Humanitext Reader

阿里斯·台德斯 · 论与拉刻代蒙人和谈 §396-397

埃及远征的教训与适时和谈

第 4 段,共 5 段 · 希腊语

内容简介

说话者论证了雅典为何应在当前有利的条件下缔结和平,并通过引用过去埃及远征失败的先例,警告继续战争所带来的危险和耻辱。

§396προήγαγεν εἰς τὸν πόλεμον τουτονί;
……驱使你们投入这场战争的呢?
πότερον ὡς τὰς σπονδὰς παρὰ φαῦλον ἐποιήσασθε ἄν;
难道是说你们会轻视休战协定吗?
καὶ τίνες ὑμῶν ἀμείνους θεραπεύειν τὰ θεῖα;
而你们当中又有谁比他们更善于敬奉神明呢?
ἀλλʼ ὡς οὐδὲν ὑμῖν ἀπόχρη δύναιτʼ ἄν τις εἰπεῖν;
或者是有人可以说,对你们而言什么都不够呢?
ἀλλὰ ταῦτα Κορίνθιοι μὲν ἐβλασφήμουν, ὑμῖν δʼ οὐδεὶς ἀνθρώπων σύνοιδεν.
但这些都是科林斯人过去的中伤,而你们当中没有一个人有这样的愧疚。
εἶθʼ ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτʼ ἤρασθε τὸν πόλεμον, εἰ νῦν ταῦτʼ ἔχειν ἔξεστιν, οὐχὶ παύσεσθε, ἀλλʼ ἄκοντες φάσκοντες πολεμῆσαι ἑκόντες οὐ τρέψεσθε πρὸς τὴν εἰρήνην;
那么,如果这些条件在最初就具备的话,你们绝不会挑起战争,既然现在可以拥有它们,难道你们不停止战争吗? 反而,在声称被迫交战的同时,你们却不愿自愿转向和平吗?
τίνος ἕνεκα;
为了什么?
ὅτι νὴ Δία εὐτυχήσαμεν οἷα ἂν εὐξάμεθα;
难道是说,誓以宙斯之名,我们得到了如我们所祈求那般的幸运?
οὐκοῦν αὐτὸ δὴ τοῦτο καὶ βέλτιστόν ἐστιν.
那么这本身不就是最好的事吗?
ἀπόλωλε μὲν γὰρ οὐδὲν ἡμῖν τῶν ὑπαρξάντων, προσγέγονε δʼ ἡ τοῦ νενικηκέναι δόξα, καὶ τὸ μηδʼ αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι.
因为我们现有的财产没有一样失去,反而增加了获胜的名声,并确信今后绝没有人敢再肆无忌惮地伤害我们。
ὥστʼ εἰ τότʼ ἐστέργομεν οἷς εἴχομεν, πῶς οὐ νῦν γε κἀκείνοις καὶ τοῖς προσυπάρξασι στέρξαι προσήκει;
因此,如果当时我们满足于我们所拥有的,现在对于那些和新增加的财产两方面,我们怎么会不应当感到满足呢?
τοὺς δʼ ὑπερδιατεινομένους τουτουσὶ καὶ μέχρι παντὸς ἐπεξιέναι κελεύοντας ἐρωτᾶτε τίς ὑμῖν ἐγγυητὴς ἔσται τοσούτου πράγματος.
对于那些过度坚持并要求我们战斗到底的这些人,你们应该问问他们,谁会为你们如此重大的事业做担保人。
οὐ γὰρ περὶ Σφακτηρίαν γε ἀεὶ πολεμήσομεν οὐδʼ ἐφʼ ἕτοιμα τοῖς στρατηγοῖς ἐξέσται πλεῖν οὐδʼ ἐκ προρρήσεως ἄγειν τοὺς πολεμίους, ἀλλʼ ἔστιν ἃ καὶ ἀγῶνος φανεῖται δεόμενα.
因为我们不会总是围绕着斯法克特里亚交战,将军们也不可能总是驶向轻易可得的猎物,或者按照预定计划带走敌人,而是会出现一些显然需要真正搏斗的局面。
καὶ εἰ μὲν αὐτοὶ ταῦτʼ ἐγγυᾶσθαι φήσουσι, μαινομένων λόγον, οὐχ ὑγιαινόντων ἐροῦσιν.
如果他们自己声称对此提供担保,那么他们说的是疯子的话,而不是清醒者的话。
ἔτι δʼ εἰ μὲν τούτοις ἔμελλεν ὁ κίνδυνος ἔσεσθαι μόνοις, ἀλλʼ οὐ σύμπασιν, ἦν ἄν τι τοῦτο· ὅτε δʼ οἱ πεισθέντες πρότεροι δώσομεν τὴν δίκην, τί τὸ κέρδος λαμβάνειν ὕστερον καὶ ζημιοῦσθαι μετὰ τούτων, ἐξὸν ὁμοῦ καὶ ἡμᾶς καὶ τούτους ἀσφαλεῖς εἶναι;
而且,如果危险只由他们自己承担,而不是由所有人承担,那还算说得过去;但当被说服的我们反而要先承担代价时,在我们可以共同安然无事的情况下,事后接受并与他们一起蒙受损失,又有什么好处呢?
ἀλλὰ μὴν εἴ γε μηδʼ ἂν οὗτοι φήσαιεν, ἔχοι δʼ ἐγγυήσασθαί τις, πῶς ὑμῖν καλῶς ἔχει ταῦτα πιστεῦσαι ἃ τούτοις ὑποσχέσθαι τῶν αἰσχρῶν εἶναι δοκεῖ;
更何况,如果连他们自己都不敢这么说,而有其他人能够担保,你们去信任那些在他们看来承诺起来都算是耻辱的事情,对你们来说又怎能是体面的呢?
καὶ ἃ λόγῳ μόνον εἰπεῖν κουφότης, ἦ που βλακεία ταῦτʼ ἔργῳ πάντως θεῖναι γενησόμενα.
将那些仅仅在言语上说说都显得轻率的事情,当成在行动中必然会实现的事,这岂不完全是愚不可及吗?
τότε γὰρ χρὴ, κἂν ἄδηλον ᾖ τὸ μέλλον, αἱρεῖσθαι κινδυνεύειν, ὅταν τὸ τὴν ἡσυχίαν ἄγειν φανερῶς χεῖρον ᾖ.
因为只有在保持静默显然会带来更坏结果的时候,我们才应该选择去冒险,即使未来是不确定的。
οἷον ὅθʼ ἡμῖν ἐπῄεσαν οἱ βάρβαροι, κινδυνεύειν ἔδει.
例如,当异族人向我们进攻时,我们必须冒险。
διὰ τί;
为什么?
ὅτι δουλεύειν ἦν, εἰ μὴ τοῦτʼ §397ἐποιήσαμεν.
因为如果我们不这样做,就会沦为奴隶。
πάλιν ἡνίχʼ οὗτοι προσέταττον ἃ δεξαμένοις οὐ καλῶς ἔμελλε σχήσειν.
又如,当这些人向我们施加那些一旦接受便会对我们产生不利后果的命令时。
ὅτε δὲ ἐν μὲν τῇ ἡσυχίᾳ δόξα μετὰ ἀσφαλείας, ἐν δὲ τῷ πολεμεῖν οὐ μόνον περὶ τῶν ὄντων, ἀλλὰ καὶ περὶ αὐτῆς τῆς δόξης ὁ κίνδυνος, τί δεῖ τετυφωμένως οὕτω φιλονεικεῖν, ὥσπερ ὑμῖν αὐτοῖς οὐχ ἧττον ἢ τούτοις χαλεπαίνοντας;
但是,既然在静默中伴随着安全的名誉,而在战争中不仅现有的财产,连名誉本身都面临危险,为什么还要如此盲目地争强好胜,仿佛你们对自己人的愤怒不亚于对敌人的愤怒一般?
σκέψασθε γὰρ καὶ τοῦτο, ὅτι τὴν μὲν εἰρήνην ὡς ἀκίνδυνον ἐπιεικῶς πάντες ἀσπάζονται, τοὺς πολέμους δʼ ὑπὲρ εὐδοξίας οἵ γε ἐπιεικεῖς ὑφίστασθαι δοκοῦσιν.
你们也应该考虑这一点:所有人自然都欢迎和平,认为其没有危险,而优秀的人被认为是为了美名而承担战争。
ὥσθʼ ὑπὲρ μὲν τούτων γένοιτʼ ἂν ἴσως ἔρις καὶ βουλεύσαιντʼ ἂν ἕκαστοι πρὸς τὸν αὑτῶν τρόπον, οἱ μὲν τὴν ἀσφάλειαν, οἱ δὲ τὸ κρεῖττον προαιρούμενοι· νυνὶ δὲ οὐκ ἔνεστι χωρίσαι, ἀλλʼ ὥσπερ θεῶν τινὸς ὑμῖν δεικνύντος ὅτι χρὴ τὴν εἰρήνην δέχεσθαι, καὶ μετὰ μὲν ταύτης ἅμα τʼ ἀσφαλῶς οἰκεῖν καὶ φιλοτιμεῖσθαι, τὸν πόλεμον δʼ αἱρουμένοις οὐχ ἧττον ἀδοξεῖν ἢ κινδυνεύειν ὑπάρχει.
因此,围绕这些事情或许会有争议,每个人都会根据自己的性格进行裁决,有的选择安全,有的选择更优(名誉);但现在这两者是无法分开的,反而就像是神明中的某位在向你们昭示必须接受和平一样:伴随着和平,你们既能安全生活,又能享有荣誉;而选择战争的人,不仅面临危险,同样也将面临污名。
τί δή ποτε;
这究竟是为什么?
ὅτι τὰς μὲν διαλλαγὰς οὐ φόβῳ περὶ ἡμῶν αὐτῶν ποιεῖσθαι δόξομεν, ἀλλὰ φιλανθρωπίᾳ· τοῦτο δʼ οὐ μικρὸν εἰς ἀρετῆς λόγον· τοῦ πολέμου δʼ ἐχόμενοι τριῶν τῶν χειρίστων δόξαν οἰσόμεθα, ἀπληστίας, ὠμότητος, ἀβουλίας.
因为我们会被认为并不是出于对自身安危的恐惧,而是出于宽容而达成和解——这在德行的考量中绝非小事;而如果我们坚持战争,我们将背负三种最恶劣的污名:贪婪、残酷和无谋。
καὶ γὰρ πλειόνων ἢ δεῖ γλίχεσθαι καὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς ἐπιχαίρειν καὶ μὴ ἐπίστασθαι βουλεύσασθαι περὶ πραγμάτων ἐστὶν ἐν αὐτῷ.
因为贪恋超出本分的东西、对希腊人的灾难幸灾乐祸、以及不知道如何对事务进行明智决策,都包含其中。
καίτοι τούτων οὐκ ἄν ποτʼ ἐναντιώτερα τῇ φύσει τῆς πόλεως ὀνείδη γένοιτο.
然而,对于我们城邦的本性而言,绝没有比这些更格格不入的耻辱了。
εἰ δὲ καὶ πταῖσαι προσέσται, τί τίς ἂν λέγοι;
如果再伴随着失败,谁还能说什么呢?
μὴ τοίνυν ἐκείνην τὴν ἡμέραν ἀναμείνητε, ἐν ᾗ κατʼ ἀνάγκας δόξετε τῆς εἰρήνης ἐπιθυμεῖν, ἀλλὰ βουλήθητε ἐν ὅσῳ κύριοι καθέστατε καὶ πολεμεῖν καὶ τὴν ἡσυχίαν ἄγειν χαρίσασθαι τοῖς Ἕλλησιν, εἰ καὶ μὴ τούτοις, παραδείγμασιν οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πρότερον χρώμενοι.
因此,千万不要等待被迫显出渴望和平的那个日子的到来,而应当趁着你们现在既掌握交战也掌握保持静默的自主权时,参考不仅是现在的、更是过去的先例,立志向希腊人——即使不是为了这些人——施予和平。
κρατήσαντες γὰρ τῶν βαρβάρων καὶ ζητοῦντες ὡς ἐπὶ πλεῖστον ἐξελθεῖν, πλεύσαντες εἰς Αἴγυπτον πεντήκοντα καὶ διακοσίας τριήρεις δυοῖν στόλοιν ἀπεβάλομεν.
因为过去我们在战胜异族人之后,因谋求将势力扩张到最大,曾派出两支远征军驶向埃及,结果损失了二百五十艘三段桨船。
καὶ μὴν ὅτι πολλῷ ῥᾷον τῶν βαρβάρων ἢ Λακεδαιμονίων κρατεῖν τίς οὐκ οἶδεν;
而且,谁不知道战胜异族人要比战胜拉塞达埃蒙人容易得多呢?
ἃ χρὴ λογίζεσθαι καὶ
这些是我们必须考虑的,并且……

词汇与语法注释

  1. §396ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτʼ ἤρασθε τὸν πόλεμον — 关系代词 ὧν 吸收了其先行词,并作为属格绝对独立结构的代词主语。整体上表达了与过去事实相反的虚拟语气(“如果最初这些条件就具备的话”)。
  2. §396τὸ μηδʼ αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι — 冠词限定的不定式从句,其中 εἶναι 以无人称形式使用,表示“可能”。其逻辑主语是与格的 τινι(“对任何人而言”),而宾格的 ἡμᾶς(“我们”)则是 ἀδικῆσαι(“伤害”)的宾语。
  3. §396ἃ λόγῳ μόνον εἰπεῖν κουφότης, ἦ που βλακεία ταῦτʼ ἔργῳ πάντως θεῖναι γενησόμενα — 动词 τίθημι 的不定式 θεῖναι 在此处意为“视为/认为”,以宾格的 ταῦτʼ 为宾语,并以将来时分词 γενησόμενα 作为宾语补足语(“作为必然会发生的事”)。

引用这一段

阿里斯·台德斯, 论与拉刻代蒙人和谈 §396-397. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg031.humanitext-grc2:396-397

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。