Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说四 §457-458

斯巴达的不义与忒拜的信誉

第 1 段,共 5 段 · 希腊语

内容简介

本章节反驳了主张与斯巴达结盟的演说家,结合历史事实论证了忒拜比斯巴达更值得信赖。演讲者揭露了斯巴达占领卡德摩斯堡等不义行径,并警告雅典人斯巴达才是真正的威胁。

§457εἰκότως, ὦ Ἀθηναῖοι, πολλῶν λόγων ἐδέησε τοῖς ὑπὲρ τῶν Λακεδαιμονίων λέγουσιν, οὐ γὰρ ἦν ἄρα ἁπλᾶ ὥσπερ τὰ Θηβαίων, ἀλλʼ ἐδεῖτό τινος κομψοτέρου μοι δοκεῖν ῥήτορος.
雅典人啊,理所当然,为拉刻代蒙人辩护的人需要长篇大论,因为他们的境况显然不像忒拜人那样简单,而在我看来,需要一位更巧妙的演说家。
ἐγὼ δʼ εἰμὶ μὲν, ὦ Ἀθηναῖοι, τῶν οὐ πρότερον φίλους Θηβαίους ἤπερ ὑμεῖς ἅπαντες κρινάντων, ὁρῶ δὲ τοῖς μὲν Λακεδαιμονίοις ἐνυπάρχον εἰς τὴν βοήθειαν τὸ μὴ δεῖν μνησικακεῖν, τοῖς δὲ Θηβαίοις αὐτό τε τοῦτο καὶ τὸ ὧν εὖ πεπόνθαμεν δεῖν μεμνῆσθαι.
雅典人啊,虽然我是那些不比你们所有人更早把忒拜人判定为朋友的人之一,但我看到,对于拉刻代蒙人来说,不应记恨是他们获得援助的理由,而对于忒拜人来说,不仅有这同一条理由,而且还有我们应当记住曾受其恩惠的理由。
ὥστʼ εἰ πεπαῦσθαι δεῖ μισοῦντας, πάλαι πεπαύμεθα Θηβαίους· καὶ εἰ Λακεδαιμονίοις ἰσχυρὸν τὸ μηκέθʼ ὑμᾶς κακῶς ποιεῖν δύνασθαι, πολὺ Θηβαίοις ἰσχυρότερον τὸ βουλομένους εὖ ποιεῖν ἐκ πολλοῦ πεφηνέναι.
因此,如果说我们应该停止仇恨,那我们早已停止仇恨忒拜人了;如果说对于拉刻代蒙人而言,不再能伤害你们是一个强有力的论据,那么对于忒拜人而言,长久以来就显露出想要善待你们的意愿,则是一个更为强有力的论据。
ἐκείνους μὲν οὖν μηκέτʼ ἐχθροὺς νομίζειν παραινοῦσιν οὗτοι, τούτους δʼ ὁρῶ φίλους ὑπάρχοντας πρὶν καὶ καλεῖν ἡμᾶς.
因此,这些人劝告我们不要再把前者视为敌人,而我却看到后者在我们召唤之前就已经作为朋友存在了。
εἰ δὲ τοσοῦτον δύναται τὸ τὴν ἔχθραν καταθέσθαι, ὥστʼ εὐθὺς συμμάχους ἔχειν ὑμᾶς, τό γε ἐσχηκέναι πρότερον τοὺς ἑτέρους, ὃ νῦν οὗτοι σπουδάζουσι, ποῦ θήσομεν;
如果放下仇恨有如此大的力量,以至于能立刻使你们获得同盟者,那么,对于先前就已经拥有另一方这件事——这正是他们现在努力想在前者身上实现的——我们又该如何评价呢?
καὶ οὐκ ὀφείλειν, ὦ Ἀθηναῖοι, χάριν ὑμᾶς Θηβαίοις τε καὶ Ἀργείοις καταλέγω, πολὺ γὰρ μᾶλλον ὑμῖν Θηβαίους ὀφείλειν νομίζω, ἀλλὰ τοῖς ὑπηργμένοις ὑμῖν πρὸς ἀλλήλους ἀκόλουθα ταῦτʼ εἶναί φημι καὶ προσήκοντα.
雅典人啊,我并不是说你们欠了忒拜人和阿耳戈斯人的恩情,因为我认为忒拜人欠你们的要多得多,但我认为这些事情与你们彼此之间已有的贡献是一致且相符的。
θαυμάζω δʼ εἴ τις τὸ μὲν φίλους καὶ συμμάχους ἡμῖν εἶναι Θηβαίους φοβεῖται νομίζων ἰσχυροὺς εἶναι, τὸ δʼ ἐχθροὺς καὶ πολεμίους §458καταστῆναι συμφέρον κρίνει, καὶ Λακεδαιμονίοις μὲν πολεμοῦντας δέδοικεν αὐτοὺς, ἐφʼ ὑμᾶς δʼ ὅπως ἥξουσι διαπράττεται, καὶ φυλάττεσθαι μὲν κελεύει μή ποθʼ ὕστερον ὑμῖν πολεμήσωσιν, ἤδη δὲ εἰς τοῦτο καταστῆναι προτρέπει, καὶ Λακεδαιμονίοις μὲν κελεύει θαρρεῖν κοινωνοῖς ἐπὶ Θηβαίους, ὧν ἐλάττους αὐτούς φησιν εἶναι, Θηβαίοις δʼ ἐπὶ τούτους οὐκ ἐᾷ θαρρεῖν, ὥσπερ τὰς τῶν ἀσθενεστάτων συμμαχίας μάλιστʼ ὠφελούσας, ἀλλʼ οὐ τὰς τῶν οἵους εἶναι Θηβαίους φασὶν οὗτοι.
但我感到惊讶的是,有人一方面因为认为忒拜人强大而害怕他们成为我们的朋友和同盟,另一方面却认为他们成为我们的仇敌和对手是有利的,并且在他们与拉刻代蒙人交战时害怕他们,却又促成他们来进攻你们,一方面叮嘱你们要防备他们日后对你们宣战,另一方面却又敦促你们立刻陷入这种状态,一方面要求你们信任拉刻代蒙人作为对抗忒拜人的伙伴(他说拉刻代蒙人比忒拜人弱),另一方面却不允许你们信任忒拜人对抗拉刻代蒙人——仿佛最弱者的同盟最有利,而像他们所说的那样强大的忒拜人的同盟却无用。
ἐρωτῶσι δὲ τίς ἐγγυητής ἐστι τοῦ Θηβαίους ἐφʼ ἑαυτῶν μένειν, ὥσπερ οὐκ ἐξὸν ἡμᾶς ἀντερωτῆσαι τίς δʼ ἐγγυητής ἐστι τοῦ Λακεδαιμονίους ἐφʼ αὑτῶν μένειν, ἄνπερ τοῦτον τὸν πόλεμον διαθῶνται.
他们还问,谁是忒拜人固守本分的保证人,仿佛我们不能反问,如果他们结束了这场战争,谁又是拉刻代蒙人固守本分的保证人一样。
καὶ μὴν τὸ μέλλον μὲν ἄδηλον, ᾧ πολλῷ χρῶνται κατὰ τῶν Θηβαίων, εἰ δὲ δεῖ τὸ προχείρως βλασφημεῖν καὶ φιλονεικεῖν ἀφιέντας αὐτὰ τἀληθῆ σκοπεῖν, πολὺ πλείων πίστις ἐστὶ Θηβαίοις ἢ Λακεδαιμονίοις·
再者,未来是不可预测的,他们正极力利用这一点来反对忒拜人。 但是,如果我们要抛弃轻率的诽谤和争强好胜,去考察事实真相本身,那么忒拜人就比拉刻代蒙人更值得信任得多。
καὶ τούτου μάρτυρας ὑμῖν αὐτοὺς τοὺς ἀντιλέγοντας παρέξομαι.
而关于这一点,我将向你们提供反对者本身作为证人。
εἰ γάρ τις αὐτοὺς ἔροιτο, εἰπέ μοι, καλῶς ἐποίησαν Λακεδαιμόνιοι τὴν Καδμείαν καταλαβόντες, εἰ φυλάττουσι τὸ ἀρτίως σχῆμα τὸ πλαστόν;
因为如果有人问他们:“请告诉我,如果拉刻代蒙人要维持他们近来虚构的表象,那么他们占领卡德摩斯堡是做得对吗?
οὐ καλῶς, ἐροῦσι δή που.
”他们无疑会说:“不对。
διὰ τί, εἴ τις αὐτοὺς ἐπανέροιτο, παρεσπόνδησαν, φήσουσι.
”如果有人再追问:“为什么? ”他们会说:“因为他们违背了协定。
τί γὰρ ἄλλο;
”还能怎么说呢?
οἷς τοίνυν οὐκ ἂν ἔξαρνοι γένοιντο ὑπὲρ αὑτῶν ὡς οὐκ ἠδικήκασι, τούτοις ἥν φημι μαρτυρίαν παρέχονται.
因此,通过那些他们无法为自己辩白说没有作恶的事实,他们提供了我所说的证据。
ἴστε γὰρ δή που τοῦθʼ ὅτι ἐν εἰρήνῃ καὶ σπονδαῖς μάλιστα οἱ τὰ δίκαια ποιεῖν βουλόμενοι κρίνονται·
因为你们无疑知道,正是在和平和条约之中,那些想要行正义的人才最能得到检验。
ἐν γὰρ τοῖς πολέμοις οὐχ ὁ τρόπος κύριος, ἀλλʼ ὅσʼ ἂν ἡ τύχη δῷ καὶ ὁ καιρὸς, ταῦθʼ ἕκαστοι μεταλαμβάνουσιν.
因为在战争中,起主导作用的不是人的品性,而是每个人都在分享运气和时机所给予的一切。
ὁπότʼ οὖν ὅτʼ ἦσαν ἀμφότεροι κύριοι γνώμης, Θηβαῖοι μὲν τὰ αὑτῶν πράττειν οἰόμενοι δεῖν ἐφάνησαν, Λακεδαιμόνιοι δʼ ἐπιόντες καὶ πλεονεκτοῦντες, πῶς οὐ τῷ παντὶ δεῖ νομίζειν πιστοτέρους Θηβαίους, καὶ τὸν φόβον τοῦτον ἐπὶ τοὺς Λακεδαιμονίους μεταθεῖναι, μή ποτε εὐπορήσαντες δυνάμεως ταυτὸν καὶ πρὸς ἡμᾶς πράξωσι;
因此,当双方都能主宰自己的意志时,忒拜人显然认为应当尽自己的本分,而拉刻代蒙人却侵略并贪得无厌,既然如此,我们怎能不认为忒拜人完全更值得信任,并把这种恐惧转移到拉刻代蒙人身上——担心他们一旦获得充足的力量,也会对我们做出同样的事呢?
καὶ γὰρ οὐδὲ ἐκείνῳ ἔγωγʼ ἂν πεισθείην, ὡς διὰ Βοιωτίας μὲν διεξιόντες τότʼ εἰσῆλθον εἰς Θηβαίους τῷ καιρῷ χρησάμενοι, ὑμῶν δʼ εἰ τὸν αὐτὸν τοῦτον ἔσχον, ἀπέσχοντʼ
因为我绝不相信以下说法:他们当时穿过维奥蒂亚,利用时机进入了忒拜,但如果他们对你们也拥有同样的时机,他们却会克制自己。

词汇与语法注释

  1. §457μοι δοκεῖν — 不定词的绝对用法,用作插入语,意为“在我看来”或“依我之见”。
  2. §457ὧν εὖ πεπόνθαμεν — 关系代词的格同化。省略了作 μεμνῆσθαι 宾语的属格代词先行词 τούτων,关系代词 ἃ(本应为作 εὖ πεπόνθαμεν 直接宾语的对格)被同化为先行词的属格,因而写作 ὧν。
  3. §458ὥσπερ οὐκ ἐξὸν ἡμᾶς ἀντερωτῆσαι — 采用非人称动词 ἔξεστι 的现在分词中性单数对格形式 ἐξόν 的对格绝对分词结构。与连词 ὥσπερ 结合,表示与事实相反的假设:“仿佛我们不被允许反问一样”。
  4. §458οἷς τοίνυν οὐκ ἂν ἔξαρνοι γένοιντο ὑπὲρ αὑτῶν ὡς οὐκ ἠδικήκασι — 关系代词 οἷς 是中性复数与格,表示手段或原因。形容词 ἔξαρνος(“否认”)后接带有否定词的从句 ὡς οὐκ ἠδικήκασι,意为“通过那些他们无法为自己否认说没有作恶的事实”(即他们无法否认自己的不义行为)。
  5. §458ὑμῶν δʼ εἰ τὸν αὐτὸν τοῦτον ἔσχον, ἀπέσχοντʼ — 与事实相反的条件句。在主句部分 ἀπέσχοντʼ(即 ἀπέσχοντο,动词 ἀπέχω 的中动词不定过去时直说发,意为“克制、收敛”)中,语气助词 ἂν 或者是从前面主句的 ἂν πεισθείην 处延伸过来而被理解,或者是在这种与事实相反的推论中被省略了。

引用这一段

阿里斯·台德斯, 留克特拉演说四 §457-458. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg036.humanitext-grc2:457-458

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。