§469μήτε κινδυνεύειν καὶ ἀμφοτέρους τιμωρήσασθαι καὶ μηδετέροις προσκροῦσαι παραινῶν.
还是那个建议你们既不冒危险、又惩罚双方、且不与任何一方发生冲突的人?
καὶ μὴν ἐξιοῦσι μὲν ὑμῖν οὐκ εὔδηλον ὡς πιστὰ τὰ παρὰ τῶν συμπολεμησάντων ἀπαντήσειεν, οὖσι δʼ οἴκοι, χωρὶς ἧς ὑμῖν αὐτοῖς παρέξετʼ ἀσφαλείας, δῆλόν ἐστι σαφῶς ὅτι κἀκεῖνοι χάριν ἕξουσιν ἀμφότεροι.
再者,如果你们出征,同盟抗战者那里是否会给你们以诚实的响应,这并不明朗,但若留在家中,除了你们为自己提供的安全之外,显然可以肯定的是,他们双方都将心怀感激。
οὐ γὰρ ὧν οὐ συναγωνιζομένων μὲν ὑμῶν ἔτυχον ἑκάτεροι μέμψιν ποιήσονται, τοῦτο μὲν γὰρ ἴσασι τῶν ἀδυνάτων ὂν, ἀλλʼ ὧν οὐχὶ κακῶς ποιούντων αὐτοὺς ἐπειράθησαν, χάριν ἕξουσιν ἀμφότεροι δικαίως·
因为,对于你们没有与他们并肩作战这件事,他们各方都不会予以指责,因为他们知道这是不可能办到的事;倒是因为你们没有企图去加害他们,他们双方都将理所当然地心存感激。
τοῖς γὰρ μηδετέρους λυπεῖν ἐγνωκόσι τοῦτʼ ἴσασι καταλειπόμενον μόνον.
因为他们知道,对于那些决定不使任何一方受苦的人来说,这是唯一留存下来的出路。
πῶς οὖν οὐκ ἄμεινον ἀμφοτέρους ἐπιτρίβοντας καταθέσθαι χάριν ἀμφοτέροις, ἢ τοῖς ἑτέροις προσθεμένους, μηδετέρους οἰκειώσασθαι, ἀλλὰ τοῖς μὲν πρότερον, τοῖς δʼ ὕστερον ἐχθροῖς χρήσασθαι;
因此,趁着双方互相消耗,向双方施予恩惠,岂不比加入其中一方,结果无法与任何一方交好,反而先后与他们为敌要好得多?
ὅτι γὰρ ταῦτʼ εἰκότως ὑφορῶμαι ἔδειξαν ἀρτίως περὶ μὲν τῶν Λακεδαιμονίων οἱ τοῖς Θηβαίοις συναγορεύοντες, περὶ δὲ τῶν Θηβαίων οἱ τοῖς Λακεδαιμονίοις.
因为我合理地怀疑这些事,刚才那些为底比斯人辩护的人在提到拉刻代蒙人时,以及那些为拉刻代蒙人辩护的人在提到底比斯人时,都已经表明了这一点。
δῆλον δὲ καὶ χωρὶς τῶν παρὰ τούτων λόγων ὅτι πάντα τὸν ἔμπροσθεν χρόνον συμπνέοντες καὶ κοινωνοῦντες ἑκάστων, ὡς οὐδεὶς δῆμος εἷς τῶν αὐτὸς αὑτοῦ μετέχει πραγμάτων, εἶτα μῦν ἐπʼ ἀλλήλους σὺν τοσαύτῃ σπουδῇ καὶ ῥώμῃ παρόντες, καὶ φίλους ὑμᾶς οὓς τότʼ ἠδίκουν ἀξιοῦντες ἔχειν, οὐδὲν περὶ ὑμῶν ἁπλοῦν οὐδὲ δίκαιον φρονήσουσιν ὕστερον, ἄλλως τε καὶ χρείᾳ νῦν, οὐκ εὐνοίᾳ παραλαβόντες.
而且,即便撇开这些人的言论不谈,显然,在以往的岁月里,他们彼此配合、共同参与各项事务,其紧密程度甚至连任何一个单一的民众处理自身事务都无法企及,而如今他们却带着如此紧迫的态度和兵力互相征伐,并要求将曾经遭受他们侵害的你们视为朋友,此后他们对你们绝不会有任何真诚或公正的想法,特别是,他们现在是因为需要而非出于好意才拉拢你们。
ἀλλὰ μὴν ὅπου γε νῦν ἡμᾶς ἐφέδρους εἰδότες, ὅμως πάρεισιν ἐπʼ ἀλλήλους, πῶς οὐχ ὅταν τοὺς ἑτέρους ἐξέλωμεν, ἐφʼ ἡμᾶς χρὴ νομίζειν τρέψεσθαι τοὺς περιγενομένους, ἐκεῖνό γʼ εἰδότας ὡς, ἂν ἡμᾶς κρατήσωσιν, οὐδεὶς αὑτοῖς λοιπὸς ἐναντίος ἔσται;
况且,既然他们明知我们在旁伺机(作为预备力量),却仍旧互相征伐,那么,一旦我们消灭了其中一方,我们怎能不相信幸存者会转向我们,因为他们至少明白,如果他们征服了我们,就再也没有对手能与他们抗衡了?
ἀλλʼ ὦ τᾶν τῇ γε ἄλλῃ δίκαιον παρακινδυνεῦσαι, κἂν εἰς τοσαύτην ἀγνωμοσύνην ἐμπεσεῖν δέῃ.
“但是,我的好朋友,至少在其他方面,冒一下险是正当的,即使我们不得不遭遇如此的忘恩负义。
δεινὸν γὰρ Λακεδαιμονίους περιιδεῖν ἢ Θηβαίους τοσαῦτα καὶ τοιαῦτα ἀγαθὰ εἰργασμένους ἀνθρώπους τὴν πόλιν.
因为,坐视那些为我们城邦做出了如此之多、如此之大善行的拉刻代蒙人或底比斯人不管,是极其可怕的事。
οἶμαι μὲν ὑπὸ τοῦ πλήθους ἑκατέρων τῶν εὐεργεσιῶν οὐκ ἔχειν νῦν διακρῖναι πότεροι πλείους καὶ μείζους εἰσενηνόχασιν ἡμῖν, τοῦτο μὲν ἡνίκα ἐνθυμηθῶ ὡς ἄρα οἰκείως καὶ προθύμως §470ἐνέβαλον ἀμφότεροι καθʼ ἕκαστον ἔτος δεῦρο, τριάκοντα ἑξῆς ὀλίγου δεῖν ἔτεσι, τοῦτο δὲ ὡς ἡδέως καὶ ῥᾳδίως Δεκέλειαν ἐπετείχισαν ἡμῖν καὶ εἰς Σικελίαν ἀπήντησαν καὶ πανταχοῦ πρὶν κληθῆναι παρῆσαν.
”我想,由于他们各自的“恩惠”如此之多,我现在无法裁决究竟是哪一方带给我们更多、更大的恩惠——一方面,当我想到他们双方是如何友好而热切地、几乎连续三十年之久每年都侵入这里;另一方面,又想到他们是如何乐意且轻易地在德凯莱亚修筑要塞对付我们,在西西里与我们交锋,并在未被召唤之前就无处不在。
περὶ μὲν γὰρ τοῦ Πλαταιέων ὀλέθρου παραχωρήσειν ἀλλήλοις ἀμφοτέρους οἴομαι.
因为关于普拉提亚人的灭亡,我想双方都会互相谦让。
νὴ Δίʼ ἀλλὰ οὐ κακῶς ἠγωνίσαντο ἐπὶ Δηλίῳ Θηβαῖοι.
“奉宙斯之名,但底比斯人在德里翁打得不赖!
τί δʼ ἐπʼ Ἀμφιπόλει χεῖρον Λακεδαιμονίους ἐρεῖ τις;
”“那么在安菲波利斯,谁会说拉刻代蒙人表现得更差呢?
τὰς μὲν γὰρ ἄλλας εὐεργεσίας οὐχ οἷός τέ εἰμι ὑπὸ τοῦ πλήθους ἀκριβῶς καταλέξαι.
”因为至于他们其他的“恩惠”,由于数量太多,我无法准确地一一列举。
τοιαῦτʼ ἐστὶ τούτων τὰ ἀμοιβαῖα, οἷς κέχρηνται πρὸς τὴν πόλιν.
这些就是他们对我们城邦所施予的相互“恩惠”。
ἀλλὰ καὶ τῷ βασιλεῖ προσέθεντο Θηβαῖοι τὸ παλαιόν.
“但是,底比斯人古时曾依附于波斯国王。
Λακεδαιμόνιοι δέ γʼ ὕστερον, ὄντων τῶν τροπαίων ἃ σὺν ἡμῖν ἀνέστησαν.
”“而拉刻代蒙人后来也这么做了,尽管当时还立着他们与我们共同树立的战胜纪念碑。
ἆρʼ οὐκ εἰκότως ἀπορῶ πότεροι μειζόνων ἀγαθῶν αἴτιοι τῇ πόλει γεγόνασι;
”难道我不该合情合理地感到困惑,究竟哪一方给城邦带来了更大的好处吗?
νὴ Δία.
“确实如此!
ψῆφον γὰρ ἤνεγκαν Λακεδαιμόνιοι περισῶσαι τὴν πόλιν ἡμῶν·
因为拉刻代蒙人曾投下保留我们城邦的票。
ἔστι ταῦτα.
”确有此事。
οὐκοῦν καὶ Θηβαῖοι καλούντων αὐτοὺς Λακεδαιμονίων οὐχ ὑπήκουσαν·
“那么,在拉刻代蒙人召集他们时,底比斯人也没有服从。
ἔστι καὶ ταῦτα.
”这也确有其事。
πότερον οὖν δεῖ Λακεδαιμονίοις μὲν χάριν ἡμᾶς ἔχειν, ἐπειδήπερ οὐκ ἀνεῖλον τὴν πόλιν τὸν αὐτὸν τρόπον ὅνπερ Πλαταιὰς, Θηβαίοις δʼ, ἐπειδήπερ ἀπεῖπον ἐμβάλλοντες·
那么,我们应当感谢拉刻代蒙人,因为他们没有像毁灭普拉提亚那样毁灭我们的城邦,并感谢底比斯人,因为他们拒绝入侵?
ἢ Λακεδαιμονίοις μὲν ἀνθʼ ὧν εἰς τοῦτʼ ἤγαγον ἡμᾶς ὥστʼ ἐπʼ αὐτοῖς γενέσθαι χαλεπαίνειν, Θηβαίοις δʼ, ἐπειδήπερ ἁπασῶν τῶν ἔμπροσθεν ἐμβολῶν αὐτοῖς ἐκοινώνουν, ἐγκαλεῖν πολὺ μᾶλλον, ἢ ʼκείνοις μὲν ὑπὲρ τοῦ σῶσαι, τούτοις δὲ ὑπὲρ τοῦ μὴ συνεμβαλεῖν ποθʼ ἅπαξ ὀφείλειν χάριν ἡγεῖσθαι;
抑或,我们应当对拉刻代蒙人感到愤怒,因为他们将我们逼到了任其宰割的境地,并更加指责底比斯人,因为他们参与了此前所有对我们的入侵? 或者,我们应该认为,我们欠前者保全城邦的恩情,而欠后者仅此一次没有共同参与入侵的恩情?
καὶ μὴν οὔτε Θηβαίοις μᾶλλον δεῖ πικρῶς ἔχειν τὴν περὶ τῆς ἀναιρέσεως ἐνεγκοῦσιν ἢ Λακεδαιμονίοις τὸ ἔχειν ἐκείνοις ὅ τι ἂν βούλωνται ψηφίσασθαι περὶ ἡμῶν παραδοῦσιν, οὔτʼ αὖ Λακεδαιμονίοις τοῖς ἐπὶ τὸν Πειραιᾶ στρατευσαμένοις μᾶλλον ἔχειν ὀργὴν ἢ Θηβαίοις ἀντὶ τῆς αἰτίας διʼ ἣν ἀπελείφθησαν.
此外,我们不应对提出毁灭我们决议的底比斯人感到比对允许他们对我们进行任意表决的拉刻代蒙人更痛恨,同样,我们也不应对向比雷埃夫斯出征的拉刻代蒙人,比对因某种原因而未参与其中的底比斯人怀有更多的愤怒。
ἣν ἄν τις ἀκριβῶς ἡμᾶς ἐᾷ σκοπεῖν, τῷ μὴ νικῆσαι τὴν ψῆφον αὐτῶν οὖσαν εὑρήσομεν.
如果有人让我们精确地审视这一原因,我们会发现,那只是因为他们的提议未能在表决中通过。
ἀλλὰ τί ταῦτα ἀκριβολογοῦμαι;
但是,我何必在这些事情上如此斤斤计较呢?
εἰ γὰρ τὰ μάλιστά τις εὐεργεσίας βούλεται ταῦτα νομίζειν, οὐ διαφέρομαι· ἀλλὰ πῶς ἔγνωκα φράσω πρὸς ὑμᾶς.
因为如果有人非要将这些视为最大的恩惠,我并无异议;但我将向你们说明我的看法。
εἰ μὲν εἴ τι χρηστὸν
如果确实有什么好事情……