Humanitext Reader

阿里斯·台德斯 · 论与拉刻代蒙人和谈 §393

回归最初和平立场与把握第三次良机

第 2 段,共 5 段 · 希腊语

内容简介

演说者劝诫雅典人应当坚持最初主张和平解决的立场,避免重蹈拉塞达埃蒙人的覆辙。他指出,当前的优势是神明引导的结果,使雅典同时展现了温和与勇气,并呼吁他们以贤明的决策对待这第三次机会。

§393ἐγκαλοῦμεν, τοῦτʼ αὐτοὶ πάθωμεν, μηδὲ τῆς τούτων ἀβουλίας μᾶλλον κληρονομήσωμεν ἢ τοῖς ἡμετέροις αὐτῶν λογισμοῖς χρησώμεθα, οὓς περὶ τούτων ἐξ ἀρχῆς εἴχομεν.
因此,千万不要让我们自己也遭受我们所指责他们的这种事情,也不要继承他们的愚蠢,而应当运用我们自己从一开始就对这些事情所持有的思考。
ἴστε γὰρ δή που καὶ τότε πρὸς τὰς πολλὰς πρεσβείας αὐτῶν καὶ τὰ προστάγματα ἐκεῖνα μίαν ταύτην οὖσαν ἀπόκρισιν, δίκῃ διαλύεσθαι, πόλεμον δὲ κοινὸν τοῖς Ἕλλησι μὴ κινεῖν.
因为你们想必知道,即使在当时,面对他们的多次遣使和那些命令,也只有这一个回答:通过法律解决,而不为希腊人挑起共同的战争。
τότε μὲν τοίνυν τούτων οὐ δεχομένων, ἀναγκαίως εἰς τὸν πόλεμον κατέστητε, νῦν δὲ πῶς εἰκὸς ἐφʼ ὑμῖν γεγενημένων μὴ χρῆσθαι τούτοις, ἅ γʼ ἐξ ἀρχῆς ἂν, εἰ μηδεὶς ἐκώλυσε μηδὲν, ἐπράξατε, ἀλλʼ ἀμφοτέρωθεν τὸ πρᾶγμα ἀναστραφῆναι, καὶ τοὺς μὲν τότε φυγόντας τὴν εἰρήνην νῦν ἥκειν ἐπὶ ταύτην προκαλουμένους, ἡμᾶς δʼ οἳ τότε τῆς εἰρήνης εἰχόμεθα, αὖθις αὖ τὸν πόλεμον φαίνεσθαι προαιρουμένους;
当时,由于他们不接受这一点,你们被迫投入了战争;但现在,在事情已由你们掌控的情况下,如果不去使用那些在没有任何人阻碍的情况下你们从一开始就会采取的手段,反而让事情在双方之间发生逆逆转,让当时逃避和平的人如今主动为了和平而来,而当时坚持和平的我们如今却显得转而选择战争,这又怎么可以说是合理的呢?
καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὡς εἰκότως μεταβέβληνται, ἡμῖν δʼ ὡς ὀρθῶς τότʼ ἐγιγνώσκομεν αὐτὰ τὰ τούτοις συμβεβηκότα μαρτυρεῖ.
而且,他们或许可以说自己改变得合情合理,但对我们而言,他们身上所发生的事实本身就证明了我们当时的看法是正确的。
ὥστʼ οὐκ ἂν δή που δικαίως μεταβαλλοίμεθα, ἢ κομιδῆ γε ἄτοπον, εἰ Λακεδαιμόνιοι μὲν ἡμῖν σύμψηφοι γεγόνασιν, ἀφέντες τὰ δοκοῦντα ἑαυτοῖς, ἡμεῖς δʼ ἡμῖν αὐτοῖς ὑπεναντία γιγνώσκοντες ὀφθησόμεθα.
因此,我们当然不会合理地改变态度,否则,如果拉塞达埃蒙人已经放弃了他们自己的看法而赞同我们,而我们却被看到持有与自己相反的观点,那确实是极其荒谬的。
ἡγοῦμαι δὲ θεῶν τινα ταυτὶ πάντα στρατηγῆσαι εἴτε γὰρ ἐξ ἀρχῆς ἐθελονταὶ τὸν πόλεμον προειλόμεθα. ἀνδρείας μὲν ἄν τι τοῦτʼ ἴσως σύμβολον ἐξηνέγκαμεν, τὴν δʼ ἐπιείκειαν οὐδεὶς ἰδεῖν εἶχεν ἂν, οὔκουν ἐν αὐτοῖς γε οἷς ᾑρούμεθα, εἴτε καὶ βουλομένων ἡμῶν τὴν εἰρήνην ἄγειν ἐπείσθησαν οὗτοι, τὸ μὲν προορᾶσθαι τῆς Ἑλλάδος ἡμᾶς καὶ τὸ μὴ προχείρως ἔχειν πρὸς τὰς πλεονεξίας ἐπῄνεσεν ἄν τις δικαίως, τὰ δὲ τῆς ἀνδρείας καὶ τῆς δυνάμεως οὐ πάντες ἔμελλον συνείσεσθαι, οὔκουν ἐν αὐτῷ γε τῷ τὴν εἰρήνην ἄγειν αἱρεῖσθαι.
我认为是某位神明主导了这一切;因为如果我们从一开始就自愿选择战争,这或许可以展示出我们勇气的某种证明,但谁也无法看到我们的公正宽厚,至少在我们所选择的事情本身中是看不到的;或者,如果我们希望保持和平而这些人被说服了,人们固然会理所当然地赞美我们为希腊的前途着想、不急于贪图私利,但并不是所有人都能察觉到我们的勇气和力量,至少在选择保持和平这一决定中是如此。
νῦν δʼ ἀμφότερα ὡς κάλλιστα ἐνεδειξάμεθα.
而现在,我们以最美好的方式展示了这两者。
οἷς μὲν γὰρ τὴν εἰρήνην ἐπρεσβεύομεν οὓς πολεμεῖν διεκωλύομεν πραότητος καὶ προνοίας τῶν Ἑλλήνων ὅπως μή τι πείσονται πίστιν παρειχόμεθα, οἷς δʼ ἀναγκασθέντες πολεμεῖν κεκρατήκαμεν ἀνδρείας ἅμα καὶ δυνάμεως δόξαν προσειλήφαμεν, ὥστʼ ἐξ ἀμφοτέρων ὑπάρχειν τῇ πόλει θαυμάζεσθαι μετʼ εὐνοίας.
因为对于我们为了和平而派遣使者、阻止其发动战争的人,我们提供了温和以及为了不让希腊人遭受痛苦而进行深谋远虑的证明;而对于我们因被迫参战而战胜的人,我们同时赢得了勇气和力量的名声,从而使我们的城邦因这两者而享有带着善意的赞赏。
ἔπειτά γʼ οἶμαι τρίτος οὑτοσί τις ἥκει πάλιν καιρὸς εὐβουλίας δεόμενος, ὃν ἐὰν ὡς χρὴ μεταχειρισώμεθα,
接着,我认为这第三个需要贤明决策的机会再次来临,如果我们能以应有的方式来对待它,

词汇与语法注释

  1. §393ἐφʼ ὑμῖν γεγενημένων — 这是伴有中性复数属格代名词(如 πράγματα)省略的属格独立结构,使用了 γίγνομαι ἐπί τινι(归于某人掌控、取决于某人)这一表达,表示目前的局面已由雅典人掌控。
  2. §393ἀναστραφῆναι — 该不定式是与 μὴ χρῆσθαι 并列、受修辞疑问句 πῶς εἰκός(怎么可以说是合理的呢?)支配的动作之一。它引入了一个“对格+不定式”结构,用以强调角色逆转的荒谬性。
  3. §393εἴτε γὰρ ἐξ ἀρχῆς ἐθελονταὶ... — 这是一个由 εἴτε... εἴτε...(无论是……还是……)构成的双重条件句,分别提出了与过去事实相反的假设(虚拟语气),其归结句均带有 ἄν 搭配直说法语过去时(ἐξηνέγκαμεν ἄν / εἶχεν ἄν),用以评估这些假想情境下的结果。

引用这一段

阿里斯·台德斯, 论与拉刻代蒙人和谈 §393. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg031.humanitext-grc2:393

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。