Humanitext Reader

阿里斯·台德斯 · 论与拉刻代蒙人和谈 §398-399

劝告选择和平以确保荣誉与安全

第 5 段,共 5 段 · 希腊语

内容简介

演讲者强烈建议雅典人接受和平,通过历史先例和实际利益论证,选择和平是同时确保荣誉与安全的最佳途径。

§398μηδὲν νῦν παθεῖν παραπλήσιον, ἀλλʼ ἀτοπώτατον νομίσαι τῶν ἁπάντων εἶναι εἰ Νίσαιαν μὲν καὶ Πηγὰς καὶ Ἀχαΐαν ἔχοντές ποτε, τούτων ἐθελονταὶ παρεχωρήσαμεν, πλείονος ἀξίαν τὴν εἰρήνην τῶν ἀπὸ τοῦ πολέμου πλεονεξιῶν ἡγούμενοι, νυνὶ δʼ ἐξὸν μετὰ τοῦ μηδὲν προέσθαι τῶν ὑπαρχόντων δόξαν φρονήσεως ἅμα καὶ δυνάμεως προσλαβεῖν οὐκ ἐθελήσομεν.
现在千万不要遭受类似的失败,反而应该认为在所有人当中最荒谬的是,如果过去我们在占领尼塞亚、佩盖和阿开亚时,却自愿放弃了它们,认为和平比战争带来的利益更有价值,而现在,既然我们可以在不放弃任何现有财产的情况下,同时获得明智和力量的名声,我们却不愿这样做。
ἀλλʼ ἐκλείπειν μέν ποτε τὴν πόλιν καὶ προΐεσθαι καὶ ἱερὰ καὶ τάφους καὶ ἅμα τοῖς σώμασι καὶ τοῖς οὖσι κινδυνεύειν ᾠόμεθα δεῖν, τῆς κοινῆς σωτηρίας τῶν Ἑλλήνων ἕνεκα, ἐξὸν δʼ ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας σῶσαι τὰ πράγματʼ αὐτοῖς, οὐ τολμήσομεν, ἀλλὰ τῶν μὲν ἀθλητῶν εὖ βουλεύεσθαι νομίζομεν οἵτινες ἂν νικῶντες καταλύωσι καὶ μὴ πρὸς ἀνάγκην, αὐτοὶ δʼ οὐχ οὕτω πράξομεν, οὐδʼ εἰσόμεθα ὅτι πρὸς μὲν τοὺς βαρβάρους καὶ μέχρι τῶν ἐσχάτων ἴσως προσήκει προϊέναι, τοὺς δὲ τῶν Ἑλλήνων πρὸς ἀλλήλους ἀγῶνας τοῖς στεφανίταις ἀγῶσι νομίζειν προσεοικέναι καὶ τὴν νίκην ἀποχρῶν ἡγεῖσθαι τέλος, πέρα δὲ μηδὲν ζητεῖν.
而且,过去为了希腊人的共同安全,我们曾认为有必要撤离城邦、放弃神庙和坟墓,甚至拿我们的肉体和财产去冒险,而现在,既然我们只要停止冒险就能拯救国家事务,难道我们竟不敢这样做吗? 反而,对于那些在获胜时且在非被迫的情况下结束比赛的运动员,我们认为他们是明智的,但我们自己却不打算这样做吗? 难道我们不知道,对待异族人或许可以一直斗争到底,但希腊人彼此之间的争斗应当被视为类似于只争夺冠冕的竞技(名誉之争),应当把胜利当作充分的终点,而不去谋求超越它的东西吗?
εἰ δʼ αὖ κἀκεῖνον ἀληθῆ χρὴ νομίζειν τὸν λόγον ὡς ὁ πρὸς ἀλλήλους πόλεμος τοῖς Ἕλλησι στάσει προσέοικεν, ἄριστον δή που σκοπεῖν ὅπως τις ὡς τάχιστʼ αὐτὸν καταλύσεται καὶ μὴ ζητεῖν εἰς ἀπέραντον ἐκτείνειν οὗ μηδʼ ἄρξασθαι προσῆκε.
此外,如果我们也必须相信那个说法是真实的,即希腊人彼此之间的战争类似于内乱,那么毫无疑问,最好是考虑如何最快地结束它,而不是谋求无限期地延长那些本不该开始的事情。
καὶ μὴν εἰ πρότερον δυσκόλως τινὲς τῶν Ἑλλήνων ἔσχον πρὸς ὑμᾶς ἐξ ἀδίκων ὑπονοιῶν, νῦν γε ἅπαντες σωτῆρας ἑαυτῶν κρινοῦσιν, ἐὰν αὐτοὺς πραγμάτων καὶ κακῶν ἀπαλλάξητε.
况且,如果以前某些希腊人因不公的猜疑而对你们怀有反感,现在只要你们把他们从困难和灾难中解救出来,他们所有人都会判定你们是他们的救星。
οὐ γὰρ τοῖς κατʼ ἀνάγκην δεηθεῖσι τὴν χάριν προσθήσουσιν, ἀλλὰ τοῖς καὶ ταῦτα κἀκεῖνα βουλεύσασθαι κυρίοις οὖσι τὰ κοινῇ συμφέροντα προκρίνασιν.
因为他们不会把恩情归于那些因被迫无奈而满足其要求的人,而会归于那些明明有权决定这两种道路,却优先选择对共同有利的事情的人。
ἡγοῦμαι δʼ εἰ μέν τι πιστόν ἐστι Λακεδαιμονίοις, πανταχῆ καλῶς ἡμῖν ἔσεσθαι διεγνωσμένα, εἰ δʼ αὖ νεωτερίζειν ἐγχειροῖεν, οὐκ εἶναι κρείττω κατʼ αὐτῶν λαβήν.
我认为,如果拉塞达埃蒙人还有任何信用可言,我们的决定在各方面对我们来说都会是很好的;但反过来,如果他们企图图谋不轨,那么对他们来说,没有比这更好的把柄了。
εἰ γὰρ ὅταν μὲν δέῃ σώζειν, ὑπέρχονται, θαρρήσαντες δὲ ἐπίασιν, οὐκ ἔστιν ὅπως οὐχ ἡμῖν στρατηγήσουσιν.
因为如果当他们需要被拯救时,他们就卑躬屈膝,而一旦有了信心就发动进攻,那么他们就绝不可能不等于在为我们出谋划策(最终使我们受益)。
ἐκείνους μὲν γὰρ ὁμοῦ φαύλους τε ἡγήσονται καὶ μισήσουσιν ἅπαντες, ἡμῖν δὲ μετʼ εὐφημίας ὅ τι ἂν §399οἷοί τʼ ὦσιν ὑπηρετεῖν προθυμήσονται.
因为所有人都会同时认为他们卑劣并憎恨他们,而对我们则会怀着赞美之情,凡是他们能做到的,他们都会热心地奉仕。
θαυμάζω δʼ εἴ τις δέδοικε μὲν μὴ λύσωσι τὰς σπονδὰς, πολεμεῖν δʼ ἐξεπίτηδες αἱρεῖται καὶ μὴ λογίζεται τοὐναντίον ἢ βούλεται ποιῶν.
但我很奇怪,如果有人一方面害怕他们撕毁条约,另一方面却故意选择进行战争,而没有考虑到自己正在做着与自己意愿相反的事情。
ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν, οὐκ ἐξ ἀρχῆς γενέσθαι κωλύειν προσῆκεν.
因为他们如何能够安全地行动,本就不该从一开始就阻止其发生。
οἶμαι δʼ εἰ πανούργους καὶ σφόδρα ἀσφαλεῖς τις ἡγεῖται Λακεδαιμονίους, ὑπό γʼ αὐτῶν τῶν συμφορῶν πεπαιδευμένους ἔσεσθαι μαλακωτέρους· ὁρῶντες γὰρ ὡς οὐδὲ τὰ πρόσθεν αὐτοῖς εἰς καλὸν ἧκεν, εἰ μὴ ἑκόντες, ἀλλʼ ἄκοντες σωφρονήσουσι.
而且我认为,如果有人认为拉塞达埃蒙人阴险且极其谨慎,他们由于自身的灾难也会受到教训,从而变得更加温和;因为看到以前的事情也没有给他们带来好结果,他们即使不是自愿,也会违心地变得理智和节制。
δεξαίμην δʼ ἂν ἔγωγε καὶ δεύτερον αὐτῶν παρακινησάντων πολεμεῖν μᾶλλον ἢ νυνί.
至于我,如果他们进行第二次挑衅,我宁愿在那时进行战争,也不愿现在进行。
τότε μὲν γὰρ τὴν παρὰ τῶν θεῶν αὖ βοήθειαν προσυπάρξειν ἡγοῦμαι τῇ πόλει, νῦν δʼ οὐδὲν εἶναι τοσοῦτον ἀνθʼ ὅτου προσῆκε περαιτέρω τοῦ συνοίσοντος φιλονεικεῖν.
因为那时我相信神明的帮助将再次临到城邦,而现在,并没有什么大不了的事情,值得我们去争夺超过有益范围的东西。
ἐγὼ μὲν οὖν εἶπον ἃ βέλτιστα ἡγούμην.
因此,我已经说了我认为最好的话。
εὔχομαι δὲ δυοῖν θάτερον, ἢ καὶ ὑμῖν συνδοκεῖν, ἢ μετὰ τῶν ὑμῖν αὖ δοξάντων γενέσθαι τὴν τύχην.
我祈求两件事中的一件:要么你们也表示赞同,要么好运能伴随你们所作出的决定。

词汇与语法注释

  1. 398μηδὲν νῦν παθεῖν — 承接前文末尾的 'χρὴ' 的不定式短语,表示雅典应当避免再次遭受类似的失败或灾难。
  2. 398ἐξὸν δʼ ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας σῶσαι — 包含无人称动词 'ἔξεστι' 的宾格绝对分词 'ἐξόν',其中 'ἐν αὐτῷ τῷ παύσασθαι κινδυνεύοντας'(恰恰通过停止冒险)作为其后拯救(σῶσαι)的手段或条件。
  3. 398οὐκ ἔστιν ὅπως οὐχ ἡμῖν στρατηγήσουσιν — 双重否定句式 'οὐκ ἔστιν ὅπως οὐχ'(绝不可能不……)搭配伴随与格 'ἡμῖν' 的动词 'στρατηγήσουσιν',表达了这样一种确信:敌人的不轨行为客观上最终会为雅典带来有利的战略态势(等同于在为雅典效劳)。
  4. 399ὅπως γὰρ ἀσφαλῶς γενήσονται πράττειν — 由 'ὅπως' 引导的间接疑问从句(“他们如何能安全地行动”),取决于后文的主句 'οὐκ ἐξ ἀρχῆς γενέσθαι κωλύειν προσῆκεν'(不应该从一开始就阻止其发生)。
  5. 399δεξαίμην δʼ ἂν ἔγωγε — 带有语气助词 'ἄν' 的希求法(潜在希求法),表达了一种委婉的、主观的主张(“我个人宁愿接受”)。

引用这一段

阿里斯·台德斯, 论与拉刻代蒙人和谈 §398-399. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg031.humanitext-grc2:398-399

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。