Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说五 §465-466

中立立场与雅典的真正利益

第 1 段,共 6 段 · 希腊语

内容简介

对雅典人的演说。演说者强调需要有人从中立立场出发、真正代表雅典利益发言,并在批评那些为他国辩护的演说家的同时,表明自己将通过他们的辩论看清最善之路。

§465εἴ τι κἀμοὶ μέτεστιν, ὦ Ἀθηναῖοι, παρρησίας, πειράσομαι περὶ τῶν παρόντων εἰπεῖν ἃ γιγνώσκω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι πρὶν ἂν πάντων ἀκούσητε.
雅典人啊,如果我也享有一点言论自由,我将尽力就当前的局势谈谈我所知道的事情,并请求你们在听完所有发言之前不要喧哗。
ἔστι μὲν οὖν ἔργον τὸ συμφέρον ὑμῖν καθαρῶς ἐξετάσαι.
确实,要清楚地审视对你们有利的事情是一件困难的工作。
τοῖς μὲν γὰρ ἢ τούτοις ἢ ʼκείνοις συνειρηκόσιν ἥ τε πρὸς οὓς §466ᾕρηνται χάρις αὐτῶν ὕπεστι καὶ ἔτι πρὸς ὑμῶν τοὺς ταὐτὰ γιγνώσκοντας, τοῖς δʼ ἐξεστηκόσι τούτου καὶ μέσοις οὖσι μήτʼ ἐκείνων μηδετέροις τὰ πρὸς ἡδονὴν λέγειν συμβεβηκός ἐστι μήθʼ ὑμῖν ἃ βούλεσθέ τε καὶ προσδοκᾶτε.
因为,对于那些为这方或那方辩护而发言的人来说,不仅他们所选择的对象对他们心存感激,而且你们当中持有相同看法的人也对他们心存感激;但是,对于那些脱离这种立场而保持中立的人来说,他们既不会说取悦那两方中任何一方的话,也不会对你们说出你们所期望和等待的话。
ὥστʼ εἶναι πολὺ τοῖς διαμαρτοῦσιν ἐκείνων λυσιτελέστερον ἢ τῷ ταῦτα πείσαντι, τοῖς μὲν ὑπαρχόντων ὑπὲρ ὧν ἠγωνίσαντο φίλων, τῷ δὲ οὐδεμιᾶς χάριτος παρʼ ὑμῶν οὔσης.
因此,对于那些未能获得这些期望的人来说,这比起说服了你们这些事情的人要有利得多;因为前者拥有他们为其奋斗的友人,而后者从你们那里得不到任何感激。
οὐ μὴν ἀλλὰ καίπερ τοιαύτην δυσκολίαν ἔχοντος τοῦ πράγματος οὐκ ἀποκνήσω.
然而,尽管事情具有这样的困难,我还是不会退缩。
δοκεῖ γάρ μοι τοῖς εἰρηκόσι τούτοις ὑπὲρ ἑκατέρων ὁ ὑπὲρ ὑμῶν ἐρῶν λοιπὸν ἐνδεῖν.
因为在我看来,在这些已经为双方发言的人之外,现在还缺少一个真正为你们(的利益)而热切期盼的人。
ἐὰν οὖν οὗτος ἐγὼ φανῶ, χάριν ὑμῖν ὑπὲρ ὑμῶν εἴσομαι.
如果我表明自己就是这个人,我将为了你们自己而对你们心怀感激。
τοῖς μὲν γὰρ ὑπὲρ τῶν ἑτέρων εἰρηκόσι, κἂν ἡττηθῶσι τῶν ἐναντίων, ἡ πρὸς οὓς ᾕρηνται χάρις σώζεται, ὁ δʼ ἐν μέσῳ γενόμενος τῆς μὲν παρʼ ἑκατέρων αὑτὸν ἤδη προαπεστέρηκε, τῶν δὲ παρʼ ὑμῶν ἄδηλον ὁποίων τεύξεται.
因为,对于那些为其中一方发言的人来说,即使他们被对手击败,他们所选择的对象对他们的感激依然存在;而中立者已经预先剥夺了自己获得双方感激的机会,而且也不清楚会从你们那里得到怎样的对待。
συμβαίνει δὴ μηδαμῶς ἴσον εἶναι ἢ τὰ τῶν ἑτέρων συμφέροντα ᾑρημένον καὶ ὑμῶν τοὺς ταὐτὰ γιγνώσκοντας ἔχειν εὐμενεῖς, ἢ ὑπὲρ ὑμῶν ἀνεστηκότα προσκρούειν ὑμῖν, καὶ ἡττηθέντα μὲν τριῶν ἡμαρτηκότα ὑπάρχειν, κρατήσαντα δὲ καὶ διαγενόμενον ἐξ ἴσου τοῖς ἡττηθεῖσι γίγνεσθαι, ἑτέρων ἀνθʼ ὑμῶν ἐκείνοις ὑπαρχόντων οὓς ᾕρηνταί τε καὶ φίλους πεποίηνται.
这确实绝非均等:要么选择其中一方的利益,并使你们当中持有相同看法的人保持友好;要么为了你们而挺身而出却冒犯了你们,并且在失败时处于犯了三重错误的状态,在获胜并幸存时却与失败者处于同等地位,因为那些人在你们之外,还拥有他们所选择并结为朋友的其他支持者。
οὐ μὴν ἀλλʼ αἰσχρόν μοι φαίνεται καὶ οὐ πολιτικὸν οὐδʼ ἴσον οὐδαμῶς Ἀθήνησι τῶν λόγων γιγνομένων τοὺς μὲν ὑπὲρ Θηβαίων καὶ πάλιν Λακεδαιμονίων ἐροῦντας εὑρῆσθαι, τοὺς δὲ ὑπὲρ ὑμῶν ἐλλείπειν.
然而,在我看来,当辩论在雅典进行时,竟然能找到为忒拜人或拉栖代梦人说话的人,却缺少为你们说话的人,这是可耻的,既不符合公民的身份,也绝非公正。
ἐπαινῶ δὲ τοὺς ῥήτορας ἀμφοτέρους, ὅτι πολλὰ καὶ θαυμαστὰ εὑρόντες καθʼ ἑκατέρων ἐδίδαξάν με κοινῇ τί χρὴ περὶ αὐτῶν ἀποφήνασθαι.
不过,我赞扬这两位演说家,因为他们各自发现了许多令人惊叹的论点,共同教会了我应该对他们发表怎样的看法。
οἶμαι γὰρ καὶ εἰ μηδὲν ὅλως ἐτύγχανον γιγνώσκων ἐπʼ ἐμαυτοῦ, τοῖς γε ὑπὸ τούτων εἰρημένοις ἀκολουθῶν ἔχειν ἂν κατιδεῖν τὸ κράτιστον.
因为我认为,即使我自己根本一无所知,只要遵循他们所说的话,我也能够看清什么是最好的选择。
μέμφομαι δʼ αὐτοῖς αὖ τοσοῦτον ὅτι πάντʼ ἐπικρυπτόμενοι καὶ ζητοῦντες ὅπως λήσουσι, πρὸς χάριν οἱ μὲν τούτων, οἱ δʼ ἐκείνων λέγοντες ἓν τοῦτʼ οὐκ ἔφυγον, ὅτι λαθεῖν ζητοῦσιν
但我对他们也有如此程度的抱怨:他们隐瞒了一切并试图避开注意,为了迎合,一些人为这一方说话,另一些人为那一方说话,却没能逃过这一件事——即他们正试图避开注意。

词汇与语法注释

  1. §465πρὶν ἂν πάντων ἀκούσητε — 连词 `πρὶν ἄν` 配合虚拟语气,用于指向未来的时间从句中,通常在否定主句或具有类似意义的主句之后。在这里,主句动词 `πειράσομαι` 表示未来的行动,因此使用虚拟语气 `ἀκούσητε`(过去不定时)。
  2. §466ὁ ὑπὲρ ὑμῶν ἐρῶν — `ἐρῶν` 是动词 `ἐράω`(热望、爱)的现在活动分词(单数、阳性、主格),与冠词 `ὁ` 连用起名词性作用。意为“为了你们(的利益)而热切期盼的人”,即指真心渴望雅典人民利益的演说家。
  3. §466ὑπαρχόντων ὑπὲρ ὧν ἠγωνίσαντο φίλων — 虽然 `τοῖς μὲν` 是承接前文 `τοῖς διαμαρτοῦσιν` 的与格,但其后紧跟独立属格结构 `ὑπαρχόντων... φίλων`(等同于 `φίλοι ὑπάρχουσι`),在逻辑上解释了这种情况:“对他们而言,因为有朋友存在”。
  4. §466ἔχειν ἂν κατιδεῖν — 不定式 `ἔχειν` 与小词 `ἄν` 的结合,构成了对使用未完成过去直陈式的虚拟条件从句 `εἰ μηδὲν ὅλως ἐτύγχανον γιγνώσκων` 的归结句。`ἔχω` 后接不定式表示“能够”,加上 `ἄν` 则表达了潜在性或反事实语气:“将能够看清”。

引用这一段

阿里斯·台德斯, 留克特拉演说五 §465-466. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg037.humanitext-grc2:465-466

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。