Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说五 §467-468

保持中立与优先维护自身利益

第 2 段,共 6 段 · 希腊语

内容简介

演说者论证道,在底比斯与拉刻代蒙之间保持中立对雅典最为有利,并指出先祖的名望源于维护正义而非盲目冒险。他主张,如今在神意的保佑下,两个对手正深陷自相残杀的战争中,雅典应当借此机会优先维护自身的利益。

§467ἐνδείξασθαι.
而将其暴露。
ἐπεὶ τί δεῖ λέγειν, νῦν οὐχ ἵνα Θηβαίοις χαρίσωμαι παρελήλυθα, κᾆτα κελεύειν βοηθεῖν αὐτοῖς, ἢ πάλιν οὐκ ἐθέλων χαρίσασθαι Λακεδαιμονίοις, εἶτα προστάττειν ὑμῖν κινδυνεύειν ὑπὲρ αὐτῶν;
其实何必多说,我现在站在这里,既不是为了讨好底比斯人,进而命令你们去援助他们,也不是因为不想讨好拉刻代蒙人,进而命令你们为了他们去冒危险。
εἰ γάρ ἐστιν ἀληθὲς τοῦτο τὸ σχῆμα ἀμφοτέροις καὶ δεῖ πιστεύειν αὐτοῖς ὥσπερ ἔγωγε φημὶ δεῖν, οὑμὸς ἔχει χώραν λόγος ἀμφοτέροις ἐκποδὼν στῆναι.
因为如果这一借口对双方都是真实的,且我们必须相信他们,正如我所说的那样,那么我的主张完全有理由对双方都保持距离(中立)。
νῦν δὲ ὥσπερ ζητούντων ὑμῶν τίσι πολεμήσετε, ἀλλʼ οὐχ ὃ τῇ πόλει συμφέρει πράττειν ὀφειλόντων, οὕτως οἱ μὲν τοῖς, οἱ δὲ τοῖς κελεύουσι πολεμεῖν, ὡς εἰ μὴ κινδυνεύσετε ζημίας οὔσης.
但现在的实际情况是,仿佛你们正在寻找该与谁交战,而不是履行对城邦有利之事的义务,因而一些人命令与这方交战,另一些人命令与那方交战,仿佛不冒危险就会遭受损失似的。
τοῦτο δʼ ἢν ἐν μέσῳ κείμενον, τὸ μηδετέροις οἰκείως ἔχουσι τὰ ὑμέτερʼ αὐτῶν πράττειν παραινεῖν ὑμῖν·
然而,处于中立的道路则是这等做法:建议你们在不偏袒任何一方的情况下处理你们自己的事务。
οὗ λυσιτελέστερον οὐδέν ἐστι τῇ πόλει, οὐδʼ ὅ τι μᾶλλον καὶ τοὺς ἐν ἡλικίᾳ διατηρήσει, καὶ ναυσὶ καὶ χρήμασι καὶ πᾶσιν ἔσται σωτήριον.
对于城邦而言,没有比这更有利的事情了,也没有什么比这更能保全适龄服役的青年,这对于船只、资金及一切事物都将是安全保障。
λέγουσι δὲ ὡς πολλοὺς ὑπὲρ πολλῶν ᾕρησθε κινδύνους καὶ αὐτοὶ καὶ οἱ πρόγονοι, καὶ λέγουσιν ἀληθῆ.
他们说,你们和你们的先祖曾为了许多人选择过许多危险,他们说的是真话。
ἀλλʼ εἰ τῶν ἄλλων οὕτω προνοεῖσθε, ὥστʼ εἰ καὶ πολεμεῖν ὑπὲρ αὐτῶν δέοι μὴ κατοκνεῖν, πῶς οὐχ ὑπὲρ ὑμῶν γε αὐτῶν μέχρι τοῦ μὴ κινδυνεῦσαι παρὰ καιρὸν προνοήσεσθε;
但是,如果你们对他人的事情如此关怀,以至于即使必须为他们而战也不退缩,那么你们又怎能不为自己着想,乃至避免在不合时宜的时候去冒危险呢?
οὐ γὰρ δή που τὰ μὲν τῶν ἄλλων συμφέροντα καὶ μετὰ κινδύνων βεβαιοῦν ἄξιον, τὰ δʼ ἡμέτερα αὐτῶν οὐδʼ ἡσυχῆ.
因为我们当然不应该冒着危险去巩固他人的利益,却连安安静静地维护我们自己的利益都不值得。
ἔπειτα εἴ τις βούλεται σκέψασθαι διὰ τί ποθʼ ἡμῶν εὐδοκίμησαν οἱ πατέρες, πότερον διʼ αὐτὸ τὸ πλεῖν καὶ στρατεύεσθαι καὶ φιλοκινδύνως ἔχειν, ἢ διὰ τὸ σχῆμα τῶν ἔργων καὶ τὰς προφάσεις εὐλόγους καὶ ἀναγκαίας οὔσας, οὐκ ἂν, οἶμαι, φαίη διʼ ἐκεῖνα.
其次,如果有人想要思考我们的父辈究竟因何而赢得声誉,是因为航海、出征和喜好危险本身,还是因为他们行为的性质以及他们大义凛然且无可避免的借口,我想他绝不会说是由于前者。
λῃστῶν γὰρ ἂν αὐτοῖς ἔπαινον καὶ καταποντιστῶν ἀνατιθείη, εἰ τοῦτο θαυμάζοι καὶ ζηλωτὸν ἡγοῖτο τὸ τοῖς κινδύνοις ἀεὶ σφᾶς αὐτοὺς ὑποτεθεικέναι.
因为如果他赞美这一点并认为总是将自己置于危险中是值得羡慕的,那么他就是把对海盗和掠夺者的赞美归于他们了。
ἀλλʼ οἶμαι τὸ τοὺς βαρβάρους ὑπὲρ τῶν Ἑλλήνων ἀμύνεσθαι καὶ μηδαμοῦ προΐεσθαι διὰ μαλακίαν τὰ δίκαια, τοῦτʼ ἐνδόξους ἐποίησεν αὐτοὺς εἰκότως.
但我认为,为了希腊人击退蛮族,且决不因懦弱而放弃正义,这才是自然而然地使他们名声显赫的原因。
ἀλλʼ οὐχ ὁ νῦν πόλεμος τοιαύτην ἔχει τάξιν, ὥστʼ ἢ διʼ ἀνάγκην ὑμᾶς μετέχειν αὐτοῦ, ἢ διὰ προστασίαν, ἢ διὰ τοιούτου τινὸς δικαίου λόγον.
然而,现在的战争并不具有这样的性质,以至于你们必须因必然性、或因领导权、或因某种此类正义的理由而参与其中。
αὐτὸ γὰρ τοῦτο πρῶτον οὐκ ἔνεστι διακρῖναι ποτέροις δεῖ βοηθεῖν.
因为首先,这件事情本身就无法裁决,即我们到底应该援助哪一方。
διὰ τί;
为什么?
διʼ ἓν μὲν ἐκεῖνο, ὅτι εἰ τὸ πολλοῖς ἡμᾶς συνεπειλῆφθαι §468πραγμάτων αἴτιον εἶναι δεῖ τοῦ μηδὲ νῦν ἡσυχάσαι, κοινὸν ἀμφοτέροις ἐστὶ τοῦτο.
一个原因在于,如果我们在许多事务中的共同参与,必须成为我们现在也无法保持安静的原因,那么这一点对双方都是共同的。
ὥσθʼ οἷς μετὰ τῶν ἑτέρων ἔσεσθε δικαίως, τούτοις τοὺς ἑτέρους παριδόντες ἁμαρτάνειν δόξετε.
因此,对于那些你们本该正当地与另一方站在一起的人,如果忽视了另一方,你们就会被视为犯了错误。
ἔπειτα εἰ μὲν δεῖ μνημονεύειν ὧν ἠδικήμεθα ὑπʼ ἀμφοτέρων, οὐδετέροις προσθετέον· εἰ δʼ ἀφίεμεν τὴν μέμψιν, οὐ δή που τοῖς μὲν, τοῖς δʼ οὒ, ἀλλʼ ἀμφοτέροις ὁμοίως ἀφήσομεν.
其次,如果我们需要记住双方对我们所犯下的不义,那么我们哪一方都不该加入;如果我们放弃指责,当然不能只放弃对这一方的指责而不放弃对那一方的,而应该对双方同样予以放弃。
τούτων δʼ οὕτως ἐχόντων οὐχ ἕξομεν οὓς αἱρησόμεθα, ἀμφοῖν ὑπάρχοντος ταὐτοῦ δικαίου.
既然情况如此,我们就没有可以选取的对象,因为双方存在着同样的正义。
ὅλως δὲ πῶς οὐκ ἔστιν ἄτοπον, οἷς ἂν οὕτω τύχῃ καὶ βοηθεῖν δεῖ κατὰ τὸν τοῦ μὴ μνησικακεῖν λόγον, τούτοις τοὺς ἑτέρους συναναιρεῖν ἐξεπίτηδες;
总而言之,按照不念旧恶的道理,为了援助偶然需要援助的一方,而故意将另一方一同消灭,这难道不荒谬吗?
ὥστε εἰ δεῖ μὲν βοηθεῖν, τοῦτο δʼ ἀμήχανον ἀμφοτέροις, ὁ τοῦ μὴ δεῖν ἐγκαλεῖν λόγος εἰς τὸ μέσον κάτεισι, τῷ μήτε τούτοις βοηθεῖν, ὅτι κἀκείνοις ἔδει, μήτε ἐκείνοις, ὅτι καὶ τούτοις ὠφείλετο.
因此,如果必须援助,但这对双方来说是不可能的,那么不应指责的道理就浮现于中立立场:既不援助这一方,因为同样也该援助那一方;也不援助那一方,因为对这一方同样负有义务。
ὥστε ὅτι οὐ μνησικακητέον, διὰ τοῦτο οὐ βοηθητέον.
所以,正因为不应念旧恶,所以才不应予以援助。
συμβέβηκε δʼ ἃ μάλιστʼ ἄν τις εὔξατο, Θηβαίους καὶ Λακεδαιμονίους συμπεπτωκέναι καὶ ὑμῖν δεδωκέναι σχολῆς καιρὸν καὶ ἀναπαύσεως, αὐτοὺς δʼ ἀνηνύτῳ πολέμῳ συνέχεσθαι, θεῶν τινος, ὡς ἐμοὶ δοκεῖ, προστασίᾳ καὶ προνοίᾳ περὶ τῆς ἡμετέρας πόλεως.
而且,最令人向往的事情已经发生了:底比斯人和拉刻代蒙人发生了冲突,给你们带来了闲暇与修整的机会,而他们自己则深陷于永无止境的战争中。 在我看来,这是神明中某一位对我邦的保佑和眷顾。
εἴτε γὰρ δίκην ἐβουλόμεθα λαβεῖν παρʼ αὐτῶν, πραγματείας ἔδει καὶ κινδύνων, εἴθʼ ἡσυχίαν ἤγομεν, ἀθώους εἶναι κατελείπετο ἐκείνους.
因为如果我们想对他们进行惩罚,就需要劳苦和危险;而如果我们保持安静,他们就会免受惩罚。
νῦν τοίνυν οὕτως ὑπὸ τοῦ δαιμονίου τὸ πρᾶγμα ἐστρατήγηται, ὥστʼ οἴκοι καθημένοις ὑμῖν ὑπάρχειν αὐτοὺς τιμωρήσασθαι διʼ αὐτῶν.
然而现在,神意已经将事情调度得如此巧妙,以至于你们只需坐在家里,就可以通过他们自身来惩罚他们。
δεῖ δὴ τοιούτῳ καιρῷ σωφρόνως καὶ πεφυλαγμένως χρήσασθαι, καὶ μὴ ὅπως ἐκείνων οἱ ἕτεροι τῶν ἑτέρων περιέσονται τοῦτο σκοπεῖν, ἀλλʼ ὅπως ὑμεῖς μηδʼ ὑφʼ ἑτέρων ἐνοχλῆσθε.
因此,我们必须明智而审慎地利用这样的时机,不要去关注他们中的哪一方会战胜另一方,而要关注你们如何才能不受到任何一方的打扰。
καὶ γὰρ ἄτοπον ἐκείνους μὲν ἑκατέρους τὸ σφίσιν αὐτοῖς λυσιτελοῦν, μὴ τὸ ὑμῖν ζητοῦντας ἀπεσταλκέναι δεῦρο, ὑμᾶς δὲ τἀκείνων ἔμπροσθεν θεῖναι τῶν ὑμῖν αὐτοῖς συμφερόντων.
因为他们双方都各求自利,而非寻求对你们有利的事情,并为此派遣使者来此,而你们却将他们的事情置于你们自身的利益之上,这实在是极其荒谬的。
σκέψασθε δὴ πρὸς Διὸς ὁπότεροι βελτίω λέγουσι καὶ μετριώτερα, οἱ πράγματʼ ἔχειν καὶ τοὺς ἑτέρους ἀμύνεσθαι καὶ ἐν ἐχθρῶν τάξει τοῦτο ποιεῖν κελεύοντες, ἢ ὁ
因此,奉宙斯之名,请思量哪一方说得更好、更适度:是那些命令你们自寻烦恼、击退另一方并在敌人的行列中做这件事的人,还是那个……

词汇与语法注释

  1. §467ἐνδείξασθαι — 紧接前文“οὐκ ἔφυγον”(未能避免)的动词不定式,用以补充说明行为的具体内容,意为“暴露[自己企图掩人耳目的事实]”,起到名词性补语的作用。
  2. §467ὥσπερ ζητούντων ὑμῶν — 带有连词 `ὥσπερ`(仿佛)的属格独立结构。使用现在分词属格 `ζητούντων` 来虚拟地描绘雅典人当下的心理态度。
  3. §467ὧν ἠδικήμεθα — 关系代名词 `ὧν` 发生了属格吸引。它省略了先行词 `τούτων`,且原本应作为被动语态动词 `ἠδικήμεθα`(“遭受不义”,源于带双宾语的 `ἀδικέω`)的宾格关系代词 `ἃ`,但由于主句动词 `μνημονεύειν` 要求支配属格,因而被吸引为属格。
  4. §468ὁ τοῦ μὴ δεῖν ἐγκαλεῖν λόγος — 直译为“不应指责的道理”。在此指代保持中立的论据,即不应以过去的恩怨为由去指责或偏袒任何一方。

引用这一段

阿里斯·台德斯, 留克特拉演说五 §467-468. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg037.humanitext-grc2:467-468

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。