Humanitext Reader

阿里斯·台德斯 · 留克特拉演说三 §448-449

底比斯的崛起与对斯巴达的适度惩罚

第 1 段,共 5 段 · 希腊语

内容简介

在雅典公民大会上,演说者探讨了雅典针对崛起中的底比斯和衰落中的斯巴达的外交政策。他主张雅典不应受过去恩怨的束缚,而应适度惩罚斯巴达,以防止底比斯过度强大并确保自身的利益。

§448μεθʼ ὑμῶν, ὦ Ἀθηναῖοι, σκεψόμενος παρῆλθον ποτέροις δεῖ με συνειπεῖν.
雅典人啊,我登上讲坛,是为了与你们一同考量,我应当支持哪一方。
ἡγοῦμαι δὲ καὶ ὑμᾶς ὀρθῶς ἄν τι ποιεῖν, εἰ μὴ τοῖς πάλαι κεκρικόσι μηδὲ τοῖς ἐφʼ ἑαυτῶν προσέχοιτε, ἀλλὰ τοῖς τὰ συμβησόμενα ἐκ τῶν λογισμῶν ἀναμένουσι.
我认为,如果你们不关注那些很久以前做出决定的人,也不关注那些只顾眼前私利的人,而是关注那些通过推算来预见未来将要发生之事的人,你们也将会做出正确的举动。
τὸ γὰρ ταυτὰ συμβουλεύειν ὑμῖν τε καὶ αὑτῷ, τοῦτʼ εἶναί μοι δοκεῖ σκοπεῖν ἐν κοινῷ περὶ τῶν πραγμάτων, μὴ προκατειλημμένον.
因为向你们和向我自己提出相同的建议,在我看来,正是无需先入为主地共同讨论这些事务。
οὐκοῦν Λακεδαιμόνιοι μὲν, ὡς ὑμεῖς τε ἠκούσατε κἀγώ φημι, παρεσπόνδησαν τὴν Καδμείαν κατασχόντες, καὶ πλεονεξίας ἐπίδειγμα ἐποιήσαντο οὐχ ἧττον ἢ Θηβαῖοι παρελθόντες εἰς Πλαταιάς ποτε·
那么,正如你们所听到且我所断言的那样,拉栖代梦人通过占领卡德米亚而背弃了盟约,并且展示了他们的贪婪,其程度不亚于以往底比斯人侵入普拉提亚之时。
Θηβαῖοι δʼ οὕτως ἰσχυροὶ γεγόνασιν ὡς συνενηνοχέναι αὐτοῖς ἀδικηθεῖσιν.
然而底比斯人已经变得如此强大,以至于他们所遭受的不公反而对他们有利。
ἐχόντων δὲ οὕτω τούτων ἡ κατηγορία μὲν ἐν Λακεδαιμονίοις, φόβος δʼ ἐν Θηβαίοις ἐστίν.
在这种情况之下,谴责在于拉栖代梦人,而恐惧则在于底比斯人。
εἰ μὲν οὖν δικάζομεν αὐτοῖς, ἠδικηκέναι τοὺς Λακεδαιμονίους ψηφιζόμεθα καὶ δικαίως ἃ πεπόνθασι πεπονθέναι·
因此,如果我们是在审判他们,我们就会投票裁定拉栖代梦人行了不义,且他们所遭受的一切都是咎由自取。
εἰ δὲ μέμικταί τι βουλῆς καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἡμῖν, οὐκ αὐξήσομεν τοὺς Θηβαίους οὐδὲ τῆς Λακεδαιμονίων ἀγνωμοσύνης κληρονόμους ποιήσομεν.
但如果我们的考量中也掺杂了某些为了我们自身的利益,我们便不会去壮大底比斯人,也不会使自己成为拉栖代梦人愚蠢行径的继承者。
οὐ γὰρ εἰ δικαίως ἐκείνους ἀναιρήσουσι, τοῦτο σκεψόμεθα, ἀλλʼ εἰ ταυτὸν τοῦτο καὶ ἡμᾶς ἀδίκως ποιῆσαι δυνήσονται, τοῦτο φοβησόμεθα·
因为我们不应当考虑他们是否会公正地消灭那些人,而应当害怕他们是否能够不公正地对我们做出同样的事。
καὶ τὸ παράδειγμα ὃ νῦν ἡμᾶς πεποίηκε τοῖς Θηβαίοις συναλγεῖν οὐ βουλησόμεθα ἐλθεῖν ἐφʼ ἡμᾶς, τῶν νῦν ἀνθελκόντων ἐκποδὼν γενομένων.
我们也不会希望如今使我们同情底比斯人的那个先例,落到我们自己头上,尤其是在那些如今牵制他们的人已经被铲除的时候。
ἐγκλήματα δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ μὲν ὑμῖν ὑπάρχει πρὸς Θηβαίους, πολλὰ δὲ πρὸς Λακεδαιμονίους, πρὸς ὁποτέρους δὲ πλείω καὶ μείζω οὐ διαφέρομαι, πλὴν οἶδʼ ὅτι εἰ ἓν ὧν ἐπεχείρησαν Θηβαῖοι κατώρθωσαν, οὐκ ἂν νῦν ἐβουλευόμεθα.
雅典的男子汉们,你们对底比斯人有许多怨恨,对拉栖代梦人也有许多怨恨;至于对哪一方的怨恨更多、更大,我并不争论,只是我知道,如果底比斯人企图的事情中哪怕有一件成功了,我们现在就不会在这里商议了。
ἀλλʼ ἐάσω τό γε μηδʼ ἔργῳ συμβὰν θεῶν τινος μεγάλῃ προνοίᾳ· πάλιν δέ με ὕπεισιν ὡς οὐδʼ αὐτοῦ τούτου παντάπασιν §449ἀναίτιοι Λακεδαιμόνιοι.
但是,由于某位神明的伟大眷顾,我将不再提及那些并未实际发生的事;然而另一方面,我再次想到,即便对于这件事本身,拉栖代梦人也并非完全毫无责任。
τὸ γὰρ εἰς τοῦτο ἀγαγεῖν τὴν πόλιν ὥστʼ ἔχειν Θηβαίους ταῦτʼ ἀποφήνασθαι περὶ αὐτῆς ὑπάγει δικαίως αὐτοὺς τῆς μέμψεως τῇ κοινωνίᾳ.
因为将城邦带入如此境地,以致底比斯人能对她做出这些声明,这理所当然地使他们共同承担了这份谴责。
ἀλλὰ τοῦ μὲν εἰς τοῦτʼ ἀγαγεῖν ἡμᾶς μέτεστι καὶ Θηβαίοις τοῖς συμπολεμήσασιν αὐτοῖς, τοῦ δὲ φείσασθαι τὸ λοιπὸν οὐκέτʼ ἔχουσι Λακεδαιμόνιοι τούσδε κοινωνούς.
但是,虽然与他们共同作战的底比斯人在将我们带入此种境地一事上也有份,但在未来宽恕我们这方面,拉栖代梦人却不再拥有这些合伙人。
καὶ μὴν οὐδʼ ἐκεῖνό γε προσδέξομαι ὅτι Θηβαίων εἷς εἶπε ταῦτα.
而且,我甚至不能接受“这只是底比斯人中的某一个人说了这些话”这一说辞。
ἃ γὰρ Πλαταιὰς πρότερον διέθεσαν, τοιαύτην ἀναχώρησιν οὐκ ἀπολείποντʼ αὐτοῖς οὐδὲ σκῆψιν, οὐδὲ τοιοῦτον τὸν ὑπὲρ τῆς περὶ ἡμῶν ψήφου λόγον δείκνυσιν ὄντα.
因为他们以前对待普拉提亚的方式,并未给他们留下这样的退路或借口,也没有表明他们关于针对我们的投票的讨论具有此种性质。
εἴποιεν δʼ ἂν καὶ περὶ τῆς παλαιᾶς αἰτίας ὡς οὐκ ἀπὸ πάντων ἦν, ἀλλʼ οἱ προεστηκότες αὐτῶν ἐμήδιζον·
他们也可能会就古老的指控辩解说,这并非出于所有人,而是他们的领导人倒向了波斯。
εἰ δʼ ὑπὲρ ὧν μὲν προὔδοσαν τοὺς Ἕλληνας καὶ ὑπὲρ ὧν τοὺς δεῖνας ἀνεῖλον καὶ ὑπὲρ ὧν ἡμᾶς ἐμέλλησαν, τοῖς πρώτοις ἐκείνοις ἀκόλουθα ποιοῦντες, καὶ εἴ τι ὅλως ἠγνωμονήκασιν, ὑπὲρ μὲν τούτων τοὺς προεστηκότας προβαλοῦνται, ὅταν δέ τις τοῦ Πειραιῶς μόνον μνησθῇ, πάντες ἥξουσι περὶ ὧν δή που καὶ εἷς τις καὶ δεύτερος εἶπε, μάτην πάντες εὐήθεις κέκληνται τὰ κράτιστα ὄντες σοφοί.
但是,如果一方面,对于他们背叛希腊人、屠杀某些人、以及他们意图对我们做出的与最初行径一脉相承的事,甚至对于他们所犯下的一切愚蠢行径,他们都拿领导人当挡箭牌,而另一方面,一旦有人仅提到比雷埃夫斯,他们就都会跑来邀功,声称这不过是一两个人说过的话,那么,他们虽然实际上极其精明,却被称为傻子,就实在是太冤枉了。
ἄλογον δέ μοι φαίνεται, πρὸς ἀμφοτέρους ὄντων ἐγκλημάτων ἡμῖν, Λακεδαιμονίοις μὲν ἐπεξεληλυθέναι καὶ δίκην ἐζητηκέναι λαβεῖν, Θηβαίους δὲ ἀφεῖναι καθάπαξ, καὶ τοσοῦτον ὑπερβαλεῖν ἐκείνοις ὀργιζομένους ὥστʼ ἀδικήσειν ἡγεῖσθαι, εἰ μὴ μέχρι παντὸς τοῖσδε συνεστήξομεν.
在我看来,当我们对双方都有怨恨时,却对拉栖代梦人穷追不舍并寻求惩罚,而彻底放过底比斯人,并且对前者的愤怒超出如此之多,以至于认为除非我们与后者并肩作战到底,否则我们就是在行不义,这显然是不合情理的。
ἐγὼ μὲν γὰρ οἶμαι δεῖν μέχρι τούτου τιμωρεῖσθαι Λακεδαιμονίους μέχρι οὗ μὴ τοὺς Θηβαίους ἀθώους παντάπασιν ἀφήσομεν.
因为我认为,我们惩罚拉栖代梦人,应当仅限于不让底比斯人完全免受惩罚的程度。
φοβοῦμαι δὲ μὴ Θηβαίοις γιγνόμενοι σύμμαχοι τοὺς ὑπάρχοντας ἡμῖν αὐτοῖς ἀπολέσωμεν.
而我担心,通过成为底比斯人的盟友,我们会失去我们已经拥有的盟友。
σκοπῶν γὰρ τὰς παλαιὰς αἰτίας, ἃς ἡμῖν ἐπήνεγκαν οἱ Ἕλληνες, ἄλλο μὲν οὐδὲν ἐχούσας εὑρίσκω, τοῦτο δὲ, μὴ μετρίως ἡμᾶς χρῆσθαί τισιν αὐτῶν.
因为当我审视希腊人曾对我们提出的陈年指控时,我发现它们除了这一点外别无其他实质:即我们未能适度地对待他们中的某些人。
ἔστι τοίνυν ἅπαντα ἅ τις ἂν τόθʼ ἡμῶν ἐξήτασεν, ἂν εἰς ταυτὸν συνθῇ τις, οὐδʼ ἐγγὺς τῆς νῦν ἐγχειρήσεως.
因此,当时任何人可能审查我们的所有事情,即使把它们加在一起,也根本无法与当下的企图相提并论。
τὸ γὰρ Λακεδαιμονίους ἀνελεῖν ἐθέλοντας φανῆναι τίς ἂν εἴποι πάντων τῶν πρὸς τοὺς ὑπηκόους τότʼ ἀηδῶν
因为对于表现出想要消灭拉栖代梦人这一点,在当时对我们的臣民所做的所有令人不快的事情中,谁能说

词汇与语法注释

  1. §448ἡγοῦμαι δὲ καὶ ὑμᾶς ὀρθῶς ἄν τι ποιεῖν — 作为思考动词 ἡγοῦμαι 宾语的“对格加不定式”结构。不定式 ποιεῖν 连用语气词 ἄν,代表潜在条件句的归结从句(相当于选择语气),意为“将会做出……”。其条件从句为后文的希求语气从句 εἰ μὴ ... προσέχοιτε。
  2. §448συνενηνοχέναι αὐτοῖς ἀδικηθεῖσιν — 不定式 συνενηνοχέναι 是动词 συμφέρω(有益、有利)的完成时形式,在此作不及物或无人称用法。它支配与格的 αὐτοῖς ἀδικηθεῖσιν(遭受不公的他们自己),表示“遭受不公反而对他们自身有利”。该结构位于表示结果的 ὡς 从句(οὕτως ... ὡς)中。
  3. §449τοὺς προεστηκότας προβαλοῦνται — 中动语态动词 προβάλλομαι 意为“在自己身前推作盾牌”,引申为“推托、以此为借口”。此处指底比斯人将过去的错误(如亲波斯行径)归咎于“他们的领导人(τοὺς προεστηκότας)”,以此作为挡箭牌。
  4. §449μέχρι τούτου ... μέχρι οὗ μὴ ... ἀφήσομεν — 表示限制的关联结构:μέχρι τούτου(到此种程度)与 μέχρι οὗ(到……的程度)相呼应。伴随否定词 μὴ 和将来时直说语气动词 ἀφήσομεν,它表达了一种条件限制:“只有在不让底比斯人完全免受惩罚的程度内(才去惩罚斯巴达)”。

引用这一段

阿里斯·台德斯, 留克特拉演说三 §448-449. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg035.humanitext-grc2:448-449

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。