しており、どちらの側も他方へ進軍するにあたって、私たちの領土に侵入する前に進むことはできない。 その結果、手近にあるこの領土が再び荒廃することになる。
ὅλως δὲ οὐχ ὁρῶ περὶ ὅτου πολεμήσομεν, εἰ μήτε τούτοις μήτε ἐκείνοις ὑπομενοῦμεν περὶ ἀναιρέσεως, ἢ καθεδούμεθα ἐν μεταιχμίῳ φειδόμενοι τῶν ἀντιπάλων, ἐξὸν ὅλως φεύγειν τὸ δοκεῖν ἢ τούτους ἢ ʼκείνους κακοῦν, μηδὲν πρὸς ὀργὴν ἀποφηναμένους τοῖς πρέσβεσιν, ἀλλʼ οὑτωσὶ πράως καὶ μετρίως ἀμφοτέροις εἶναι, καὶ εἰ μὲν ἐπʼ ἄλλους ἐκάλουν, ὑπακοῦσαι ῥᾳδίως ἂν, ἐπʼ ἀλλήλους δὲ καλούντων οὐκ ἐθέλειν παρεῖναι, οὐ τὸ εὖ ποιῆσαι τοὺς ἑτέρους φεύγοντες, ἀλλὰ τὸ ὁποτέρους κακῶς.
全体として、もし私たちがどちらの側とも彼らの滅亡をかけた戦いに耐えるのでなければ、あるいは敵対者たちを容赦して中間にただ座しているのでなければ、何のために戦うのか、私にはまったく理解できない。 本来なら、どちらの側をも害するように見えることを完全に避けることができるのだ。 使節たちに対して怒りを表明するのではなく、このように両者に対して穏やかに、控えめに対応し、もし彼らが他の者たちに対する同盟を求めたなら快く応じるが、互いに対する同盟を求めた場合には参戦を望まないと伝えることで、一方に恩恵を与えるのを避けるのではなく、どちらをも害するのを避けるのである。
ταῦτα δὲ κἀμοὶ φαίνεται εὔλογα εἶναι πανταχῆ σκοποῦντι.
これらのことは、私が全般的に考えるに、理にかなっているように思われる。
φοβοῦμαι δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ βελτίους ἦτε τὰ τῶν ἄλλων ἐπανορθοῦν ἢ τὰ ὑμέτερʼ αὐτῶν εὖ τίθεσθαι.
しかし、アテナイの諸君、私は、あなたがたが他人の状況を正すことには長けていても、自分自身の状況を適切に整えることには劣っているのではないかと恐れている。