§394πανταχῆ κρείττους τῶν ἀνταγωνιστῶν εἶναι δόξομεν.
我们将在各个方面显得比对手更胜一筹。
μὴ τοίνυν ἐξὸν ἅπασι κρατεῖν, καὶ ἐν οἷς νενικήκαμεν καὶ ἐν οἷς προειλόμεθα, ταῦτʼ εἰς ἄδηλον τρέψωμεν.
因此,既然我们能够在所有事情上——无论是在我们已经获胜的事上,还是在我们所选择的事上——都占据上风,就千万不要将这些成果投向不可预测的危险之中。
ἡσυχασάντων μὲν γὰρ ἡμῶν αἵ τʼ ἐπὶ τῶν ἔργων εὐπραξίαι βεβαιοῦνται τό τε σωφρονεῖν πανταχῆ προσγίγνεται, ἂν δʼ ἀφορμὰς τῷ πολέμῳ δῶμεν, ὅσπερ εἴωθε νεωτερίζειν, δέδοιχʼ ὅπως μὴ ζητοῦντες πλείω ποιῆσαι τὰ κατορθώματα τὴν ἐπὶ τοῖς ὑπάρχουσι φιλοτιμίαν ἀποβάλωμεν.
因为如果我们保持安静,我们在行动上的成就就会得到巩固,而且我们在各个方面都会增添审慎;但如果我们给战争提供契机——而战争往往习惯于颠覆一切——我担心,在谋求取得更大成就的过程中,我们可能会失去由于现有的一切而享有的名誉。
οἶμαι δʼ οὐ τοῖς ὥσπερ ἡμεῖς πράττουσι προσήκειν φιλοκινδύνως ἔχειν, ἀλλὰ πολλῷ μᾶλλον τοῖς ὥσπερ οὗτοι διακειμένοις.
我认为,好冒险的性格并不适合像我们这样顺遂的人,而更适合像他们这样处于困境的人。
τοῖς μὲν γὰρ, εἰ καὶ μηδὲν ἄλλο προσκαταπράξαιεν, ἔκ γε τῶν ὑπαρχόντων ἔξεστιν εὐδοκιμεῖν καὶ τῆς κρείττονος εἶναι τύχης, οἷς δʼ ἡσυχάσασι μὲν αἰσχύνη καὶ βέβαια τὰ τῆς συμφορᾶς, ἕτερον δʼ ἀναρρίπτουσι κίνδυνον ἐλπὶς ἀπαλλαγῆναι τῶν παρόντων, ἐὰν ἄμεινον ἀγωνίσωνται, οὐδὲν ἀπεικὸς ἐγχειρεῖν, λογιζομένους ὡς ἐν μὲν τῷ σφαλῆναι παραπλησίως πράττειν ᾗ καὶ πρὸ τοῦ, κρατήσασι δὲ πάντων ἔστιν ἀπηλλάχθαι τῶν κακῶν.
因为对于前者(我们)而言,即使不再取得其他任何成就,单凭现有的基础也足以享有美誉并保持较好的运势;而对于后者(他们)而言,保持静默则意味着耻辱和不幸的固定化,而再次冒险(掷骰子)则带有一旦战得更好便可摆脱当前困境的希望,因此他们着手尝试是完全合乎情理的,因为他们计算着,即便失败,处境也与此前相差无几,而一旦获胜,便可摆脱所有的痛苦。
καὶ μὴν ὅτι μὲν τὸ μέλλον ἄδηλον ἅπασιν ἀνθρώποις οὐδεὶς ἀγνοεῖ.
再者,未来对所有人而言都是不可预测的,这是人尽皆知的。
ὅπου γὰρ οὔτε τυραννὶς ἰσχυρὸν οὔτε πλοῦτος βέβαιον, μυρίαι δὲ αἱ μεταβολαὶ καὶ ἰδίᾳ καὶ δημοσία καὶ νὴ Δία γʼ οὐ πόλεσι μόνον, ἀλλὰ καὶ ὅλοις ἔθνεσι, τί τις ἂν προϊδεῖν ἔχοι;
因为在专制统治既不强固、财富也不稳定的地方,无论在私人生活还是公共生活中,变化都是数不胜数的——誓以宙斯之名,不仅对城邦,甚至对整个民族而言也是如此——又有谁能够预见一切呢?
ἔστι δʼ εὖ φρονούντων ἐπʼ ἀμφότερʼ ἐξετάζοντας οὕτω τίθεσθαι πρὸς τὸ συμβαῖνον.
聪明人的做法是在对两种可能性都进行考察之后,以此来应对可能发生的事情。
ἡμεῖς τοίνυν κρατήσαντες μὲν Λακεδαιμονίους καὶ παραστησάμενοι τὴν Πελοπόννησον τὴν ἀρχὴν αὐξήσομεν, ὡς ἔοικεν, εἰ δʼ, ὃ μὴ γένοιτο, σφαλείημεν, τοῖς οὖσι κινδυνεύσομεν.
因此,如果我们战胜拉塞达埃蒙人并降服伯罗奔尼撒,看来我们会扩大我们的疆域;但如果——愿这不要发生——我们失败了,我们将拿现有的基业去冒险。
οὐκοῦν ὅτʼ ἔλαττον τοῦ δυσχεροῦς τἀγαθὸν, κρεῖττον διηλλάχθαι.
所以,当可能获得的利益小于潜在的灾祸时,选择和解才是更好的。
καὶ μὴν τὸ μὲν ἐξὸν ὅλως κρατῆσαι τραπέσθαι πρὸς τὴν εἰρήνην ἀντίρροπον τῆς πλεονεξίας ἔχει τὴν δόξαν τὴν ἐπὶ τῷ τὸ κοινῇ βέλτιστον ᾑρῆσθαι καὶ περὶ πλείονος ποιεῖσθαι τὸ τὴν Ἑλλάδα σῶσαι τοῦ διαφθεῖραι τοὺς ἀνταγωνιστὰς, τὸ δʼ ἄδηλον τοῦ μέλλοντος συμβήσεσθαι μὴ φυλάξασθαι πάσης ἔξω παραμυθίας ἐστίν.
而且,在完全可以取胜的情况下转向和平,作为对贪欲的克制,能为我们赢得因选择共同利益以及将拯救希腊看得重于毁灭对手而带来的名誉;但如果不去防范未来可能发生的不可预测之事,则是任何辩解都无法挽回的。
οὕτω τὸ μὲν τὴν εἰρήνην ἑλέσθαι πρὸς ἀμφότερα ὀρθῶς ἔχει, τὸ δὲ τῷ πολέμω πεπιστευκέναι πλείω τὴν §395βλάβην τῆς ὠφελείας ἔχει παρʼ ἄλληλα θεωμένους.
因此,选择和平在两方面都是正确的,而寄希望于战争,在将二者并置而观时,则弊大于利。
θαυμάζω δʼ εἰ παραστησάμενοι μὲν τοὺς Λακεδαιμονίους ἐπιστήσεσθε φείσασθαι, ἐξὸν δὲ καὶ ὑμῶν αὐτῶν ἅμα καὶ τούτων φείσασθαι νῦν οὐ τολμήσετε.
然而,我感到惊讶的是,如果在降服拉塞达埃蒙人之后你们打算宽恕他们,那么现在既然可以同时宽恕你们自己和他们,你们为什么不敢去这样做呢?
καὶ τί φήσετε, ὦ Ἀθηναῖοι;
雅典人啊,你们要说什么呢?
ὅτε μὲν γὰρ Πελοπόννησον περιεπλεῖτε, καὶ ἀποβάσεις ἐποιεῖσθε εἰς τὴν χώραν καὶ Πύλον ταυτηνὶ κατελαμβάνετε καὶ τἄλλα ἐπραγματεύεσθε, εἴ τις ἔροιθʼ ὑμᾶς ἀντὶ τοῦ ταῦτα ποιεῖτε, ἦν εἰπεῖν ὅτι ἠναγκασμένοι καὶ ὅτι βουλομένων ἡμῶν ἡσυχίαν ἄγειν Λακεδαιμονίοις οὐ συνέδοξεν, ἀλλʼ εἰς ὅπλα καὶ πόλεμον προὐκαλοῦντο·
因为当你们环航伯罗奔尼撒、在其领土上登陆、占领这边的皮洛斯并进行其他军事行动时,如果有人问你们为什么要这样做,你们可以回答说这是被迫的,因为尽管我们希望保持安静,但拉塞达埃蒙人并不赞同,反而向我们挑起武装冲突和战争。
νῦν δὲ τί φήσομεν, εἴ τις ἔροιθʼ ἡμᾶς, ἢ πλέοντας ἰδὼν ἢ κατὰ γῆν ἐξιόντας ἢ ὅλως ἕν τι τῶν αὐτῶν πράττοντας;
但现在,如果有人看到我们乘船出航,或在陆上出征,或总之在做任何这些同样的事情而询问我们,我们该怎么说呢?
πότερον ὡς ἠναγκάσμεθα;
难道说我们是被迫的吗?
ἀλλʼ οἱ τότʼ ἐκεῖνα ἐπαιρόμενοι νῦν ἥκουσι τὴν εἰρήνην προτείνοντες.
但当时挑起那些事端的人现在已经送来了和平的提议。
ἀλλʼ ὡς ἐλαττώσεσθέ τι ταῦτʼ ἐὰν δέξησθε;
或者说如果接受这些条件,你们会蒙受损失吗?
ἀλλʼ οὔτε τὴν Αἴγιναν οὐδεὶς ὑμᾶς ἀφιέναι κελεύει νῦν οὔτʼ ἐκ Ποτιδαίας ἀπιέναι οὔτε δέχεσθαι Μεγαρέας, ἐάν τε βούλησθʼ ἐάν τε μὴ, οὔτʼ ἔνεστι πολυπραγμοσύνης οὐδὲν τοῖς δρωμένοις, ἀλλὰ κύριον μὲν τὸ πινάκιον, βέβαιος δʼ ἡ τῶν Ἑλλήνων ἀρχὴ, πάντα δὲ σῶα τὰ χωρία καὶ λιμένες καὶ ἵπποι καὶ τριήρεις καὶ τὸ βουλεύεσθαι περὶ αὐτῶν.
但现在既没有人命令你们放弃埃伊纳,也没有人要求你们撤出波提狄亚,或者不管愿意与否都要接纳麦加拉人,所做的事情中也没有任何多管闲事的强加成分,相反,盟约依然有效,你们对希腊人的统治固若金汤,所有的领土、港口、马匹、三段桨船以及对这些进行决策的权力都完好无损。
οἱ δὲ τὰς σεμνὰς ἐκείνας ἐπαγγελίας ἐπαγγελλόμενοι καὶ δελεάζοντες τοὺς Ἕλληνας τῷ τῆς ἐλευθερίας ὀνόματι, οὗτοι νῦν ἐὰν αὐτοῖς αὐτονόμοις ἐξῇ τὴν ἑαυτῶν οἰκεῖν, ἀγαπᾶν ὁμολογοῦσι καὶ οἱ περὶ τῆς ἡγεμονίας ἀμφισβητήσαντες ὑμῖν βεβαιωταὶ μᾶλλον αὐτῆς γεγόνασι.
而那些曾经做出庄严宣告、用自由之名诱惑希腊人的人,现在承认只要允许他们自治地居住在自己的土地上,他们就心满意足了;而那些曾与你们争夺领导权的人,现在反而成了你们领导权的确认者。
πρὶν μὲν γὰρ ὅπλα κινῆσαι τάχα ἄν τις καὶ προσεδόκησεν αὐτοὺς ἐπιέναι, ἐγχειρήσαντες δὲ ἐναντιοῦσθαι, κᾆτʼ ἀποστάντες, οὔθʼ ὡς ἀδίκως κέκτησθε τὴν ἀρχὴν οὔθʼ ὡς κωλύειν δύνανται λέγειν ἕξουσιν, ὥστʼ ἔργῳ τὴν ψῆφον οἴσουσιν ὡς εἰκότως ἔχετε αὐτὴν καὶ παραδώσουσι τοὺς Ἕλληνας ὑμῖν πολὺ μᾶλλον ἢ ὅτε Παυσανίαν μὲν ἀπαλλαξάντων, ὑμᾶς δʼ ἑλομένων, συνεχώρησαν αὐτοί.
因为在他们拿起武器之前,或许还会有人预期他们会发起进攻;但在尝试抵抗并随后退却之后,他们将既无法说你们是不义地拥有这统治权,也无法说他们有能力阻止你们,因此他们将用实际行动投票承认你们拥有它是理所当然的,并且会将希腊人交托给你们,这远比当年他们在罢免帕萨尼亚斯并选择你们时自身所同意的还要彻底。
καίτοι εἰ ταύτην τὴν γνώμην ἀπʼ ἀρχῆς ἔσχον Λακεδαιμόνιοι πρὸς ὑμᾶς, τί τῶν ἁπάντων ἂν ὑμᾶς
然而,如果拉塞达埃蒙人从一开始就对你们抱有这种态度,那么究竟有什么会阻止你们...