§396προήγαγεν εἰς τὸν πόλεμον τουτονί;
この戦争へと駆り立てたのだろうか。
πότερον ὡς τὰς σπονδὰς παρὰ φαῦλον ἐποιήσασθε ἄν;
それとも、あなた方が休戦協定を軽視しただろうとでも言うのか。
καὶ τίνες ὑμῶν ἀμείνους θεραπεύειν τὰ θεῖα;
あなた方のうちの誰が、神々を敬うことにおいて彼らより優れているというのか。
ἀλλʼ ὡς οὐδὲν ὑμῖν ἀπόχρη δύναιτʼ ἄν τις εἰπεῖν;
あるいは、あなた方には何ものも十分ではない、と誰かが言うことができるだろうか。
ἀλλὰ ταῦτα Κορίνθιοι μὲν ἐβλασφήμουν, ὑμῖν δʼ οὐδεὶς ἀνθρώπων σύνοιδεν.
しかし、そのようなことはコリントス人たちが中傷していたことであり、あなた方については誰もそんなことを知ってはいない。
εἶθʼ ὧν ἐξ ἀρχῆς ὑμῖν ὑπαρξάντων οὐκ ἄν ποτʼ ἤρασθε τὸν πόλεμον, εἰ νῦν ταῦτʼ ἔχειν ἔξεστιν, οὐχὶ παύσεσθε, ἀλλʼ ἄκοντες φάσκοντες πολεμῆσαι ἑκόντες οὐ τρέψεσθε πρὸς τὴν εἰρήνην;
それならば、もしそれらが最初からあなた方に備わっていたならば決して戦争を起こさなかったであろうに、今やこれらを手に入れることが可能なのに、あなた方は戦争をやめないのだろうか。 むしろ、いやいやながら戦争をしたと言いながら、自ら進んで平和へと転じようとはしないのか。
τίνος ἕνεκα;
何のためにか。
ὅτι νὴ Δία εὐτυχήσαμεν οἷα ἂν εὐξάμεθα;
それは、誓って言うが、私たちが祈り求めたであろうような幸運を得たからか。
οὐκοῦν αὐτὸ δὴ τοῦτο καὶ βέλτιστόν ἐστιν.
それなら、まさにこれこそが最善ではないか。
ἀπόλωλε μὲν γὰρ οὐδὲν ἡμῖν τῶν ὑπαρξάντων, προσγέγονε δʼ ἡ τοῦ νενικηκέναι δόξα, καὶ τὸ μηδʼ αὖθις εἶναί τινι θαρρούντως ἡμᾶς ἀδικῆσαι.
なぜなら、私たちがすでに持っているものは何一つ失われておらず、その上に勝利したという名声が加わり、さらに今後は誰もあえて私たちを不当に害することができなくなったからである。
ὥστʼ εἰ τότʼ ἐστέργομεν οἷς εἴχομεν, πῶς οὐ νῦν γε κἀκείνοις καὶ τοῖς προσυπάρξασι στέρξαι προσήκει;
したがって、もし当時私たちが持っていたもので満足していたならば、どうして今、それらと新しく加わったものの双方に満足することがふさわしくないと言えようか。
τοὺς δʼ ὑπερδιατεινομένους τουτουσὶ καὶ μέχρι παντὸς ἐπεξιέναι κελεύοντας ἐρωτᾶτε τίς ὑμῖν ἐγγυητὴς ἔσται τοσούτου πράγματος.
これに過度に固執し、最後まで戦い抜くべきだと勧める者たちに対しては、一体誰がこれほど大きな事柄について、あなた方に保証人となってくれるのかと問い正すがよい。
οὐ γὰρ περὶ Σφακτηρίαν γε ἀεὶ πολεμήσομεν οὐδʼ ἐφʼ ἕτοιμα τοῖς στρατηγοῖς ἐξέσται πλεῖν οὐδʼ ἐκ προρρήσεως ἄγειν τοὺς πολεμίους, ἀλλʼ ἔστιν ἃ καὶ ἀγῶνος φανεῖται δεόμενα.
なぜなら、私たちはいつもスファクテリア周辺で戦うわけではなく、将軍たちが容易に手に入る獲物に向かって航行したり、あらかじめ取り決めた通りに敵を連れてきたりできるわけでもなく、本格的な戦闘を必要とする局面も現れるからである。
καὶ εἰ μὲν αὐτοὶ ταῦτʼ ἐγγυᾶσθαι φήσουσι, μαινομένων λόγον, οὐχ ὑγιαινόντων ἐροῦσιν. ἔτι δʼ εἰ μὲν τούτοις ἔμελλεν ὁ κίνδυνος ἔσεσθαι μόνοις, ἀλλʼ οὐ σύμπασιν, ἦν ἄν τι τοῦτο·
そして、もし彼ら自身がこれらを保証すると言うなら、彼らは正気の人々の言葉ではなく、狂人の言葉を語ることになる。さらに、もし危険が彼らだけに及び、すべての者に及ぶのでないならば、それは一理あるかもしれない。
ὅτε δʼ οἱ πεισθέντες πρότεροι δώσομεν τὴν δίκην, τί τὸ κέρδος λαμβάνειν ὕστερον καὶ ζημιοῦσθαι μετὰ τούτων, ἐξὸν ὁμοῦ καὶ ἡμᾶς καὶ τούτους ἀσφαλεῖς εἶναι;
しかし、説得された私たちが先に代償を払うことになるのに、私たちと彼らが共に安全でいられるのに、後からそれを受け入れ、彼らと共に損害を被ることに、何の得があるというのか。
ἀλλὰ μὴν εἴ γε μηδʼ ἂν οὗτοι φήσαιεν, ἔχοι δʼ ἐγγυήσασθαί τις, πῶς ὑμῖν καλῶς ἔχει ταῦτα πιστεῦσαι ἃ τούτοις ὑποσχέσθαι τῶν αἰσχρῶν εἶναι δοκεῖ;
さらに言えば、たとえ彼らでさえ言わず、他の誰かが保証できるとしても、彼らにとって約束することが恥ずべきことと思われるような事柄を、あなた方が信頼することがどうして適切であり得ようか。
καὶ ἃ λόγῳ μόνον εἰπεῖν κουφότης, ἦ που βλακεία ταῦτʼ ἔργῳ πάντως θεῖναι γενησόμενα.
言葉だけで語ることさえ軽率であるようなことを、実際に必ず実現するものと見なすのは、それこそ愚気の極みではないか。
τότε γὰρ χρὴ, κἂν ἄδηλον ᾖ τὸ μέλλον, αἱρεῖσθαι κινδυνεύειν, ὅταν τὸ τὴν ἡσυχίαν ἄγειν φανερῶς χεῖρον ᾖ.
なぜなら、たとえ未来が不確実であっても、危険を冒すことを選択すべきなのは、静穏を保つことが明らかに不利益をもたらす時だからである。
οἷον ὅθʼ ἡμῖν ἐπῄεσαν οἱ βάρβαροι, κινδυνεύειν ἔδει.
たとえば、異民族が私たちに攻めてきた時、私たちは危険を冒さねばならなかった。
διὰ τί;
なぜか。
ὅτι δουλεύειν ἦν, εἰ μὴ τοῦτʼ §397ἐποιήσαμεν.
もしそうしなかったなら、奴隷となるしかなかったからである。
πάλιν ἡνίχʼ οὗτοι προσέταττον ἃ δεξαμένοις οὐ καλῶς ἔμελλε σχήσειν.
あるいは、彼らが、受け入れれば私たちにとって不名誉な結果を招くような命令を突きつけてきた時も同様である。
ὅτε δὲ ἐν μὲν τῇ ἡσυχίᾳ δόξα μετὰ ἀσφαλείας, ἐν δὲ τῷ πολεμεῖν οὐ μόνον περὶ τῶν ὄντων, ἀλλὰ καὶ περὶ αὐτῆς τῆς δόξης ὁ κίνδυνος, τί δεῖ τετυφωμένως οὕτω φιλονεικεῖν, ὥσπερ ὑμῖν αὐτοῖς οὐχ ἧττον ἢ τούτοις χαλεπαίνοντας;
しかし、静穏を保つことの中には安全を伴った名誉があり、他方、戦争をすることの中には、すでに持っているものだけでなく、その名誉自体をも失う危険がある今、なぜそのように盲目的に張り合い、あなた方自身に対して彼らに対するのと等しく怒りをぶつけるかのように振る舞う必要があるのか。
σκέψασθε γὰρ καὶ τοῦτο, ὅτι τὴν μὲν εἰρήνην ὡς ἀκίνδυνον ἐπιεικῶς πάντες ἀσπάζονται, τοὺς πολέμους δʼ ὑπὲρ εὐδοξίας οἵ γε ἐπιεικεῖς ὑφίστασθαι δοκοῦσιν.
次のことも考えてみるがよい。 すなわち、平和は安全なものとして、道理をわきまえた者は皆これを歓迎するが、戦争は名声を求めて、優れた者たちが引き受けるものとされていることだ。
ὥσθʼ ὑπὲρ μὲν τούτων γένοιτʼ ἂν ἴσως ἔρις καὶ βουλεύσαιντʼ ἂν ἕκαστοι πρὸς τὸν αὑτῶν τρόπον, οἱ μὲν τὴν ἀσφάλειαν, οἱ δὲ τὸ κρεῖττον προαιρούμενοι·
それゆえ、これらをめぐっては、あるいは争いが生じるかもしれず、各人がそれぞれの性質に従って、ある者は安全を、ある者はより優れたものを選択して議論するかもしれない。
νυνὶ δὲ οὐκ ἔνεστι χωρίσαι, ἀλλʼ ὥσπερ θεῶν τινὸς ὑμῖν δεικνύντος ὅτι χρὴ τὴν εἰρήνην δέχεσθαι, καὶ μετὰ μὲν ταύτης ἅμα τʼ ἀσφαλῶς οἰκεῖν καὶ φιλοτιμεῖσθαι, τὸν πόλεμον δʼ αἱρουμένοις οὐχ ἧττον ἀδοξεῖν ἢ κινδυνεύειν ὑπάρχει.
しかし今や、これらを切り離すことはできない。 むしろ、まるで神々の誰かが、平和を受け入れるべきだとあなた方に示しているかのようであり、平和を伴えば、安全に暮らし、同時に名誉を重んじることができる一方で、戦争を選択する者にとっては、危険を冒すだけでなく、等しく不名誉を被ることが待ち受けているのである。
τί δή ποτε;
一体なぜか。
ὅτι τὰς μὲν διαλλαγὰς οὐ φόβῳ περὶ ἡμῶν αὐτῶν ποιεῖσθαι δόξομεν, ἀλλὰ φιλανθρωπίᾳ· τοῦτο δʼ οὐ μικρὸν εἰς ἀρετῆς λόγον·
なぜなら、私たちが和解するのは、自分たちの身を案じる恐れからではなく、寛容さによるものと思われるからであり、これは徳という観点から決して小さなことではない。
τοῦ πολέμου δʼ ἐχόμενοι τριῶν τῶν χειρίστων δόξαν οἰσόμεθα, ἀπληστίας, ὠμότητος, ἀβουλίας.
他方、戦争にしがみつくなら、私たちは最悪の三つの悪名、すなわち強欲、残酷、そして無思慮という評判を得ることになるからである。
καὶ γὰρ πλειόνων ἢ δεῖ γλίχεσθαι καὶ ταῖς τῶν Ἑλλήνων συμφοραῖς ἐπιχαίρειν καὶ μὴ ἐπίστασθαι βουλεύσασθαι περὶ πραγμάτων ἐστὶν ἐν αὐτῷ.
なぜなら、必要以上に貪ること、ギリシア人の不幸を喜ぶこと、そして事態について正しく議決する方法を知らないことが、その中に含まれているからである。
καίτοι τούτων οὐκ ἄν ποτʼ ἐναντιώτερα τῇ φύσει τῆς πόλεως ὀνείδη γένοιτο.
しかしながら、私たちの城邦の性質にとって、これ手ほど相反する不名誉な汚名はない。
εἰ δὲ καὶ πταῖσαι προσέσται, τί τίς ἂν λέγοι;
その上、もし敗北まで加わるなら、誰が何を言えようか。
μὴ τοίνυν ἐκείνην τὴν ἡμέραν ἀναμείνητε, ἐν ᾗ κατʼ ἀνάγκας δόξετε τῆς εἰρήνης ἐπιθυμεῖν, ἀλλὰ βουλήθητε ἐν ὅσῳ κύριοι καθέστατε καὶ πολεμεῖν καὶ τὴν ἡσυχίαν ἄγειν χαρίσασθαι τοῖς Ἕλλησιν, εἰ καὶ μὴ τούτοις, παραδείγμασιν οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πρότερον χρώμενοι.
それゆえ、余儀なくされて平和を熱望していると思われるような、あの敗北の日を待ってはならない。 むしろ、あなた方が戦争をすることも静穏を保つことも決定できる主権を握っている今のうちに、現在だけでなく過去の例をも参考にしながら、たとえ彼らのためではなくとも、ギリシア人たちに平和を恵むことを決意しなさい。
κρατήσαντες γὰρ τῶν βαρβάρων καὶ ζητοῦντες ὡς ἐπὶ πλεῖστον ἐξελθεῖν, πλεύσαντες εἰς Αἴγυπτον πεντήκοντα καὶ διακοσίας τριήρεις δυοῖν στόλοιν ἀπεβάλομεν.
なぜなら、かつて私たちは異民族に勝利し、できる限り遠くまで勢力を拡大しようとしてエジプトへと遠征し、二度の遠征で二百五十隻の三段櫂船を失ったからである。
καὶ μὴν ὅτι πολλῷ ῥᾷον τῶν βαρβάρων ἢ Λακεδαιμονίων κρατεῖν τίς οὐκ οἶδεν;
さらに、ラケダイモン人よりも異民族を打ち破る方がはるかに容易であることを、誰が知らないだろうか。
ἃ χρὴ λογίζεσθαι καὶ
これらのことを考慮に入れ、そして…