§373ὡς θεῖον τὸ χρῆμα τῆς ἀρχῆς·
支配(帝国)的力量是多么神圣啊!
αὐτὴ γὰρ ἑαυτὴν σώζει.
因为它自我保护。
ὥσπερ γὰρ ἐν τοῖς ἰδίοις οἴκοις ἑνὶ μὲν καὶ δυοῖν οἰκέταιν χαλεπὸν χρήσασθαι, οἱ δὲ πολλοὶ κατὰ ἀλλήλων ὑπάρχουσιν, οὕτω κἀν ταῖς δυναστείαις τὸ πλῆθος τῶν δεδουλωμένων βεβαιοῖ τὴν ἰσχὺν τοῖς προειληφόσι· πάντες γὰρ ἐν κύκλῳ δεδίασιν ἀλλήλους.
正如在私人家庭中,使用一两个仆人是困难的,而众多仆人则处于互相制约的状态,同样在统治权中,被奴役者的数量为那些早已夺得权力的人巩固了力量;因为周围的所有人都互相畏惧。
οὕτω δὴ καὶ ἡ Σικελία τοῖς ἐνταῦθʼ ἡμῖν οὖσι προσγενομένη αὐτή τε διὰ τούτων σωθήσεται καὶ τἀνταῦθα ἀκριβώσει καὶ σύνδεσμος, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τῆς ἀρχῆς καθεστήξει.
因此,如果西西里加入到这里的我们之中,它不仅本身会通过这些而得以保存,还会使这里的情况更加确凿,而且如果必须说实话的话,它将成为帝国的纽带。
χειρωθέντες γὰρ ἄνθρωποι πολλοὶ καὶ παντοδαποὶ γένος, οὐχ ἕξουσιν ἀποστροφὴν, ἀλλὰ πᾶν τὸ μὴ περαιτέρω τοῦ παρόντος κακὸν ὥσπερ ἕρμαιον ἡγήσονται τοῖς ὅλοις ἀπειπόντες.
因为许多属于各种族的人被征服后,将没有退路,而在完全放弃抵抗之后,他们会把任何不比眼前更糟的灾难都视为意外的幸运。
ἀλλʼ ἐνταῦθα γὰρ ἤδη τῶν φόβων εἴημεν·
然而,我们难道已经处于那些恐惧之中了吗?
ἐγὼ δὲ ἑτέρους ἐγγυτέρω τούτων ὁρῶ, τὸ ναυτικὸν εἰ κινήσαιμεν, ὦ Ἀθηναῖοι, νῦν ἐκ Σικελίας.
阿提那的华人们,如果我们现在将海军撤出西西里,我看到了比这些更近的另外一些恐惧。
καὶ οὐκ ἐκ τῶν Βάκιδος χρησμῶν οὐδʼ Ἀμφιλύτου μαθεῖν δεῖ με, ἀλλʼ αὐτὸς εὖ εἰδὼς ὑμῖν προλέγω Συρακοσίους καὶ Σελινουντίους καὶ πάντας τοὺς ἐκεῖθεν πολεμίους δεῦρʼ ἥξοντας, ἂν αὐτοὺς καλέσωμεν.
我不需要从巴克斯或安菲吕托斯的神谕中得知这一点,而是我自己很清楚,并预先告诉你们,如果我们召集他们,叙拉古人、塞利努斯人以及来自那里的所有敌人都会来到这里。
τούτους γὰρ οὐχ ἧττον καλοῦμεν ἢ τοὺς ἡμετέρους αὐτῶν, ἂν ἅ τινες κελεύουσι ψηφιζώμεθα.
因为如果我们投票赞成某些人所建议的事,我们召集他们的程度绝不亚于召集我们自己的人。
οὐ γὰρ ἐξαρκέσει Συρακοσίοις, εἴ γε μηδὲν πεπόνθασιν, ἀλλὰ τοῦτο μὲν τῇ τύχῃ καὶ Λακεδαιμονίοις λογιοῦνται τοῖς ἀφῃρημένοις, ἡμᾶς δὲ ἐχθροὺς μὲν ὁμοίως ὥσπερ ἂν εἰ παρεστησάμεθα αὐτοὺς, δυνατὸν δʼ εἶναι νῦν μόνως ἀμύνασθαι, κρινοῦσι.
因为对叙拉古人来说,即使他们没有遭受任何损害,也绝不会满足,而是会把这归功于运气和那些将我们引开的拉达蒙人,而把我们同样视为敌人,仿佛我们已经征服了他们一样,并判定现在是唯一能够进行报复的时机。
καίτοι θαυμαστὸν εἴ τις, ὦ Ἀθηναῖοι, τὸ μὲν ἐν τῷ Συρακοσίων λιμένι τριήρεις ἡμετέρας εἶναι φοβερὸν κρίνει τῇ πόλει, τὸ δὲ τὰς τῶν Συρακοσίων καὶ τῶν συμμάχων εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, τοῦθʼ ὥσπερ σωτήριον τοῖς πράγμασι προσδοκᾷ.
然而,阿提那的华人们,如果有人认为我们的三段式战船在叙拉古人的港口中对城邦是可怕的,却期待叙拉古人及其同盟国的船只驶入比雷埃夫斯港,仿佛这是对国家局势的拯救一样,这真是令人惊讶。
εἰ μὲν γὰρ ἔστι τις ἡμῖν ἐγγυητὴς, ὡς ἐκεῖνοι τὴν ἡσυχίαν ἄξουσι, καὶ οὐκ ἐθελήσουσι τὴν αὐτὴν ἀποδοῦναι χάριν Λακεδαιμονίοις ἧσπερ οὗτοι νῦν ὑπῆρξαν εἰς αὐτοὺς, ἐφʼ ἡμῖν εἶναι νομίζωμεν ὁπότερʼ ἂν βουλώμεθα τούτων.
因为如果我们有某种保证人,担保他们会保持安静,且不愿向拉达蒙人报以他们现在对他们所施予的同样恩惠,那我们就认为这些选择中哪一个都取决于我们吧。
εἰ δʼ οὐχ οὕτω φευξόμεθα αὐτοὺς, ὡς μὴ ὅποι ποτʼ ἂν ἡμῖν ἐπίωσιν, ἐνταῦθα ἀναγκαίως ἔχειν ἀμύνασθαι, τί τὴν Ἀττικὴν ταραχῆς ἐμπίπλαμεν ἀμελήσαντες τῆς Σικελίας;
但如果我们无法逃避他们,以至于在他们可能袭击我们的任何地方,我们都必须在这里被迫进行防守,那我们为什么要忽视西西里而使阿提卡充满混乱呢?
καὶ τί μεθίσταμεν ἐνταῦθα τὸν πόλεμον, ἐξὸν κατέχειν ἐκείνους, ὅπως μήθʼ ἑκόντες μήτʼ ἄκοντες προΐωσι τῆς αὑτῶν;
既然我们本可以压制他们,使他们无论自愿与否都无法离开自己的土地,我们又为什么要将战争转移到这里呢?
ἢ τὸ μὲν ἡμᾶς βουλεύεσθαι περὶ ἐκείνων δυσχερὲς, τὸ δʼ
难道是因为我们对他们进行谋划是困难的,而……