§450μὴ οὐ πολὺ μεῖζον καὶ χαλεπώτερον εἶναι;
はるかに大きく、より耐え難いことではないと、誰が言えようか。
ὥστε πῶς ἡμῖν ἀκολουθήσουσιν οἱ τότʼ ἐκεῖνα δυσχεράναντες οὐ δύναμαι συνιδεῖν ἔγωγε.
したがって、当時それらのことに不快感を抱いていた者たちが、どうして今私たちに従うだろうか、私には理解できない。
καὶ γὰρ εἴ τινες αὐτῶν μισοῦσι Λακεδαιμονίους, ὡς εἶεν ἅπαντες τοῦτο πεπονθότες, καὶ νὴ Δίʼ ἴσως εἰσὶν οἱ πλείους διὰ τοὺς ἁρμοστὰς καὶ τὴν ἀπὸ Λυσάνδρου τότʼ ἐπήρειαν·
というのも、たとえ彼らの何人かがラケダイモン人を憎んでいるとしても、――あたかも全員がこの状態に陥っているかのようであり、誓ってゼウスよ、実際おそらくハルモステスや当時のリュサンドロスによる乱暴な振る舞いのために、大半の者がそうなのだろうが、――彼らが彼らを憎んでいるのは、おそらく彼ら自身が同じようなことを行う力を相手に持たせないようにするという、それぞれの安全のためである。
μέχρι μὲν τοῦ μὴ τὴν τοῦ ταὐτὰ ποιεῖν ἔχειν δύναμιν μισοῦσιν ἴσως αὐτοὺς τῆς αὐτῶν ἕνεκʼ ἀσφαλείας ἕκαστοι, ὥστε δὲ καὶ ἀπολωλότας καθάπαξ ἰδεῖν, οὔ μοι δοκοῦσιν, εἰδότες ὡς ἔχει τι σχῆμα τῇ Ἑλλάδι εἶναι τὴν Λακεδαιμονίων πόλιν.
しかし、彼らが完全に滅びるのを見ることを望んでいるとは、私には思われない。 ラケダイモン人のポリスがギリシアにおいてある種の格式を保っていることを彼らは知っているからである。
καὶ μὴν οὐδὲ ἐπʼ ἴσης Θηβαίοις τε καὶ ὑμῖν βουλευτέον ἐστὶ περὶ τούτων.
さらに、テーバイ人とあなた方とが、これらのことについて対等な立場で審議すべきではない。
πολὺ γὰρ μᾶλλον ἐκείνοις μικρῶν ἕνεκα αἰτιῶν τὴν ἐσχάτην δίκην ἁρμόττει λαβεῖν ἢ ὑμῖν τῶν μεγίστων μετρίαν.
というのも、彼らにとっては、小さな過失のために極刑を受けるのがはるかにふさわしく、あなた方にとっては、最大の過失に対して穏当な処分を課す方がはるかにふさわしいからである。
ἐὰν γάρ τις τὸ ἑκατέρων ἦθος προσλογίζηται τῇ πράξει, τὴν μὲν ἐκείνων μετρίαν, κἂν ᾖ χαλεπωτάτη, τὴν δʼ ὑμετέραν μεγίστην, κἂν μετρίως ἔχῃ, κρινεῖ·
なぜなら、もし誰かがそれぞれの性格を行為に加味して考慮するならば、彼らの穏当な処分は(たとえそれが最も厳しいものであっても)、あなた方の最大の処分は(たとえそれが穏当なものであっても)と判断されるだろう。
τοσοῦτον ὑμῖν μὲν φιλανθρωπίας, ἐκείνοις δὲ ὠμότητος περίεστιν.
それほどまでに、あなた方には人道が満ち溢れており、彼らには残虐さが満ち溢れているのである。
εἶτα κἀκείνοις μὲν ἀρχαῖόν ἐστι, μηδὲν τοῦ κοινοῦ τῆς Ἑλλάδος φροντίζειν, ἀλλʼ ὁπόθεν τι πλέον σχήσουσι, τοῦτο μόνον καθορᾶν, ὑμῖν δὲ προστάταις τῶν κοινῶν δικαίων οὖσι καὶ ὑπειλημμένοις οὐκ ἔνεστι παρορᾶν τὰ τοιαῦτα ὀργῆς ἰδίας ἕνεκα ἢ μέμψεως.
さらに、彼らにとっては、ギリシアの共通の利益を全く顧みず、ただどこからより多くの利益を得られるか、それだけを見据えることが古くからの習わしであるが、あなた方は共通の正義の擁護者であり、またそう見なされているのであるから、私憤や非難のためにこのような事柄を見過ごすことはできない。
πρὸς δὲ τὸ ἐρώτημα ἐκεῖνο, πότερον τοῖς ἐκ Πειραιῶς ἢ τοῖς ἐξ ἄστεος προσήκει σῶσαι Λακεδαιμονίους, ἀπεκρινάμην ἂν ἔγωγε ὅτι ἀμφοτέροις, εἴπερ εἰσὶν Ἀθηναῖοι.
また、「ペイライエウスからの者たちと市街からの者たちのどちらがラケダイモン人を救うのにふさわしいか」というあの問いに対しては、私は「もし彼らがアテナイ人であるならば、両方である」と答えるだろう。
καὶ γὰρ οὐδʼ ἐκεῖνο ἔχει λόγον, αὐτοὺς μὲν ἡμᾶς ὀμωμοκέναι καὶ πίστεσιν ἰσχυραῖς διωρίσθαι ἦ μὴν ταὐτὰ φρονήσειν καὶ μὴ μνησικακήσειν ἀλλήλοις, Λακεδαιμονίους δʼ ὥστʼ ἀνελεῖν ἀνακινεῖν τὴν τούτων μνήμην, ἃ συγκρύψειν συνεθέμεθα, καὶ μὴ λογίζεσθαι μηδὲ σκοπεῖν ὅτι ὁ ταῦτʼ ἐξετάζων ἀκριβῶς τὸ πιστὸν τῶν συνθηκῶν ἀναιρεῖ.
なぜなら、私たち自身が互いに同じ志を持ち、恨みを抱かないと誓い合い、強い信頼によって取り決めた一方で、ラケダイモン人を滅ぼすために、私たちがともに覆い隠すと合意したこれらの事柄の記憶を蒸し返し、これらを厳密に穿鑿する者が条約の信頼性を失わせるということを考慮もせず、検討もしないということは、全く理に合わないからである。
καὶ μὴν οὐδὲ οἱ δεδοικότες μὴ Θηβαῖοι τῶν παρʼ ἡμῶν ἁμαρτόντες βασιλέα καλέσωσι νοῦν ἔχοντα φόβον δεδίασιν.
また、テーバイ人が私たちとの関係で失敗した場合に王を呼び寄せるのではないかと恐れている人々も、理にかなった恐れを抱いているわけではない。
ἀλλʼ ἐμοὶ μὲν καὶ ἄτοπα δοκοῦσι πεπονθέναι, φοβούμενοι μὲν μή τινων εὐπορήσωσι συμμάχων, ὑμᾶς δὲ πείθοντες γενέσθαι τούτοις αὐτοὺς,
むしろ、彼らが何らかの同盟者を獲得することを恐れながら、皆さんを説得して自らが彼らの同盟者になるように仕向けているとは、私には奇妙な精神状態に陥っているように思われる。
§451καὶ μὴ λογιζόμενοι τοῦτο, ὅτι βελτίους ἂν ἦσαν, εἰ δεινὸν ἐνόμιζον ταύτῃ προσγενέσθαι τινὰ Θηβαίοις ὠφέλειαν, κωλύοντες μᾶλλον ἢ πορίζοντες.
そして、もし彼らがテーバイ人にこのような援助が加わることを恐ろしいことと考えているなら、それを妨げるよりもむしろ提供する方が勝っているということを考慮していない。
νῦν δὲ ὥσπερ οὓς ἂν φοβῆταί τις μὴ ποιήσῃ τις εὖ, τούτους αἱρεῖσθαι δέον, οὐχ οἷς ἄν τις καὶ ἄλλους προσγενέσθαι συνεύξαιτο, οὕτω ταῦτα παραινοῦσι.
しかし今、彼らは、誰かが善を施すのではないかと恐れる対象を自ら選ぶべきであるかのように、――他人が加わることを共に祈るような相手ではなく――、そのように勧告している。
καίτοι εἰ βασιλέα μὴ δύνανται κωλῦσαι βοηθεῖν, ἀλλʼ ὑμᾶς μὴ παρακαλεῖν ἠδύναντο.
とはいえ、もし王が援助するのを阻止できないとしても、あなた方に呼びかけないことはできたはずだ。
ἐγὼ δʼ οὐχ οὕτως ἀναισθήτους οὐδʼ ἔκφρονας εἶναι νομίζω Θηβαίους ὥσθʼ ὑπὲρ ἀρχῆς Λακεδαιμονίοις πολεμοῦντας βασιλεῖ περὶ δουλείας συμβαίνειν.
しかし、私はテーバイ人が、支配権のためにラケダイモン人と戦いながら、隷属について王と合意するほどに、無感覚で愚かであるとは考えていない。
καὶ γὰρ γελοῖον τούτους μὲν ζητεῖν ἀνελεῖν, ἵνα μὴ ἐμποδὼν αὐτοῖς ὦσιν, ἐκεῖνον δὲ καλεῖν ἐπὶ τοῖς ** ὃν ἴσασι δεσπότην ἕξοντες.
というのも、彼らが障害にならないように滅ぼそうとする一方で、自らの主君となることが分かっているあの者を[…に]呼び寄せるなど、滑稽極まりないからである。
τοσούτῳ γὰρ ἄμεινον περὶ ἡμῶν καὶ Λακεδαιμονίων βουλεύσονται, καλοῦντες βασιλέα σύμμαχον, ἤπερ αὐτοὶ περὶ αὑτῶν, ὅσῳ ἡμῖν μὲν τὸ ἀμύνασθαι γοῦν αὐτὸν καταλείψουσιν, αὐτοὶ δʼ οὐδʼ ὅπλα ἀνταράμενοι παραχρῆμα ὑποκύψουσιν αὐτῷ καὶ ἡμᾶς μὲν, ἐὰν ἄρα κρατήσῃ, διʼ αὐτοῦ κεκρατηκὼς ἔσται, ἐκείνους δὲ διʼ αὑτῶν ἔχων προτέρους·
なぜなら、彼らが王を同盟者として呼び寄せることで、自分たち自身の運命を良くするどころか、私たちやラケダイモン人にとっての運命をそれだけ良く考えてしまうことになるからである。 彼らは私たちに、少なくとも王に抵抗する手段を残すだろうが、彼ら自身は武器さえ取らずに直ちに王に屈服するだろうし、王が勝利したなら、王は彼らを通じて支配し、まず彼らを従属させることになるからである。
ταῦτα δὲ μαίνοιντʼ ἂν εἰ βούλοιντο.
このようなことを彼らが望むなら、狂っていると言うほかない。
καὶ μὴν εἴ τις θαρρεῖν αὐτοὺς τῇ παλαιᾷ φιλίᾳ καὶ συμμαχίᾳ πρὸς τὸν βάρβαρον ἡγεῖται, ταῦτα μάλιστα φοβήσονται.
さらに、もし誰かが彼らが野蛮人との古い友好関係や同盟関係を頼りにして自信を持っていると考えているなら、彼らはまさにそれらのことを最も恐れるだろう。
ἐπίστανται γὰρ τότε καὶ πάντων ἀγαθῶν ἀνόνητοι γενόμενοι, καὶ παραχωρήσαντες ὧν εἶχον ἐκείνῳ, πρότερον μὲν αὐτὸν τὸν βασιλέα, μετὰ ταῦτα δὲ Μαρδόνιον δεξάμενοι τὸν ὕπαρχον αὐτοῦ, ὃς ἐγκαθήμενος μετὰ τῆς ἵππου καὶ στρατιᾶς ἀπείρου τὰ μὲν φθείρων, τὰ δὲ καρπούμενος αὐτῶν διετέλει τὴν χώραν, τῇ πόλει δʼ ἐχρῆτο στρατοπέδῳ, παρρησίας δʼ οὐδʼ ὁτιοῦν οὐδενὶ μετεδίδου·
なぜなら、彼らは当時、すべての良いものを享受できず、自分たちの持っていたものをあの者に譲り渡し、最初は王自身を、その後はその部下であるマルドニオスを迎え入れたことを知っているからである。 マルドニオスは騎兵と無数の軍勢を率いて駐留し、彼らの土地を荒廃させ、また収穫を奪い続け、そのポリスを陣営として利用し、誰にもいささかの発言の自由も与えなかった。
ὥστʼ εἶναι μηδὲν ἀθλιώτερον ἐν τῷ τότε καιρῷ Θηβαίων, ὄνειδος μὲν ἐν τοῖς Ἕλλησιν ἐχόντων, ἐπιτριβομένων δὲ κακῶς ὑπὸ τῶν βαρβάρων.
その結果、当時のテーバイ人ほど悲惨な者たちは他にいなかった。 彼らはギリシア人の間で不名誉を被り、野蛮人たちによって容赦なく虐げられていたのである。
οὔκουν βουλήσονται τοιαύτης κακοδαιμονίας πάλιν ἐλθεῖν εἰς πεῖραν, οὐδὲ δεηθῆναι βασιλέως καταπέμψαι σφίσιν ἄνδρα, ὃς ἐγκαθίσας εἰς τὴν Βοιωτίαν καὶ ἡγεμὼν τοῦ πολέμου γενόμενος γρύζειν οὐκ ἐάσει σφᾶς.
したがって、彼らはそのような不幸を再び経験することを望まないだろうし、ボイオティアに駐留して戦争の指揮官となり、自分たちに口を挟むことさえ許さないような人物を派遣するよう王に懇願することもしないだろう。
εἶτα καὶ νενικηκότες νίκην
さらに、彼らが勝利したとしても……