← アイリオス・アリステイデス

レウクトラ演説 5

§475-476

アテナイ国内の再建と静観による覇権獲得の道

テーバイとスパルタの戦争に介入せず中立を保ち、国内の再建と軍備充実に専念すべきだと説く。両者が消耗し合えば、アテナイの主導権を望む国々が集まり、最終的に安全と繁栄がもたらされると主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§475

ἤδη τὰ σώματα φθείρεται, χρημάτων δʼ, ἅ ποτʼ εἰς τὴν ἀκρόπολιν συνηγάγομεν, τοσοῦτος ὄγκος ἐξερρύηκε, δεῖται δὲ ἡλικίας ἡ πόλις, ἣν ἀνερχομένην ἄρτι μὴ λυμηνώμεθα,1 ἀλλʼ ἐν ὅσῳ μισοῦσιν οὗτοι, χαλεπαίνουσιν, ἀλλήλοις ἐπίασιν, ἀπειλοῦσιν, ἡμεῖς ἀθλοθέται καθώμεθα τοῦ πολέμου, τὴν πόλιν περιέποντες, συλλέγοντες αὐτῇ χρήματα, ἵππους, τριήρεις, κατασκευάζοντες ὅλως τὰ πράγματα, ὥσπερ οἱ τὰς πεπονηκυίας οἰκίας ἀναλαμβάνοντες. κἂν ἐμοὶ πεισθῆτε καὶ κατάσχητε ὑμᾶς αὐτοὺς, ἥξουσι καὶ δεύτερον πρεσβεῖαι καὶ παρὰ τούτων καὶ παρʼ ἐκείνων, ἥξουσιν, εὖ ἴστε, ὅταν οὕτω πάνθʼ ὑμῖν συντεταγμένα καὶ καθεστηκότα φαίνηται· οἶμαι δʼ οὐ τούτους μόνους, ἀλλὰ καὶ πολλοὺς ἄλλους σὺν θεοῖς εἰπεῖν πρεσβεύσεσθαι, τῆς ἡμετέρας φιλίας ἐπιθυμοῦντας, ἐὰν ὑπομείνητε καὶ τῇ τούτων φιλονεικίᾳ πρὸς τὴν τῆς ἡγεμονίας κατασκευὴν ἐθελήσητε ἀποχρήσασθαι. οὐ γὰρ ἐκεῖνό γέ τίς φησι δεδιέναι, μὴ συστῶσιν ἀμφότεροι καὶ ἀφέντες ἀλλήλους ἐφʼ ἡμᾶς τράπωνται, οὐχ ὡς εὐμενῶς ἡμῖν ἢ τούτων ἢ ʼκείνων ἐχόντων λέγω, ἀλλʼ ἐπειδήπερ οὐκ ἔνεστι λόγος τῷ πράγματι. ἀντὶ τοῦ γὰρ νὴ Δία συστήσονται; ὅτι νὴ Δίʼ οὐ συνεπεστρατεύσαμεν οὐδετέροις; οὐκοῦν ὅσῳπερ ἂν μᾶλλον ὀργίζωνται, τοσούτῳ μᾶλλον ἀμήχανόν ἐστιν αὐτοῖς συστῆναι. ὅταν γὰρ ἑκάτεροι τῷ μὴ διʼ ὑμῶν δεδυνῆσθαι κακῶς ποιῆσαι τοὺς ἐναντίους2 ἀγανακτῶσιν, πῶς αὐτούς γε ἀφήσουσιν; ἢ πῶς μετʼ ἀλλήλων ἔσονται, ὅταν ἑκάτεροι τοῖς ἑτέροις συνειδῶσιν ὀργιζομένοις,3 ἐπειδήπερ οὐκ ἔσχον ὑμᾶς συμμάχους ἐπʼ αὐτούς; χωρὶς δὲ τούτων οὐδʼ ἐν τούτῳ σχολῆς εἶεν ἂν νῦν, ἀλλὰ Θηβαῖοι μὲν ἔγκεινται, νομίζοντες ἕτοιμον εἶναι σφίσι Λακεδαιμονίους ἀνελεῖν, καὶ οὐδʼ ἂν ἐπὶ τῇ βασιλέως ἀρχῇ τούτων τῶν ἔργων πρὸς οἷς εἰσι νῦν ἀποσταῖεν· Λακεδαιμόνιοι δʼ ἥδιστʼ ἂν τεθναῖεν ἅπαντες, εἰ λήψονται δίκην παρὰ Θηβαίων· οὕτω διʼ ὀργῆς αὐτοὺς ἔχουσι. καὶ θαῦμά γʼ οὐδὲν παρʼ ἀξίαν δοκοῦντας ἡττᾶσθαι χαλεπῶς ὑπὸ τῆς αἰσχύνης διακεῖσθαι. ὡς δʼ εἰπεῖν κεφάλαιον,4 τὸ πρὸς αὐτοὺς μῖσος αὐτῶν καὶ ὁ παροξυσμὸς ἐπεσκότησε τῇ πρὸς τὴν πόλιν δυσμενείᾳ, καὶ ὥσπερ νέφους ὑπελθόντος οὐδὲν τῶν πρὸς ἡμᾶς καθορῶσιν. ἀλλʼ εἰ νῦν φοβούμεθα αὐτοὺς ἂν μὴ ἀδικῶμεν, πῶς οὐ πολὺ μᾶλλον φοβησόμεθα εἰκότως μὴ τοῖς ἑτέροις προσθεμένων ἡμῶν ἅτεροι κρατήσωσι; νῦν μὲν γὰρ οὐδὲν δέος ἐκ τῶν περιγενομένων, ἐάν τι νεωτερίζωσι. κεκομμένοι γὰρ καὶ τεταλαιπωρηκότες τάχα δὴ τὴν Καδμείαν νίκην νενικηκότες αἰσθήσονται, πρὸς ἡμᾶς ἀκεραίους καὶ καθαροὺς ἐὰν ἀγωνίζωνται. εἰ δὲ τοῖς ἑτέροις προσθείμεθα, τοῦτο μὲν, ἂν κρατῆσαι συμβῇ τῶν πραγμάτων, καὶ τῶν κακῶν οὐκ ἔλαττον εἶναι δεῖ μετεσχηκότας, ὥστε ἐὰν ὕστερον ἀγνωμονῶσιν, ἐξ ἴσου γιγνόμεθα αὐτοῖς, τοῦτο δὲ, ἂν κλίνῃ τὰ πράγματα, δῆλός ἐσθʼ ὁ κίνδυνος. νῦν μὲν οὖν οἱ νικήσαντες αὐτῶν ἡμῖν νικῶσιν, ἐκείνως δὲ διʼ ἡμῶν, ἂν οὕτως τύχῃ, κρατήσουσιν οἱ ἕτεροι. εἶτʼ οὐδʼ ἄλλως ὅμοια τοῖς τούτων τὰ ἡμέτερα. Λακεδαιμόνιοι γὰρ ἐσχατιὰν Πελοποννήσου κατοικοῦντες ἐν σκέπῃ πολλῇ τοῦ πολέμου καὶ τῶν πραγμάτων εἰσί· Θηβαῖοί τε ὑπὲρ Κιθαιρῶνα ἀπελήλανται· ἡ δὲ ἡμετέρα πόλις ἐν πόρῳ τοῦ πολέμου καὶ οὐδεμία οὐδετέροις ἐπὶ τοὺς ἑτέρους ἔξοδος ἔσται, πρὶν εἰς τὴν ἡμετέραν ἐμβαλεῖν, ταύτην δὴ τὴν πρόχειρον αὖ φθείρεσθαι. ὅλως δὲ οὐχ ὁρῶ περὶ ὅτου πολεμήσομεν, εἰ μήτε τούτοις μήτε ἐκείνοις ὑπομενοῦμεν περὶ ἀναιρέσεως, ἢ καθεδούμεθα ἐν μεταιχμίῳ φειδόμενοι τῶν ἀντιπάλων, ἐξὸν ὅλως φεύγειν τὸ δοκεῖν ἢ τούτους ἢ ʼκείνους κακοῦν, μηδὲν πρὸς ὀργὴν ἀποφηναμένους τοῖς πρέσβεσιν, ἀλλʼ οὑτωσὶ πράως καὶ μετρίως ἀμφοτέροις εἶναι, καὶ εἰ μὲν ἐπʼ ἄλλους ἐκάλουν, ὑπακοῦσαι ῥᾳδίως ἂν, ἐπʼ ἀλλήλους δὲ καλούντων οὐκ ἐθέλειν παρεῖναι, οὐ τὸ εὖ ποιῆσαι τοὺς ἑτέρους φεύγοντες, ἀλλὰ τὸ ὁποτέρους κακῶς. ταῦτα δὲ κἀμοὶ φαίνεται εὔλογα εἶναι πανταχῆ σκοποῦντι. φοβοῦμαι δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ βελτίους ἦτε τὰ τῶν ἄλλων ἐπανορθοῦν ἢ τὰ ὑμέτερʼ αὐτῶν εὖ τίθεσθαι.5

すでに肉体は衰え、かつて私たちがアクロポリスに蓄えたあれほどの莫大な富は流れ去ってしまった。そして都市は、ようやく成長しつつある若い世代を必要としており、それを台無しにしないようにしよう。むしろ、彼らが憎み合い、憤り、互いに攻め寄せ、脅し合っている間に、私たちは戦争の審判官として座し、都市をケアし、そこに資金や馬や三段櫂船を集め、傷んだ家を修復する人々のように、全体として物事を立て直そう。もし私に従ってあなたがたが自制するなら、彼らの側からも、あちらの側からも再び使節がやってくるだろう。物事がそのように整えられ落ち着いているのが見えるときには、確実にやってくる。そう私は確信している。そして、あなたがたが耐え忍び、彼らの対立を覇権の体制構築のために利用したいと望むなら、彼らだけでなく、他の多くの人々も、神々の助けを得て、私たちの友情を求めて使節を送ってくるだろうと思う。なぜなら、両者が結託して、互いへの攻撃をやめて私たちの方に向かってくるのではないかと恐れている、と誰かが言うことはないからだ。彼らのいずれかが私たちに好意を持っているから言うのではなく、その計画に理屈が通らないからである。いったい何の理由で彼らは結託するというのか。私たちがどちらの側にも一緒に従軍しなかったからという理由でか。それなら、彼らが怒れば怒るほど、彼らが結託することはますます不可能になる。なぜなら、双方が、あなたがたを通じて敵に打撃を与えることができなかったことに憤慨しているとき、どうして彼らを放っておくだろうか。あるいは、互いに相手が、あなたがたを自分たちの味方として得られなかったことに怒っていると知っているのに、どうして協力し合えるだろうか。 これらとは別に、彼らは今そのような暇もないだろう。テーバイ人は、ラケダイモン人を滅ぼす準備が整っていると考えて攻め立てており、現在取り組んでいるこれらの事績から、たとえペルシア王の支配権を与えられても身を引くことはないだろう。一方、ラケダイモン人は、テーバイ人から復讐を遂げられるなら、全員喜んで死ぬだろう。それほどまでに彼らに対して怒りを抱いている。過分にも敗北したと思っている彼らが、恥辱のせいでひどい状態にあるのも不思議ではない。要するに、彼らの互いに対する憎しみと激昂が、私たちの都市に対する敵意を覆い隠してしまい、あたかも雲が立ち込めたかのように、私たちに対するいかなることも彼らには見えなくなっているのだ。しかし、もし私たちが、今彼らに不義理をしなければ彼らを恐れるというなら、私たちが一方に加担した結果、もう一方が勝利した場合に、私たちが当然のことながらもっと恐れることになるのではないか。なぜなら、今なら生き残った者たちが何か新しい不穏な動きを企てたとしても、何の恐れもないからだ。なぜなら、彼らは疲弊し、困窮しており、もし無傷で消耗していない私たちと戦うことになれば、自分たちが手にしたのがカドメイアの勝利であったとすぐに悟るだろうから。しかし、もし私たちが一方に加担すれば、第一に、仮に勝利を収めることに成功したとしても、災厄を同じように分かち合わねばならず、したがって彼らが後に不実な態度をとった場合、私たちは彼らと同等の立場に立たされることになる。第二に、形勢が傾いた場合、危険は明白である。それゆえ今や、彼らのうちの勝者は私たちのために勝っているのであり、あのようになれば、万一、一方が私たちの手によって勝利を収めることになるのだ。さらに、他の点でも私たちの状況は彼らのものとは似ていない。ラケダイモン人はペロポネソスの辺境に住んでおり、戦争や事態から大きく守られた安全な場所にいる。テーバイ人はキタイロン山の彼方に退けられている。しかし、私たちの都市は戦争の通り道に位置しており、どちらの側も他方へ進軍するにあたって、私たちの領土に侵入する前に進むことはできない。その結果、手近にあるこの領土が再び荒廃することになる。全体として、もし私たちがどちらの側とも彼らの滅亡をかけた戦いに耐えるのでなければ、あるいは敵対者たちを容赦して中間にただ座しているのでなければ、何のために戦うのか、私にはまったく理解できない。本来なら、どちらの側をも害するように見えることを完全に避けることができるのだ。使節たちに対して怒りを表明するのではなく、このように両者に対して穏やかに、控えめに対応し、もし彼らが他の者たちに対する同盟を求めたなら快く応じるが、互いに対する同盟を求めた場合には参戦を望まないと伝えることで、一方に恩恵を与えるのを避けるのではなく、どちらをも害するのを避けるのである。これらのことは、私が全般的に考えるに、理にかなっているように思われる。しかし、アテナイの諸君、私は、あなたがたが他人の状況を正すことには長けていても、自分自身の状況を適切に整えることには劣っているのではないかと恐れている。

構文注5 件
  1. 475ἣν ἀνερχομένην ἄρτι μὴ λυμηνώμεθα

    μὴ λυμηνώμεθα は促求・禁止の接続法(hortatory subjunctive)。先行詞 ἡλικίας を修飾する関係節内の述語で、「その(若者世代)を我々が台無しにしないようにしよう」の意。ἀνερχομένην ἄρτι は分詞が ἣν(関係代名詞・対格)を修飾する属性的用法で、「ようやく(上へと)育ちつつある」の意。

  2. 475τῷ μὴ διʼ ὑμῶν δεδυνῆσθαι κακῶς ποιῆσαι τοὺς ἐναντίους

    前置詞を伴わない与格(ここでは中性冠詞 τῷ を伴う不定詞)で、原因(...であることによって、...のために)を表す。否定辞には不定詞の否定として μή が用いられている。διʼ ὑμῶν は手段を表し、「あなたがたを通じて」の意。

  3. 475συνειδῶσιν ὀργιζομένοις

    σύνοιδα(自覚する、知っている)は与格の分詞(ここでは ὀργιζομένοις)を伴い、「[相手が]怒っていることを知っている」の意。主語自身が自らの状態を知る場合には主格分詞となるが、ここでは他者(相手方 τοῖς ἑτέροις 与格)の状態を指すため与格分詞が用いられている。

  4. 476ὡς δʼ εἰπεῖν κεφάλαιον

    独立不定詞(absolute infinitive)の慣用表現で、「要するに」「要約して言えば」の意。

  5. 476μὴ βελτίους ἦτε τὰ τῶν ἄλλων ἐπανορθοῦν ἢ τὰ ὑμέτερʼ αὐτῶν εὖ τίθεσθαι

    懸念を表す動詞 φοβοῦμαι に続く μὴ ... ἦτε は、接続法(ここでは現在)を用いて「〜ではないかと恐れる」の意。ἦτε は εἰμί の2人称複数接続法。比較級 βελτίους が不定詞 ἐπανορθοῦν(正すことにおいて)を伴い、ἢ ...(〜することよりも)と対比されている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0284.tlg037.humanitext-grc2:475-476