Humanitext Reader

阿里斯·台德斯 · 反对西西里远征 §376-377

国家长远安全与因势调整决议

第 1 段,共 8 段 · 希腊语

内容简介

在关于西西里远征的雅典公民大会上,演讲者主张应优先考虑国家未来的长远安全而非暂时的言辞取悦,并强调必须根据局势发展灵活调整决议,不可盲目固守先前的决定。

§376συνεύξασθαι μὲν, ὦ Ἀθηναῖοι, τῇ πόλει καὶ ταῦτα καὶ πόλλʼ ἕτερα ἐμοί τε ἥδιστον πάντων καὶ ὑμῖν οἶδʼ ὅτι πᾶσι πρόχειρον.
雅典人啊,为城邦共同祈求这些以及许多其他的事情,对我来说固然是万分乐意之事,而我也深知,对你们所有人而言这都是易于做到的。
ἐγὼ δὲ καὶ ὅτε πρῶτον περὶ τῶν Σικελικῶν τούτων ἐσκοπεῖσθε, βουλῆς ἀγαθῆς ᾤμην δεῖν καὶ νῦν ἔτι πλέονος· μιᾷ γὰρ ἡμέρᾳ τῇ αὐτῇ περί τε ἀρχῆς προσθήκης βουλευόμεθα καὶ περὶ σωτηρίας ἡμῶν αὐτῶν.
然而我,即便在你们最初审议这些关于西西里的事务时,也认为需要良好的谋划,而现在则需要得更多;因为在同一天内,我们既在审议扩张统治范围的事情,又在审议我们自身的安全。
καὶ τοὺς μὲν λόγους οὓς ἥδιστʼ ἂν ἀκούσαιτʼ οὐκ ἀγνοῶ, τὰ δὲ πράγματα ἐν τούτῳ καθέστηκεν ὥστε μηδὲ βουλομένῳ τὴν χρείαν εἶναι παρελθεῖν.
虽然对于你们最乐于听到的那些言论我并非不知,但事态已陷入如此境地,以至于哪怕是不愿发言的人,也无法回避眼前的紧迫需求。
πολὺ γὰρ βέλτιον αὐτὸν ὑμῖν, ἂν ἄρα συμβῇ, προσκροῦσαι πείθοντα καὶ διδάσκοντα ἢ περιιδεῖν ἡμᾶς περιπεσόντας ἡμῖν αὐτοῖς.
因为,通过说服和教导来触犯你们(即便这种情况真的发生),也远比看着我们自己陷入自我毁灭的境地,对你们要好得多。
παρασκευῆς μὲν οὖν οὕτως ἔχω καὶ γνώμης, ἀξιῶ δὲ γενέσθαι μοι μετὰ παρρησίας εἰπεῖν.
因此,我的准备和意图便是如此,我要求允许我坦率地发言。
εἰ μὲν γὰρ εὐθὺς ἀκούσαντας ἔδει παρὰ γνώμην τι πράττειν, καλῶς εἶχεν ἴσως φυλάττεσθαι· ἐπεὶ δὲ ἐφʼ ὑμῖν ἐστι σκεψαμένους ἑλέσθαι τῶν λεχθέντων ὁπότερʼ ἂν βούλησθε, οὐκ ὀρθῶς ἔχει φεύγειν τὴν αἵρεσιν, ἀλλὰ θέντας ἄμφω παρʼ ἄλληλα γενέσθαι τοῦ κρείττονος.
因为如果一听完发言就必须违背意愿去付诸行动,那么或许戒备是件好事;但既然在审视之后选择所说的任意一方全凭你们自己,那么逃避选择就是不对的,而应当将两者并列比较,从而归向更好的一方。
χωρὶς δὲ τούτων εἰ μὲν ἦν ταῖς τῶν λόγων ἡδοναῖς προσάγειν τὰ πράγματα, δυστυχία μὴ τοῦτον τὸν τρόπον αἱρεῖσθαι δημηγορεῖν· ἐπεὶ δʼ οὐχ ὅπως ἂν σχήματος οἱ λόγοι σχῶσι, τοιαῦτα ἀποβαίνει τὰ πράγματα, ἀλλʼ ὅπως ἂν ἐκεῖνα τύχῃ τέλους, οὕτως οἱ ῥηθέντες ἐν ἀρχῇ περὶ αὐτῶν ἔδοξαν ἔχειν λόγοι, δεῖ δέχεσθαι τοὺς ἐπʼ εὐνοίᾳ καὶ μὴ μικροῦ μέρους ἡμέρας τὸ μέλλον ἅπαν προΐεσθαι.
抛开这些不谈,如果确实能用言辞的欢愉来引导现实事务,那么不选择以这种方式发表民意演说将是一种不幸;但既然事物并不会因为言辞具有某种形式而那样发展,反而是最初关于它们的言论会因为事态最终的结果而显现其真实面貌,因此我们必须接受那些出于好意的建言,而不能为了一天中短暂的片刻而抛弃全部的未来。
ὅπου γὰρ οὐδὲ ἐν αὐτοῖς τοῖς πράγμασιν εὖ φρονούντων ἐστὶ τὰ μείζω τῶν ἐλαττόνων ἀποδίδοσθαι, ἦ που λόγου γε χάρις πρόσκαιρος οὐκ ἀντάξιον τῆς εἰς ὕστερον ἀσφαλείας τῶν ὅλων.
因为,既然在实际事务中,为了较小的事物而放弃较大的事物绝非明智之人的做法,那么言辞上暂时的取悦当然无法等同于日后整体的安全。
πρῶτον μὲν οὖν πρὸς τὰ τελευταῖα τῶν εἰρημένων ἀποκρινοῦμαι· ἔπειτα καὶ τὴν τῶν ἄλλων ἐξέτασιν, ὡς ἂν οἷός τε ὦ, ποιήσασθαι πειράσομαι.
因此,我首先将对所言之事的最后部分进行答复;随后,我也将尽我所能对其他事务进行审视。
φημὶ γὰρ ἀμφοτέρους ὀρθῶς γιγνώσκειν, ὦ Ἀθηναῖοι, ὅσοι τε ἐξ ἀρχῆς ταύτην ἔχοντες τὴν §377γνώμην ὡς οὐ χρὴ πλεῖν εἰς Σικελίαν τῶν αὐτῶν ἔχονται λόγων, ὅσοι τε σύμψηφοι τοῖς πολλοῖς ὄντες τότε νῦν τὴν ἑτέραν φέρουσιν.
因为我主张双方的看法都是正确的,雅典人啊,既包括那些从一开始就持有这种意见、认为不应起航去西西里且至今坚持相同言论的人,也包括那些当时虽然与多数人一致投赞成票、而如今却提出相反意见的人。
οἱ μὲν γὰρ ἐξ ἀρχῆς τὰ δέοντα ἐλογίζοντο, οἱ δὲ ἔργῳ δεικνύουσι προνοητικῶς ἔχοντες.
因为前者从一开始就计算出了必要之事,而后者则用事实表明他们具有远见。
ὅτε μὲν γὰρ ἐξῆν ἐφιέναι ταῖς ἐλπίσι, μεθʼ ὑμῶν ἦσαν, ὅτε δʼ ἡ πεῖρα τἀληθὲς εὑρίσκει, πρὸς τὸ φαινόμενον τίθενται ἦν δʼ οἶμαι φιλονεικούντων μὲν οἷς ἐξ ἀρχῆς προείλοντο ἐθέλειν ἐμμένειν, νοῦν δὲ ἐχόντων καὶ βουλομένων σώζεσθαι τὴν πόλιν μετὰ τῶν πραγμάτων γίγνεσθαι.
因为当可以寄予希望之时,他们与你们在一起;而当实践发现真理之时,他们便顺应眼前显现的现实。 而我认为,想要坚持最初的选择是好胜之人的作风,而具有理智并希望挽救城邦的人,则是去顺应事态的发展。
οὐ γὰρ τὰ ψηφίσματα τὰς ἐν τοῖς ὅπλοις πράξεις κατορθοῖ, ἀλλʼ ὅπως ἂν ἔχῃ τὰ τῶν πολέμων πράγματα, τοιαῦτα δεῖ περὶ αὐτῶν γίγνεσθαι τὰ ψηφίσματα.
因为,决定战争中行动成败的并非决议本身,相反,对战争行动的决议必须顺应战争的具体态势来进行。
οὗτοι μὲν οὖν οὐδὲν ἄλλο λέγουσιν ἢ ὡς ἐπειδήπερ τὸ κατʼ ἀρχὰς προήχθημεν, διὰ τοῦτο καὶ νῦν ἐπεξαμαρτητέον, τὸ κακὸν τοῦ κακοῦ φάρμακον ποιουμένους.
因此,这些人无非是在说:既然我们在起初就被引诱,所以现在也必须继续犯错,以此恶来作为彼恶的解药。
ἐγὼ δὲ ἐξ ὧν μεθʼ ὑμῶν ἀκούων εὑρίσκω, τοὐναντίον ἡγοῦμαι βέλτιον ἂν ἡμῖν ἔχειν, ἐξ ἀρχῆς εἰ ταῦτʼ ἀπεψήφισθε.
然而,从我与你们一同倾听并发现的事实中,我持相反意见,认为如果你们一开始就否决了这些事,对我们本会更好。
καὶ μὴν ἄριστον μὲν ἅπασιν ἀνθρώποις λογισμῷ τὸ μέλλον καταλαμβάνειν· δυοῖν γάρ ἐστι τοῖν καλλίστοιν σύμβολον, εὐτυχίας τε καὶ τοῦ καλῶς βουλεύεσθαι·
况且,对所有人而言,用理智去把握未来是最好的;因为这是两件最美好之物的象征——好运与良好的决策。
εἰ δὲ τοῖς τοῦ βελτίστου διαμαρτοῦσι μὴ ἐξέσται τὰ δεύτερα ἐκ τῶν παρόντων μεταθέσθαι, ὃ πλεῖστόν ἐστι τῶν ἀνθρωπείων, τοῦτο ἀναιρήσεται, τὸ παιδεύεσθαι παρὰ τῶν πραγμάτων, ὥστʼ ἀπέραντον ἀνάγκη τὴν κακοπραγίαν εἶναι.
但如果那些未能达到最完美结果的人,不被允许根据眼前局势去转向次优的选择,那么人类事务中最大的组成部分——即通过事态受到教育——将被剥夺,从而导致不幸必然无边无际。
καὶ μὴν εἴ τις ἔροιθʼ ὑμᾶς τίνι τῷ μεγίστῳ νόμον ἢ ψήφισμα εἶναι διαφέρει, τοῦτʼ ἂν εὕροιτε, ὅτι οἱ μὲν νόμοι τὸ δίκαιον εἰσάπαξ εὑρόντες κοινὸν ἔταξαν κατὰ παντὸς τοῦ χρόνου, τὰ δὲ ψηφίσματα ταῖς χρείαις ἀκολουθεῖ·
此外,如果有人问你们,法律与决议之间最大的区别是什么,你们将会发现:法律是在一次性确定正义之后,将其规定为所有时间里的共同准则,而决议则是顺应临时的需要。
καὶ τὸν αὐτὸν τρόπον ὅνπερ αἱ πράξεις ἄλλοτʼ ἄλλως ἐπὶ τῶν καιρῶν ἀπαντῶσιν, οὕτω τὰ ψηφίσματα καὶ τὰς γνώμας οἱ καιροὶ καὶ ποιοῦσι καὶ λύουσιν·
而且,正如同行动在不同的时机里会以不同的方式呈现一样,时机也同样既促成、又废除那些决议和意见。
εἰκότως.
理当如此。
ἐν ἐκείνῳ μὲν γὰρ τῷ τρόπῳ τοῖς πολίταις διαλεγόμεθα, ὥστʼ ἀρκεῖ φθέγγεσθαι ταυτὸν διὰ τέλους, ταῦτα δὲ πρὸς τοὺς ἔξω καὶ πρὸς τὰς τοῦ πολέμου τύχας ἀνεύρηται.
因为在前一种方式中,我们是在与公民对话,因此自始至终表达相同的观点便已足够;而后者则是针对外部之人以及战争的各种变故而制定出来的。
οὐδὲν οὖν αὐτῶν ἐστι βέβαιον οὐδʼ ἀκίνητον, οὐδʼ οἷον μὴ λῦσαί γε δεῖν ποτε.
因此,其中并没有任何事物是稳固或不可动摇的,也不是那类绝不需要废除的东西。
ἀλλὰ μὴν ὅπου καὶ τοὺς
然而,既然……

词汇与语法注释

  1. §376μηδὲ βουλομένῳ τὴν χρείαν εἶναι παρελθεῖν — 与格分词 `βουλομένῳ` 在此与 `εἶναι` 连用,构成与格所有/关系句式,意为“即使对于……(想要/愿意)的人”。与否定词 `μηδέ` 结合,传达出一种紧迫的局势:“以至于哪怕是不愿发言的人,也无法回避事态的紧迫需要”。
  2. §376αὐτὸν ὑμῖν ... προσκροῦσαι — 宾格代词 `αὐτόν` 是不定式 `προσκροῦσαι`(冒犯、发生冲突)的主语,指发言者自身。而紧邻的与格 `ὑμῖν` 则修饰比较级 `βέλτιον`(“对你们而言更好”)。由于两个代词相邻,需要仔细区分它们各自的语法修饰关系。
  3. §377βέλτιον ἂν ἡμῖν ἔχειν, ἐξ ἀρχῆς εἰ ταῦτʼ ἀπεψήφισθε — 这是在动词 `ἡγοῦμαι`(我认为)支配下的间接引语中,表示与过去事实相反的虚拟条件句。原本主句中带有 `ἄν` 和直陈式过去时的动词(`βέλτιον ἂν εἶχε`,“本会更好”)在宾格不定式结构中转换为 `ἄν` 连用不定式(`ἂν ἔχειν`),而从句(条件从句)则保持 “`εἰ` + 直陈式不定过去时”(`ἀπεψήφισθε`,“否决”)的形式不变。
  4. §377φιλονεικούντων μὲν ... νοῦν δὲ ἐχόντων ... γίγνεσθαι — 这是受未完成过去时 `ἦν`(在此表示普遍或理所当然的属性,“是……的特征/做法”)支配的特征属格。现在分词属格形式 `φιλονεικούντων`(好胜好辩之人)与 `νοῦν ἐχόντων`(明智之人)形成对比,与之对应的不定式 `ἐμμένειν`(固执)和 `γίγνεσθαι`(顺应事态)分别充当主语名词短语。

引用这一段

阿里斯·台德斯, 反对西西里远征 §376-377. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg030.humanitext-grc2:376-377

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。