Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说四 §459-460

斯巴达的潜在敌意与忒拜同盟的正当性

第 2 段,共 5 段 · 希腊语

内容简介

演说者警告雅典人,拉刻代蒙人对雅典怀有巨大的潜在敌意及其历史上的霸权野心,并将其与战胜后仍寻求结盟的忒拜人的真诚进行对比。他揭露了拉刻代蒙人背叛的历史,论证了选择与忒拜人结盟才是正义之举。

§459ἂν ἑκόντες, οἳ μετὰ τῶν Θηβαίων ἐναντία αὐτοῖς πεπολεμηκότες ἦτε.
他们绝不会心甘情愿地克制自己,因为他们曾与外人一起在忒拜人一边与你们对抗交战。
ὥσπερ τοίνυν, εἰ τῷ ὄντι τοῦθʼ ὑμῖν συνέβη, δικαίως ἂν αὐτοὺς φυλάττεσθαι δεῖν ᾤεσθε τὸ λοιπὸν, οὕτως ἐπειδὴ συμβὰν ἂν, εἰ καιρὸς ὑπῆρξε, φαίνεται, μηδὲν ἧττον φυλάττεσθε.
因此,如果这件事实际上已经发生在你们身上,你们理所当然地会认为此后必须防备他们;同样,既然现在显而易见,只要时机允许,这件事就本会发生,那么你们就应该同样防备他们。
ὧν τε γὰρ τοῖς Θηβαίοις ἀπεμνημονεύκασι κεκοινωνήκατε δή που καὶ ἡ ἐξ ἀρχῆς οἰκεία διαφορὰ πρόσεστιν.
因为对于他们向忒拜人记恨的事,你们无疑也共同参与了,而且你们之间最初固有的不和也加在其中。
ὥσθʼ ὅσῳπερ ἂν τοῖς Θηβαίοις πικρῶς ἔχωσι, διπλάσιον χρὴ δοκεῖν ὑμῖν ὃ νῦν διὰ τὴν χρείαν ἐπικρύπτονται.
所以,他们对忒拜人有多么痛恨,你们就必须认为,他们现在因需要而隐瞒的对你们的痛恨要加倍。
ἔτι τοίνυν Θηβαίους μὲν οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας, οὐδὲ παρʼ ἑκόντων τῶν Ἑλλήνων, ὑμᾶς δὲ πολλοῖς ἔτεσι μείναντας ἐπʼ αὐτῆς, τὸ μὲν πρῶτον εὐνοίᾳ λαβόντας, τὸ πλέον δʼ ὕστερον δυνάμει κατασχόντας·
再者,他们知道忒拜人从未获得过霸权,也从未得到希腊人自愿的承认,而你们却在霸权之位上维持了许多年,起初是凭着好意获得的,后来主要靠力量来维持。
λέγουσι δʼ ἀεὶ πάτριον εἶναι σφίσιν ἡγεῖσθαι τῶν Ἑλλήνων, καὶ τοῦτο μὲν ἐν τῷ πρὸς τὸν Πέρσην πολέμῳ κατʼ ἀμφότερα ἡγοῦντο, τοῦτο δʼ ἡνίκα τὴν ἡμετέραν ἀρχὴν κατέλυσαν.
而他们总是说,领导希腊人是他们的祖传特权,在对波斯人的战争中,他们在陆海两方面都领导了希腊人,而在他们摧毁我们的帝国时也是如此。
ταῦτʼ οὖν οὐ πάσης ἀδείας ἐστὶ μεστὰ, οὐδʼ ὅσην οἴεταί τις εὐμάρειαν ἔχει.
因此,这些事情难道不是充满了各种不安吗? 难道包含着某些人所认为的轻易吗?
Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέσθαι δοκοῦσιν ὡς οὐ χρὴ τῶν ἡμετέρων οὐδὲν παρασπᾶν, οὐδʼ ἐμβαίνειν εἰς τὴν θάλατταν, ἣ πᾶσι μᾶλλον ἢ ʼκείνοις προσήκει.
在我看来,忒拜人自己也像是我们的顾问,认为我们不应该夺走我们的任何财产,也不应该进入大海,因为大海属于任何人,而不是他们。
ἃ γὰρ μὴ συνίσασιν αὑτοῖς ποτε σχοῦσι, ταῦτʼ οὐδὲ ζητεῖν ἀξιώσουσι· Λακεδαιμονίοις δʼ ἐπεξιόντες καὶ τἀκείνων καθαιροῦντες οὐκ ἀξιώσουσιν οὐδένα αὐτοῖς νεμεσᾶν.
因为他们自知从未拥有过的东西,他们甚至不屑去追求;但他们去袭击拉刻代蒙人并摧毁他们的势力,他们不认为任何人有理由怨恨他们。
εἰ φαίνονται τοίνυν ἐκ τούτων Θηβαῖοι μὲν Λακεδαιμονίοις, οὐχ ὑμῖν, κακόνοι, Λακεδαιμόνιοι δʼ ὑμῖν πολὺ μᾶλλον ἢ Θηβαίοις, πῶς οὐ κατʼ ἀμφότερα τὰ Θηβαίων αἱρετώτερα;
因此,如果从这些情况来看,显而易见忒拜人是对拉刻代蒙人怀有敌意,而不是对你们,而拉刻代蒙人对你们的敌意远甚于对忒拜人,那么从这两方面来看,忒拜人的同盟岂不是更值得选择吗?
αὐτὸ γὰρ τοῦτο τὸ τοὺς ὑμετέρους ἐχθροὺς μισοῦντας ὑπάρχειν αὐτοὺς πῶς οὐ σφόδρα ὑπὲρ ὑμῶν ἐστιν, ἄνευ τοῦ μηδὲν ὑπολείπεσθαι πρὸς ὑμᾶς πρᾶγμʼ αὐτοῖς;
因为正是这一事实——他们本身就痛恨你们的敌人——这岂不是极大地有利于你们吗? 更不用说他们和你们之间没有留下任何纠纷。
ἔστι τοίνυν καὶ παρʼ αὐτῆς τῆς πρεσβείας μαρτυρία τις ὑπάρχουσα.
此外,从使节团本身也可以得到某种证言。
νυνὶ γὰρ Λακεδαιμονίους μὲν ἡ συμφορὰ δεῦρʼ ἦχε καὶ ὁ καιρὸς, ὃ πίστεως οὐδεμιᾶς ἐστι δεῖγμα οὐδὲ τοῦ φιλανθρώπως ἔχειν ὑμῖν, Θηβαῖοι δὲ νενικηκότες ἥκουσι καὶ παρακαλοῦσι μετέχειν ὑμᾶς ὧν ηὐτυχήκασιν· §460οὗ τί γένοιτʼ ἂν μεῖζον σύμβολον τοῦ πιστῶς ἔχειν ὑμῖν;
因为现在,是不幸和时机驱使拉刻代蒙人来到这里,这并不是任何信任的证明,也不是对你们怀有善意的表现;而忒拜人是在取得胜利之后到来的,并邀请你们分享他们通过好运所获得的一切:还有什么比这更能作为他们对你们忠诚的巨大象征呢?
ἆρʼ οὐκ ἐξ ἁπάντων ἀδεέστερα καὶ ἀδολώτερα φαίνεται;
从所有方面来看,这难道不是显得更安全、更无欺诈吗?
εἰ δὲ δεῖ πρὸς ἀναιδῆ διαβολὴν εὐγνωμοσύνης ὑπερβολῇ χρήσασθαι, τὸ μὲν μέλλον ἀφῶμεν·
但是,如果为了应对无耻的诽谤,我们必须使用极大程度的宽宏大量,那么我们就把未来放一放吧。
πολλὰ γὰρ ἐν τῷ παντὶ χρόνῳ γένοιτʼ ἂν ἃ καὶ προειδέναι ἀμήχανον καὶ προπιστεύειν οὐκ ἔνεστιν·
因为在所有时间里,可能会发生许多既无法预知又无法提前信任的事情。
ἐκ δὲ τῶν ἤδη γεγενημένων καὶ περὶ ὧν οὐδεμία τίς ἐστιν ἀμφισβήτησις, Θηβαίους αἱρούμενοι τὰ δίκαια ποιήσοντες ἐσμὲν δῆλοι, τοῦτο μὲν ἀνθʼ ὧν ὑπῆρξαν εἰς ὑμᾶς εὐεργεσιῶν, τοῦτο δὲ ἀνθʼ ὧν διὰ ταῦτα καὶ πρότερον αὐτοὺς προσηκάμεθα, τοῦτο δὲ ἀνθʼ ὧν Λακεδαιμόνιοι καὶ ἡμῖν ἀμέτρως κἀκείνοις ἀδίκως κέχρηνται.
但从已经发生的事情以及毫无争议的事情来看,我们选择忒拜人显然是在行正义之事:一方面是为了报答他们对你们施予的恩惠,另一方面是为了报答因为这些恩惠我们先前也接纳了他们,再一方面是因为拉刻代蒙人对我们无度、对他们无义地行事。
εἰ δʼ ὑπὲρ μὲν τοῦ μέλλοντος οὐκ ἐνέσται διισχυρίσασθαι, τὰ παρελθόντα δὲ ἀφʼ ὧν τὸ δίκαιον κρίνεται σιωπᾶν ἡμῖν προστάξουσιν οἱ μέχρι τοσούτου φιλοῦντες Λακεδαιμονίους, ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον, ἄλλο τι λοιπὸν ἢ νεύματι τὴν βοήθειαν δεήσει δεικνύναι;
但是,如果对于未来我们无法强求,而那些热爱拉刻代蒙人、甚至认为应当减少对忒拜人仇恨的人们,却命令我们对据以判定正义的过去保持沉默,那么除了用示意来表达援助之外,还剩下什么呢?
οὐ γὰρ εἰπεῖν γε δήπουθεν οὐδὲν ἐξέσται.
因为我们甚至根本不被允许说任何话。
καὶ τίς ἂν ταύτης τῆς ἀλογίας ἀνάσχοιτο;
谁能忍受这种荒谬呢?
ἄξιον δʼ ἐτάσαι τὴν Λακεδαιμονίων δεινότητα καὶ τὸν τρόπον ὅντινα ἀεὶ χρῶνται τοῖς πράγμασιν.
但我们应当审视拉刻代蒙人的狡黠以及他们对待事务所一贯使用的方式。
οὗτοι πολεμήσαντες ἡμῖν πολέμους δύο, τόν τε Δεκελεικὸν τὸν πρότερον καὶ τὸν ὕστερον τουτονὶ τὸν Κορινθιακὸν, πῶς ἐχρήσαντο ἀμφοτέροις;
这些人与我们打了两场战争,即先前的德凯利亚战争和后来的这场科林斯战争,他们是如何对待这两场战争的?
ἐπʼ ἐκεῖνόν τε βασιλέα σύμμαχον ἐκάλεσαν, διʼ οὗ μάλιστα ἡγοῦντο ἡμᾶς καταλύσειν, καὶ τοῦτον διὰ τοῦ αὐτοῦ τούτου κατέθεντο πέμψαντες Ἀνταλκίδην, ὃς ἐξέδωκε τοὺς Ἕλληνας αὐτῷ, μισθὸν τῆς εἰρήνης, καὶ ταύτην τελευτὴν ἀμφοτέροις ἐπέθηκαν.
在第一场战争中,他们请求国王作为盟友,他们认为最能通过他来摧毁我们;而在第二场战争中,他们通过这同一位国王,派遣安塔尔基达斯来结束战争,安塔尔基达斯将希腊人拱手让给了他,作为和平的代价,他们为这两场战争加上了这样的结局。
εἶτα Λακεδαιμονίους μὲν οὐδὲν κωλύσει διʼ ὅτου ποτʼ ἂν οἴωνται τρόπου πλέον ἕξειν, τούτῳ χρῆσθαι, ἡμεῖς δʼ εἴ τινας τῶν ὑπαρχόντων ἰσχυροὺς ἡ τύχη πεποίηκε, τούτους ἐγκαταλείψομεν;
那么,当拉刻代蒙人不会被任何事情阻止去使用他们认为能占便宜的任何方式时,我们却要抛弃命运使之强大的现有同盟者吗?
καὶ μὴν οὐ τηλικοῦτόν ἐστι τὸ Ἀθηναίους Θηβαίοις προσθέσθαι κατὰ Λακεδαιμονίων, ἡλίκον τὸ Λακεδαιμονίους τῷ Πέρσῃ προσθεμένους ἐκδοῦναι τοὺς Ἕλληνας.
而且,雅典人为了对抗拉刻代蒙人而加入忒拜人这一方,绝不像拉刻代蒙人为了加入波斯人而拱手让出希腊人那样严重。
ἢ ὅμοιον Ἴωνας καὶ Αἰολέας καὶ Δωριέας προέσθαι διαπραττομένους αὐτούς τι καὶ μηδένας ἀνθρώπων προδιδόντας τοῖς
难道说,抛弃伊奥尼亚人、埃奥利斯人和多利斯人以求自己成事,与不背叛任何人、不把他们出卖给……是一样的吗?

词汇与语法注释

  1. §459ἂν ἑκόντες — 属于前一分句结尾的 ἀπέσχοντο(省略为 ἀπέσχοντʼ)之后伴随 ἄν 的虚拟语气/直陈过去时归结从句的一部分,表示违背事实的推测,意为“他们绝不会心甘情愿地克制自己”。
  2. §459ὧν ... κεκοινωνήκατε — 关系代词 ὧν 被吸引为属格(作为 κεκοινωνήκατε 的属格宾语),其先行词被省略,指代“他们对忒拜人所记恨的事物”。
  3. §460ὅσον τοῦ Θηβαίους μισεῖν ἀφελεῖν ἦν ἄξιον — 由 ὅσον 引导的程度从句,意为“达到应当减少对忒拜人仇恨的程度”,讽刺了那些因盲目偏袒斯巴达而失去公正判断的人。

引用这一段

阿里斯·台德斯, 留克特拉演说四 §459-460. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg036.humanitext-grc2:459-460

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。