§471πεποιήκασι τὴν πόλιν δεῖ σκοπεῖν, οὐκ ἀξιῶ Θηβαίων μὲν τὰς εὐεργεσίας λέγειν, Λακεδαιμονίων δὲ τὰ ἀδικήματα, οὐδʼ αὖ τοὐναντίον, ἀλλʼ ἀμφοτέρων ὅσʼ εὖ πεποιήκασι λέγειν.
如果确实必须考量他们是否为城邦做过什么有益的事,我不认为只提底比斯人的善行而只提拉刻代蒙人的恶行是妥当的,反之亦然,而应当讲述双方所做的一切善行。
εἰ δὲ τὴν ἀγνωμοσύνην αὐτῶν ἐξετάζειν δεῖ, μὴ τὴν μὲν τῶν ἑτέρων ἐπιδεικνύναι, τὴν δὲ τῶν ἑτέρων ἐπικρύπτειν ἐν οἷς εὖ πεποιήκασιν, ἀλλʼ ἐπειδήπερ ἀμφοτέροις τὰ καὶ τὰ ὑπάρχει, δυοῖν θάτερον, ἢ ὡς εὐεργέτας ὄντας ἀμφοτέρους μηδετέρους ἀδικῶμεν, ἢ κακόνους ἀμφοτέρους κρίναντες μηδετέροις βοηθῶμεν.
但是,如果必须审视他们的忘恩负义,我们不应在他们行善的事情中,一方面揭露一方的忘恩负义,另一方面却隐瞒另一方的忘恩负义;而是既然双方都存在着这样和那样的行为,我们就应当在两者中择其一:要么将双方都视为施恩者而不亏待任何一方,要么判定双方都怀有恶意而不援助任何一方。
καὶ μὴν εἴ γε ἀμφοτέροις ἀποδοῦναι δεῖ τὴν ἀξίαν, διʼ ἃ μὲν ἠδικήκασιν ἡμᾶς τὸ μὴ τυχεῖν τῆς βοηθείας, ἀνθʼ ὧν δʼ εὖ πεποιήκασι τὸ μὴ κακῶς παθεῖν ἑκατέροις ὑπαρχέτω, καὶ οὕτως πρὸς ἄμφω καλῶς ὑμῖν ἐσκέψεται.
而且,如果确实必须向双方给以应得的报偿:那么,对于他们伤害我们的行为,就让他们得不到援助作为其结果;而对于他们所做的善行,就让他们不遭受伤害作为其结果;这样一来,你们对双方的考量都将是妥当的。
ἂν δʼ ἐπὶ τούτους ἢ ʼκείνους ἀποκλίνητε, οὐδετέροις δικαίως χρήσεσθε, τοὺς μὲν ὄντων ὧν ἠδικήκασιν εὖ ποιοῦντες, τοὺς δὲ ὄντων ὧν εὐεργετήκασι διαφθείραντες, παρὸν ταμιεύσασθαι τὸ δίκαιον, καὶ τοσοῦτον τῆς περὶ τοὺς ἑτέρους σπουδῆς ἀφελεῖν, ὅσον οὐ δεῖ τοὺς ἑτέρους μισοῦντας ὑπερβάλλειν.
但是,如果你们偏向这一方或那一方,你们对任何一方的处理都不会是公正的。 因为在有他们作恶的事实存在时你们却对他们行善,在有他们施恩的事实存在时你们却将他们消灭,而其实你们本可以执掌公正,并且从对一方的狂热中减去那么多分量,正如我们不应当因憎恨另一方而过分热心一样。
εἰ δὲ δεῖ καὶ τοῦτʼ εἰπεῖν, ἡγοῦμαι Θηβαίοις μὲν ἡμᾶς ὧν οὐ συνεισέβαλλον Λακεδαιμονίοις καὶ ὧν Θρασύβουλον ἐδέξαντο ἀποδεδωκέναι χάριν αὐτάρκη, Λύσανδρον ἀποκτείναντας καὶ τἄλλα ὅσα σύνιστε συμπράξαντας· Λακεδαιμονίοις δʼ ἀντὶ τῆς ψήφου νῦν ἀποδοῦναι δεῖν τὴν χάριν, τὸ παρὸν μετὰ Θηβαίων ἀνελεῖν αὐτοὺς μὴ ποιῆσαι τοῦτο· καὶ τοῖς μὲν τοσοῦτον ἰσχῦσαι τὴν συμμαχίαν, ὅσον μὴ τοῖς Λακεδαιμονίοις ὑμᾶς προσθέσθαι, Λακεδαιμονίοις δὲ τοσοῦτον τὴν τότε εὐγνωμοσύνην, ὅσον μὴ καὶ νῦν ὑμᾶς μετὰ Θηβαίων γενέσθαι.
如果也必须说明这一点的话,我认为,对于底比斯人没有与拉刻代蒙人共同入侵我们以及他们接纳了色拉西布洛斯,我们通过斩杀吕山德并协助他们做你们所知道的所有其他事情,已经给予了足够的报答;而对于拉刻代蒙人,我们现在必须回报那张选票的恩情,即在目前不与底比斯人联合将他们消灭;从而,对于一方,其同盟关系的力量应仅限于不让你们加入拉刻代蒙人一方,而对于拉刻代蒙人,当年的善意应仅限于使你们现在不与底比斯人站在一起。
ἀνισοῖ δʼ αὐτοὺς κἀκεῖνο, ὅτι οὔτε Λακεδαιμονίοις εὔλογον βοηθεῖν, ἐπειδήπερ τὰς πίστεις παρέβησαν, οὔτε Θηβαίοις, ἐπειδήπερ ἔχουσιν ἰσχυρὰν ἤδη παρʼ αὐτῶν τὴν δίκην.
此外,还有一点也使他们平等:即不应当援助拉刻代蒙人,因为他们背叛了盟誓,也不应当援助底比斯人,因为他们已经从拉刻代蒙人那里得到了严厉的惩罚。
οὔτʼ οὖν ἐκείνοις συνεπεμβῆναι καλὸν οὔτε τούτους κωλῦσαι δικαίως ἀγανακτοῦντας.
因此,与前者共同侵袭是不名誉的,而阻碍这些正当愤慨的后者也是不公正的。
ἐξερήσομαι δὲ τοὺς ὑπὲρ ἑκατέρων εἰρηκότας χωρὶς οὕτως.
那么,我将对为双方代言的人分别进行询问。
ἄνδρες, οἳ Λακεδαιμονίοις συνείπατε, τί σπουδάζετε;
“支持拉刻代蒙人的人们,你们在极力争取什么?
βούλεσθε μὴ λαβεῖν τοὺς Θηβαίους τὴν §472συμμαχίαν, μηδὲ παθεῖν μηδὲν ὑφʼ ἡμῶν ἄγνωμον τοὺς Λακεδαιμονίους;
你们是希望底比斯人得不到同盟,还是希望拉刻代蒙人不受到我们任何不公的对待?
ἐγὼ τούτου συνήγορος ὑμῖν.
在这一点上,我是你们的辩护人。
φέρε δὴ πάλιν· ἄνδρες οἱ Θηβαίοις συνειρηκότες βούλεσθε μηδὲν ἐμποδὼν γενέσθαι Θηβαίοις, μηδʼ ἐπὶ Λακεδαιμονίους ἡμᾶς ἀποκλῖναι;
”“来,再反过来问:支持底比斯人的人们,你们是希望不给底比斯人设置任何障碍,也希望我们不偏向拉刻代蒙人吗?
σύμψηφος ὑμῖν ἐγώ.
我与你们持相同立场。
καὶ τί κεκράγαμεν εἰκῆ καὶ φιλονεικοῦμεν, οὕτω κοινοῦ καὶ δικαίου πεφηνότος διαλλακτοῦ;
”既然已经出现了这样一位公正而合理的调解者,我们为什么还要徒劳地叫喊和争执呢?
ἀλλʼ οὐκ ἀπόχρη τὸ μέσον τοῦ πολεμεῖν τούτοις γε· εἰ δὲ μὴ ὑμῖν, ἕτερος λόγος.
但是,对于这些国家来说,仅仅保持中立而不进行战争是不够的;如果对你们来说也不够,那是另一回事。
καὶ μὴν εἰ τριῶν ὄντων διὰ σπουδῆς ἑκατέροις ὑμῖν, ἑνὸς μὲν τοῦ μὴ κακῶς παθεῖν οὓς ᾕρησθε, ἑτέρου δὲ τοῦ μὴ τοὺς ἐναντίους εὖ, τρίτου δʼ ὅπως μείζους οὓς προῄρησθε ποιήσετε, τοῦτʼ ἀφαιρῶν, ἐκείνων ἔχομαι, πῶς οὖν οὐ διπλάσιον κοινωνῶ τῆς γνώμης ὑμῖν ἢ καθʼ ὅσον διέστηκα;
再者,如果在你们每个人热切追求的三件事中——第一是不让自己所选择的一方蒙受损害,第二是不让敌对一方获益,第三是如何使自己所偏爱的一方更加强大——如果我去掉这第三点,而坚持前两点,那么我与你们意见相同的部分,岂不比我与你们分歧的部分要多出两倍吗?
προσθήσω δʼ ὅτι καὶ κατὰ ταῦτα κοινωνῶ καθʼ ἃ καὶ ὑμεῖς αὐτοὶ βελτίους φήσαιτʼ ἂν εἶναι.
我还要补充的是,在你们自己也会认为更好的一点上,我和你们也是一致的。
πῶς γὰρ οὐ βέλτιον κοινῶς τὸ τῇ πόλει συμφέρον ζητεῖν ἢ χάριτός τινος ἢ δυσμενείας ἤδη προσάπτεσθαι;
因为共同探求对城邦有利的事,难道不比现在就陷入某种恩怨之中更好吗?
εἶτα ἃ τοῖς ἑτέροις ἐπιτιμᾶτε ἑκάτεροι, ταῦτα αὐτοὶ ποιεῖτε.
然而,你们各方自己正在做着你们谴责对方的事情。
οὐκ ἐᾶτε λέγειν τὰς εὐεργεσίας, αὐτοὶ δʼ ὧν ᾕρησθε διέξιτε.
你们不准对方讲述其善行,自己却详述自己所选一方的功绩。
ἀπολογεῖσθε ὑπὲρ τῶν ἐγκλημάτων, εἶτα κατηγορεῖτε.
你们在为指控辩解,随即又进行指责。
ἐγὼ μὲν οὖν, ὦ Ἀθηναῖοι, πρὸς τῷ μηδὲν ἐναντίον ἐμαυτῷ ποιεῖν καὶ τούτοις σύμψηφός εἰμι· οὗτοι δʼ ὁμοῦ μὲν αὐτοὶ τοῖς αὑτῶν ἑκάτεροι, ὁμοῦ δὲ τοῖς ἑτέροις τἀναντία φαίνονται λέγοντες.
因此,雅典人啊,我除了不做任何与自己相矛盾的事之外,还与这些人意见一致;而他们各方,一方面看似与自己的主张相矛盾,另一方面又看似在说与对方相反的话。
πρὸς δὲ οὐκ οἶδʼ ὅπως κἀμοὶ τῷ μηδετέροις διαφερομένῳ, καθʼ ὃ γοῦν ὡμογνωμόνηκα, εἶναι δεῖ μέρος.
此外,我不知道对于我不与任何一方争执的人,至少在我与他们达成一致的范围内,应该扮演什么角色。
εἰς μὲν γὰρ τὸ βοηθεῖν ἀμφοτέροις κελεύειν οὐκ ἔνεστι δήπουθεν ἐλθεῖν τὴν συνηγορίαν.
因为,让辩护走向主张援助双方,这无疑是绝不可能发生的。
πῶς γάρ;
怎么可能呢?
εἰς δὲ τὸ μηδετέροις ἐπελθεῖν ὁ τοῦ συνηγόρου λοιπὸν τόπος ἐκπέπτωκε.
而走向不侵犯任何一方,辩护人的剩余角色就已经落空了。
καὶ γὰρ οὗτοι καὶ αὑτοὺς ἑκάτεροι τοῖς ἑτέροις συστρατεύεσθαι κωλύουσιν.
因为他们各方也都在阻碍自己与另一方共同出征。
οὐδὲν οὖν ἄλλο ἐστὶν οὑμὸς λόγος ἢ ὥσπερ τινὸς ἀντιγραφέως ἀνάγνωσις συντεθεικότος ἑξῆς τὴν ἑκατέρων ῥῆσιν καὶ μίαν ἐκ δυοῖν πεποιηκότος.
因此,我的辩论无异于某位抄写员的朗读,他只是把双方的发言依次编排,将两篇合成了一篇。
ἀλλὰ μὴν τό γε τοῦ βασιλέως, μέμνησθε γὰρ δή που λεχθὲν ἀρτίως γε, οὐδετέροις ἡμᾶς βοηθεῖν ἐᾷ μᾶλλον ἤπερ προτρέπει τοῖς ἑτέροις· ὅ τι δʼ ἐστὶν ὅ φημι
再者,关于波斯国王的事,你们想必还记得刚才所说的吧,他既不容许我们援助任何一方,正如同他并不促使我们去援助另一方一样;而我所说的意思是指……