- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg030.humanitext-grc2:378-379
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
演説者は、アテナイ本国の深刻な防衛上の危機とシケリア遠征軍の壊滅的な窮状を対比させ、さらなる増援の派遣に固執する愚かさを批判し、撤退を促す。
νόμους αὐτοὺς ἐξεῖναι λύειν, ἐάν τι βλάπτωσιν, ἐν αὐτοῖς εἴρηται τοῖς νόμοις, ἦ που ψήφισμά γε, καὶ τοῦτο ὑπὲρ πλοῦ καὶ στρατείας, ἀνεπίφθονον διορθώσασθαι.1 ἐγὼ δʼ οὐδὲ λύσειν ὑμᾶς φημι τῶν δεδογμένων οὐδέν. εἰ μὲν γὰρ ἔχει τις δεῖξαι καὶ τοῦτο ἡμᾶς προσεψηφισμένους, μηδέποτʼ ἐξεῖναι δεῦρʼ ἐπαναπλεῦσαι αὖθις, ἄλλος ἂν εἴη λόγος· νῦν δὲ κἀκεῖνο πεπλήρωται καὶ τὰ δεύτερα μὴ κεκωλύσθω. φέρε γὰρ πρὸς θεῶν, εἴ τις εὐθὺς ἀπʼ ἀρχῆς ἠδυνήθη πᾶν ὑμῖν ἀκριβῶς τὸ μέλλον παραστῆσαι—ἦν δʼ ἂν οὗτος, ὡς ἔοικε, θεῶν τις· οὐ γὰρ ἀνθρώπων γε οὐδεὶς οἷος ἀντισχεῖν τοῖς τόθʼ ὑμᾶς ἀνάπτουσιν—ὡς τὰ πράγματα εἰς τοῦτο περιστήσεται ὥσθʼ ἡμῖν περὶ τῶν ἀπελθόντων πρότερον γενέσθαι τὸν λόγον ἢ περὶ τῆς Σικελίας, ἔσθʼ οὕτω τις ἄφρων ἢ δυστυχὴς ὅτῳ ταῦτα ἤδη ἀφικέσθαι παρέστη, ὥστε τὴν πόλιν τοσαύτῃ δαπάνῃ καὶ τοσούτοις κινδύνοις περιβαλεῖν; οὐκ ἂν ἔγωγε πειθοίμην. οὐκοῦν ἅ γε προγνόντες οὐκ ἂν ἐπέμψατε, ταῦτʼ ἐπιγνόντες μεταπέμποισθʼ ἂν ἐν καιρῷ τοὺς ἄνδρας, ἄλλως τε καὶ οὐκ ἐν ὁμοίοις, ὦ Ἀθηναῖοι, τοῖς ὅλοις πράγμασι καὶ καιροῖς τὴν τότε γνώμην ἔσχομεν καὶ τὴν νῦν μεταθησόμεθα, ἂν ἐμοὶ πείθησθε. τότε μὲν γὰρ καὶ σπονδῶν οὐσῶν πρὸς Λακεδαιμονίους καὶ τὸν οἴκοι πόλεμον νενικηκότες λαμπρῶς ἐν ἐρημίᾳ πολεμίων ὄντες εἰκότως ἐτρυφῶμεν, νῦν δὲ ὁρᾶτε μὲν δή που τοὺς πολεμίους ἀπὸ τοῦ τείχους, ἀντὶ δὲ ὀχληροῦ κἀκείνου καὶ βαρέος, τοῦ καθʼ ἕκαστον ἔτος ἐμβάλλειν εἰς τὴν χώραν, ἵδρυνται συνεχῶς ἐπὶ ταῖς πύλαις καὶ περιέστηκεν, εἰ δεῖ μὴ ληρεῖν, ἀκριβὴς πολιορκία· χρήματα δʼ ἡμῖν τὰ μὲν εἰς τὸν ἀπόστολον τὸν καλὸν ἐξανήλωται, τὰ δʼ ἐν τοῖς ἄνω καιροῖς κατεχρησάμεθα· οἰκέται δʼ αὐτομολοῦσιν ὁσημέραι, τοσούτοις δὲ τοῖς πᾶσιν ἐλάττους γεγόναμεν, ὅσοις ἱκανῶς ἡ μεγίστη μεθʼ ἡμᾶς πόλις κατεσκεύαστο.2 σκοπῶμεν οὖν εἰ δόξομεν ἢ ἡμᾶς αὐτοὺς γιγνώσκειν, ἢ τὴν πόλιν καλῶς θεραπεύειν, εἰ πολιορκούμενοι μὲν αὐτοὶ τοῦθʼ ἑτέρους ποιεῖν ἐπιχειρήσομεν διαπόντιοι καὶ πρὶν ἐξελθεῖν ἔχειν ἔξω τείχους πλευσούμεθα ἐπʼ ἄλλους, τὴν Ἀττικὴν ἀποκρύψαντες, τῶν δὲ οἰκείων ἄρχειν οὐχ οἷοί τε ὄντες τῶν ἐν Σικελίᾳ βουλησόμεθα Ἑλλήνων καὶ βαρβάρων ἅμα. ἀλλʼ οὐ τοῖς εἰς ἀνάγκας ἀφιγμένοις, ἀλλʼ οἷς περίεστι τὰ τοιαῦτα ἴσως ἀποδέδοται. καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δʼ ἐκεῖ ποῖʼ ἄττα; οὐδὲν ἀμείνω τούτων, εἰ μὴ πολλῷ φοβερώτερα, ὅσῳ γῆ τε ξένη καὶ πλείων ἡ τῶν ἀναγκαίων χρεία καὶ τοὺς κινδύνους ὀξυτέρους ἔχουσα. νῆες μὲν διάβροχοι, ναῦται δὲ ἀτακτοῦσι, χρήματα δʼ ἔρρει, τῶν δὲ ἐμπόρων οἱ πλείους μεθεστᾶσιν, οἰκέται δʼ αὐτομολοῦσιν, ἐφορμοῦσι δʼ οἱ πολέμιοι, μάχῃ δʼ ἡττήμεθα, τῶν δὲ ἐπιτηδείων ἡ κομιδὴ παρʼ αὐτὰς τὰς χεῖρας τῶν πολεμίων, ἀφέστηκε δʼ ἡ Σικελία, Γύλιππος δʼ οἴχεται δυνάμεις ἄξων ἑτέρας, πεπράγαμεν δʼ εὐχῆς τε ἔξω καὶ πέρα προσδοκίας, ὑπὸ μὲν γὰρ τῶν καταφρονούμεθα, πρὸς δὲ τοὺς διαβεβλήμεθα, οἱ δʼ ἀσθενέστατοι μόνοι λειπόμενοι φίλοι τοῦ μηδενὸς ἄξιοι τῇ χρείᾳ. τὰ δʼ Ἐγεσταίων χρήματα φροῦδα ὁμοῦ τῷ καπνῷ. Συρακοσίους δὲ οὐδὲν ἐπιχωρεῖν φασιν, εἰ μὴ δίκην προσλήψονται τῆς ἐπιβουλῆς ἀξίαν. εἶθʼ ἡμεῖς, ὦ Ἀθηναῖοι, ταῦτʼ ἀναμενοῦμεν καὶ τῶν πραγμάτων οὐκ ἀκολουθησάντων οἷς ἐψηφισάμεθα αὐτοὶ τοῖς ἐψηφισμένοις ἀκολουθεῖν ἀξιώσομεν, ὥσπερ τοῦτʼ ἀρκέσον,3 ἂν μὴ παυσώμεθα μωραίνοντες, ἢ Συρακοσίους κατὰ τὰς ἡμετέρας ἐπιθυμίας τὸν ἀγῶνα τὸν πρὸς ἡμᾶς διοίσοντας; καὶ τριῶν μὲν ἐκπεμφθέντων στρατηγῶν ὁ μὲν τέθνηκεν, ὁ δʼ εἰς τοὺς πολεμίους οἴχεται, εἷς δὲ ὁ λειπόμενος ὃν ἄκοντα ἐνθένδε ἐξηλάσαμεν, τούτῳ δʼ αὖ νῦν ἑτέρους προσκαταστήσομεν; καὶ οὐδὲ τοῦτʼ αὐτὸ ποιησόμεθα ὡσπερεὶ σύμβολον τοῦ παντὸς, ὅτι οὐχ ἡμέτερα τἀκεῖ οὐδʼ ἴσα τῇ δυνάμει σπουδάζομεν, εἴ γε ὁ μὲν τὰς περὶ αὐτῶν ὑποθεὶς ἐλπίδας ἐν τοῖς πολεμίοις ἐστὶ νῦν, τῷ δʼ ἀπαγορεύοντι μάλιστα τούτῳ πάντων χρῆσθαι πρὸς αὐτὰ ἠναγκάσμεθα, ἀλλʼ ὥσπερ κακῶν ἐπιθήκην ζητοῦντες ἑτέρους στρατηγοὺς καὶ στρατιὰν ἄλλην ἐπιπέμψομεν καὶ φιλονεικήσομεν; τίνι θαρρήσαντες, ὦ
法それ自体が、もし何らかの害を及ぼすならば、それを廃棄することが許されていると、当の法自体の中に述べられています。ならば、ましてや決議は、しかもそれが航海と遠征に関するものであるなら、非難されることなく是正されることは、なおさら当然のことです。しかし私は、皆さんが決定したことの何一つを廃棄しろと言っているのではありません。というのも、もし私たちが「二度とここへ帰還してはならない」と追加決議したということを、誰かが示すことができるのであれば、話は別でしょうが、現実は、あちらの命令も満たされており、第二の計画が妨げられるべきではないからです。 神々の名において、考えてみてください。もし誰かが、最初から皆さんにすべての未来を正確に示すことができたとしたら(そのような者は、どうやら神々の誰かであったでしょう。なぜなら、当時皆さんを燃え立たせていた熱情に抵抗できる人間など、一人もいなかったからです)、事態がこのように一転し、私たちにとって、シケリアについての議論よりも、出発した人々についての議論が先になされることになると(示せたとしたら)、このような事態が今や到来することを前にして、国家をこれほどの出費とこれほどの危険に晒すほど愚かであるか、あるいは不運である者がいるでしょうか。私はとてもそうは信じません。それならば、あらかじめ知っていたら派遣しなかったであろうものを、後から知ったのだから、時を失わずに男たちを呼び戻すべきではないでしょうか。何よりも、アテナイの皆さん、私たちが当時の意見を持った時と、皆さんが私の言うことを聞き入れて、今の意見を変更しようとする時とでは、事態全体や状況が全く異なっているのです。当時は、スパルタ人との休戦協定があり、国内の戦争に目覚ましく勝利し、敵がいない状態にあって、私たちは当然のことながら贅沢に暮らしていました。しかし今や、皆さんは言うまでもなく、城壁から敵を見ています。そして、毎年わが国に侵入するという、あの厄介で重苦しいことの代わりに、彼らは絶えず門前に陣取っており、たわ言を言わないのであれば、事実上の厳格な包囲戦が取り囲んでいます。さらに、私たちの資金は、あの立派な遠征の送り出しのために使い果たされ、また他の資金はかつての時期に使い尽くされました。奴隷たちは日ごとに逃亡しており、私たちは全体として、わが国に次ぐ最大の都市が十分に武装し備えたのと同数だけ減少しています。それゆえ、私たち自身が自らをわきまえていると、あるいは国家をよく維持していると見なされるかどうか、よく考えてみましょう。もし、私たち自身が包囲されているというのに、海の向こうで他者に対して同じことを行おうとし、さらに、城壁の外に出ることもできないうちに、アッティカから目を背けて、他者に対して航海しようとし、自分たちの領土を支配することさえできないのに、シケリアのギリシア人とバルバロイを同時に支配しようと望むのだとしたら。しかし、そのようなことは、窮地に陥った人々ではなく、むしろ十分な資源を持っている人々にこそ、おそらく許されているのです。 こちらの状況はこのようなものです。では、あちらの状況はどのようなものでしょうか。これらより少しも良くはなく、むしろ遥かに恐ろしいものです。なぜなら、そこは異郷の地であり、必需品の必要性はさらに大きく、危険はより差し迫っているからです。船は浸水し、水兵は規律を失い、資金は底をつき、商人の大半は立ち去り、奴隷は逃亡し、敵は包囲を構え、私たちは戦闘で敗北し、食料の輸送は敵の手のすぐ届くところで行われ、シケリアは離反し、ギュリッポスは別の軍勢を連れてくるために去り、私たちの状況は願いからも外れ、期待を超えて悪い方向に進んでいます。というのも、ある者たちからは軽蔑され、他の者たちに対しては中傷されており、ただ最も弱い者たちだけが、何の役にも立たない味方として残されているからです。セゲスタの資金は、煙と共に消え去りました。そして、シラクサ人たちは、この企てに対してふさわしい罰を与えない限り、いかなる譲歩もしないと言っているそうです。それなのに私たちは、アテナイの皆さん、これらを待ち望み、事態が私たちの決議したことに従わなかったというのに、自分たち自身がその決議されたことに従うべきだと主張するのでしょうか。まるで、私たちが愚行をやめない限り、それで十分であるかのように、あるいは、シラクサ人が私たちの望み通りに、私たちとの戦いを戦い抜いてくれるとでも言うかのように。そして、派遣された三人の将軍のうち、一人は死に、一人は敵のもとへ去り、残された一人は私たちが無理やりここから追い出した者であるというのに、彼に対して今また、さらに別の将軍たちを任命して送るというのでしょうか。そして、あちらの事柄は私たちの手に負えるものではなく、私たちが自分たちの実力に見合わないことを追い求めているという、これ自体を全体の明確な証拠とみなすことすらしないのでしょうか。というのも、それらへの希望の基礎を築いた者は今や敵側におり、最もそれに反対していた者を、私たちはまさにこれらに用いざるを得なくなっているのですから。それなのに、まるで災いに災いを付け加えることを求めるかのように、私たちは他の将軍たちや別の軍勢を送り、意地を張り続けるのでしょうか。何を信じて、おお……
- 378ἦ που ψήφισμά γε, καὶ τοῦτο ὑπὲρ πλοῦ καὶ στρατείας, ἀνεπίφθονον διορθώσασθαι
ἦ που ... γε は「ましてや〜は言うまでもない」という確信を伴う推量を表す。不定詞 διορθώσασθαι は、前文の ἐξεῖναι(〜が許されている)に導かれるか、あるいは非人称表現の形容詞 ἀνεπίφθονον(非難されることのない、当然の)に伴う主語・目的語関係を示す「〜を修正することは当然である」という構造を表す。後者として解釈し、省略された ἐστί を補って読むのが自然である。
- 378τοσούτοις δὲ τοῖς πᾶσιν ἐλάττους γεγόναμεν, ὅσοις ἱκανῶς ἡ μεγίστη μεθʼ ἡμᾶς πόλις κατεσκεύαστο
度合を示す与格 τοσούτοις ... ὅσοις による比較構造。「〜と同数だけ減少した」の意。μεθʼ ἡμᾶς(私たちの次にある)は順位を表し、「私たちに次ぐ最大の都市」(シラクサを指す)が十分に軍備を整えたのと同数だけ、アテナイ側の総人員(τοῖς πᾶσιν)が減少した(ἐλάττους γεγόναμεν)という深刻な軍事的・人口的損失を示している。
- 379ὥσπερ τοῦτʼ ἀρκέσον
非人称動詞 ἀρκέω(十分である、足りる)の未来分詞中性対格を用いた対格絶対構文。ὥσπερ を伴い、「まるでこれが十分であるかのように」という反実的な仮定を表す。続く条件節 ἂν μὴ παυσώμεθα μωραίνοντες(私たちが愚行をやめない限り)に係っている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 注 1 件
