Humanitext Reader

阿里斯·台德斯 · 论向西西里派遣援军 §371-372

先辈的考验与维持征服之地的可能

第 5 段,共 7 段 · 希腊语

内容简介

演讲者回顾了先辈们过去的考验与荣耀,以此证明当前的西西里远征是正当的,并通过援引波斯国王统治的例子,反驳了认为征服难以维持的反对论调。

§371τὴν Ἀττικὴν πολεμίων καὶ πυρὸς μεστὴν, εἰ μὴ ταῦτα πάντα καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ γνώμῃ γενναίως καὶ περαιτέρω τῆς ἀνθρωπείας, εἰ οἷόν τε εἰπεῖν, φύσεως διήνεγκαν, ποῦ μὲν ἂν τρόπαια τοσαῦτα, ποῦ δʼ ἡγεμονία τῶν Ἑλλήνων, ποῦ δʼ αὐτὸ τὸ τοὺς Ἕλληνας εἶναι;
看到整个阿提卡塞满了病害和火焰,如果他们不仅用眼睛,而且用心灵,慷慨地、甚至超出人类——如果可以这样说的话——天性地忍受了所有这一切,那么哪里还会有如此多的战胜纪念碑? 哪里还会有希腊人的霸权? 哪里还会有希腊人自身的存在?
τί τούτων ὑπῆρξεν ἂν ὧν, ὡς ἐπὶ πραχθεῖσιν εἰπεῖν, ζῆν οὐ καλὸν χωρίς;
在这些恩惠中,若没有它们——如同谈论已经实现的事物那样说——生活便不再美好,又有哪一个能属于我们呢?
δεῖ τοίνυν τοῖς ὑπάρχουσι παραδείγμασι χρωμένους μὴ χείρους εἶναι πρὸς τὰ μέλλοντα, εἰδότας ὡς ἡ ῥᾳστώνη καὶ τὸ καθʼ ἡδονὴν ἀπὸ τῶν πόνων περιγίγνεται καὶ τὰ μέγιστα τῶν ἔργων τοὺς ἀρίστους μένει.
因此,我们必须利用现有的榜样,不要在面对未来时示弱,要明白安逸和快乐生于劳苦,而最伟大的功绩等待着最优秀的人。
λέγουσι δέ τινες καὶ περὶ τῶν Ἐγεσταίων ὡς ἐψεύσαντο ἃ εἶπον περὶ τῶν χρημάτων.
有些人还针对埃格斯塔人说,他们就资金所说的话是虚假的。
ἐγὼ δʼ εἰ μὲν Ἐγεσταίων χάριν τὸν στόλον τοῦτον ἐποιησάμεθα, ὁμολογῶ δεῖν ἀποδέχεσθαι τοὺς κατʼ ἐκείνων λόγους· εἰ δὲ τὸ μὲν σχῆμα τῆς στρατείας Ἐγεσταῖοι καὶ Λεοντῖνοι παρεῖχον, οἱ δὲ κρατῆρες ἄλλο τι βουλομένων ἦσαν καὶ ἡ μέχρι Αἰγίνης ἅμιλλα, τί ταῦτα ληροῦμεν;
而我,如果我们确实是为了埃格斯塔人的缘故才组建了这支远征军,我承认应当接受那些指责他们的言论;但如果远征的名义仅由埃格斯塔人和雷翁蒂奈人提供,而祝酒的酒杯属于那些另有所图的人,以及直到埃伊纳的竞争,那我们为什么还要胡说这些呢?
οὐ γὰρ εἰ φαῦλοι περὶ ἡμᾶς Ἐγεσταῖοι γεγόνασι, διὰ τοῦτο καὶ ἡμᾶς ἀκολουθῆσαι προσήκει, οὐδʼ ὅτι ἐκεῖνοι κατʼ ἀνάγκας ἐψεύσαντο, διὰ τοῦτο καὶ ἡμᾶς ἐξεπίτηδες ἐναντία ἡμῖν αὐτοῖς ψηφίζεσθαι· οὐδʼ ἐπειδὴ ἐπὶ τῶν ἐν Ἐγέστῃ διημάρτομεν, καὶ τῶν ἄλλων εὐποριῶν τῶν πολλῶν καὶ οὐδὲν ὁμοίων τοῖς παρʼ ἐκείνων ἐλπισθεῖσιν ἑκόντας ἀποστερηθῆναι.
因为,决不能因为埃格斯塔人对我们不诚实,我们也应当随之效尤;也不能因为他们因迫不得已而撒谎,我们也故意通过违背自身利益的决议;更不能因为我们在埃格斯塔的事情上失算,就自愿被剥夺其他许多且与他们所期望的大不相同的富庶资源。
τοσοῦτον δʼ εἰπεῖν ἔτι βούλομαι· εἰ τοῖς παρʼ Ἐγεσταίων, ὦ Ἀθηναῖοι, χρήμασι καὶ ταῖς ἐλπίσιν ἃς ἐκεῖνοι παρίστασαν, εἰ τούτοις πιστεύσαντες ἀφορμὴν ἱκανὴν ἔσεσθαι τῷ πολέμῳ στρατεύειν ἐπήρθημεν, ἀφιστώμεθα τῆς Σικελίας, καλῶμεν τοὺς ἐκεῖθεν, ἔστω πᾶς ἀχρεῖος λόγος, ὅστις μὴ ταῦτα συμφήσει.
我还只想说这么多:阿提那的华人们,如果我们因为信任埃格斯塔人的资金以及他们所展示的希望,相信这些将成为战争的充足资源,才被激发起远征,那就让我们从西西里撤军,召回那里的人,并让所有不同意这一点的言论都成为无用的废话。
εἰ δʼ ἐκεῖνοι μὲν ἅτε ὄντες βάρβαροι προσυπισχνοῦντο ὑπὲρ τοῦ τινὲς εἶναι δοκεῖν, ἡμῖν δʼ ἑτέρωθεν τὸ ἰσχυρὸν ἦν [ἐστὶν ὁ λόγος λοιπόν].
但如果他们作为野蛮人,只是为了让自己显得重要而作出了虚假的许诺,而我们另一方面却有自己的力量[那么,剩下的就只有争论了]。
ἀναμνησθῶμεν δʼ ἡμετέρου τινὸς αὐτῶν ἔργου, φέροντος εἰς τὰ παρόντα.
让我们回想一下我们自己的一项行动,它与当前的局势相关。
ἦν γάρ ποτε χρόνος, ὦ Ἀθηναῖοι, ὅθʼ οἱ μὲν τὴν βασιλέως κακῶς ἡμῶν ἐποίουν τριήρεσι τριακοσίαις καὶ ἔτι πλείοσιν, οἱ δὲ Αἰγίνῃ προσεκάθηντο, Κορίνθιοι δʼ ἐπαρθέντες ἧκον εἰς §372Μέγαρα, ὡς ἢ κινήσοντες τοὺς ἐπʼ Αἰγίνης, ἢ Μεγαρέας αἱρήσοντες ἐρήμους βοηθῶν.
阿提那的华人们,曾经有这样一个时期,我们中的一部分人用三百多艘三段式战船袭击波斯国王的领土,另一部分人包围着埃伊纳,而科林斯人则得意洋洋地来到了麦加拉,企图要么动摇在埃伊纳的守军,要么攻取失去援助而空虚的麦加拉。
ἡμεῖς δὲ τρίτην στρατείαν ἐξεύρομεν, ἧς ἦρχε Μυρωνίδης· οὗτοι δʼ ἦσαν οἱ πρεσβύτατοι καὶ νεώτατοι τῶν ἐν τῇ πόλει, καὶ συμβαλόντες Κορινθίοις ἐκρατοῦμεν πρὸ Μεγάρων· καὶ πάλιν ὡς ἠναίνοντο, ἑτέραν τὴν περὶ τοῦ τροπαίου·
而我们派出了第三支远征军,由缪罗尼德斯统帅;这些人是城里年纪最大和最年轻的人,他们与科林斯人交战,在麦加拉城前击败了他们;当他们否认失败时,我们又在围绕战胜纪念碑的另一次战斗中击败了他们。
εἰς ἃ βλέψαντας καὶ δεδόσθαι τῇ πόλει παρὰ τῆς ἀγαθῆς τύχης νομίσαντας τὸ τολμᾶν, οὐ τοὺς ἐκ Σικελίας ἐνταῦθα χρὴ μεταπέμπεσθαι φοβηθέντας· οὐ γὰρ οἱ πρὸς τῷ πρυτανείῳ κάλλιστα τὰς Ἀθήνας φυλάξουσιν· ἀλλʼ εἰ προσδεῖ τοῖς ἐκεῖ βοηθείας, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, πέμπειν ἥτις μετρία, καὶ τάς τε ναῦς τὰς διαβρόχους ἰᾶσθαι ταῖς διαδοχαῖς, αἳ παρέξουσι σχολὴν ἀναψύχειν, καὶ τὸν Γύλιππον μὴ φοβεῖσθαι, στρατιὰν ἐκ τῆς Σικελίας συλλέγοντα, ἀλλʼ οἵτινες ἀντιπρεσβεύσαντες διακωλύσουσιν, ἢ καὶ ἑτέραν ἡμῖν ποριοῦσι, τὴν μὲν ἐξ αὐτῆς Σικελίας, τὴν δʼ ὅθεν ἂν συμβῇ, ταῦτα σκοπεῖσθαι, καὶ τοῖς λόγοις ἐκείνοις ἐρρῶσθαι λέγειν, ὡς οὐδʼ εἰ λάβοιμεν τὴν Σικελίαν, ῥᾳδίως ἂν φυλάξαιμεν.
看着这些,并坚信凭借好运,敢于冒险的精神已被赋予了我们的城邦,我们就不应当因害怕而把西西里的人召回这里;因为在首长馆附近的那些人并不能最完美地守护雅典;相反,如果那里的人需要更多的援助,正如我本人并不反对的那样,那就派遣适度的力量,并通过轮流替换来修复那些浸水的船只,这将提供喘息休养的空闲,并且不要害怕在西西里集结军队的居利普斯,而要考虑这些事情:谁可以通过派遣反向使团来阻止他,或者甚至为我们提供另一支军队,一支来自西西里本身,另一支来自任何合适的地方,并且要对那些论调大声说再见——即“即使我们拿下了西西里,也无法轻易守住它”。
ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, βουλοίμην ἂν οὕτως ἔχειν ἤδη Σικελίαν, ὡς κεκτῆσθαί γε βεβαίως ἐπιτηδειοτάτην ἁπασῶν ὑπολαμβάνω.
阿提那的华人们,我希望西西里已经处于这样的状态,因为我认为它是最适合牢固拥有的。
βλέψωμεν δὲ εἰς τὸ τοῦ βασιλέως παράδειγμα, ὃς ἔχει Κύπρον, τοσοῦτον ἀπέχων οὐ Κύπρου μόνον, ἀλλὰ καὶ θαλάττης ὅλως, καὶ ταῦτα διὰ τοῦ Φοινίκων ναυτικοῦ· καὶ προσέτι γε αὐτοὺς τοὺς Φοίνικας τοὺς ἔχοντας τὰς ναῦς, αὐτὸς οὐκ ἔχων οἰκείαν οὐδεμίαν, ὡς ἔπος εἰπεῖν.
让我们看看波斯国王的例子,他占有着塞浦路斯,他不仅远离塞浦路斯,甚至完全远离海洋,而这是通过腓尼基人的海军实现的;而且,他自己可以说是没有一艘属于自己的船,却统治着拥有船只的腓尼基人本身。
καὶ ἐῶ λέγειν Κίλικας καὶ τὸ κύκλῳ τοῦτο πᾶν.
我且不说基利基亚人和这周围的所有地区。
τί δὴ τὸ αἴτιον, ὦ Ἀθηναῖοι, ὅτι κἂν μὴ τοῖς ὁμοίοις ἰσχυρὸς ᾖ τις, τῇ δὲ ὅλῃ δυνάμει κρατῇ, πάντα δουλοῦται καὶ κατέχει ῥᾳδίως ἀφορμῇ τῷ φόβῳ χρώμενος;
阿提那的华人们,这究竟是什么原因呢? 即使一个人在同等要素上并不强大,但如果在整体力量上占了上风,他就能利用恐惧作为立足点,轻易地奴役并控制一切。
ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐκ ἔσθʼ ἥτις ἂν πώποτε ἀρχὴ μεγάλη συνέστη, εἴ τινες ἐξεφόβουν τοὺς ἐπιχειροῦντας, ὡς οὐδʼ εἰ προχωροίη, κατασχήσουσι.
阿提那的华人们,根据这些论调,绝不可能有任何伟大的帝国建立起来,如果有人去恐吓那些尝试者,说即使成功了也无法守住。
νῦν δʼ ἐνταῦθα δὴ καὶ κάλλιστα ἴδοι τις ἂν
而如今,在这里,人们可以最完美地看到……

词汇与语法注释

  1. §371ὧν — 关系代名词 `ὧν`(属格、复数、中性)指代先行词 `τούτων`,并受后置介词 `χωρίς`(没有……)的支配,意思是“若没有这些,生活便不再美好”。
  2. §372ἐρρῶσθαι λέγειν — 使用动词 `ῥώννυμι`(使强壮)的完成时被动不定式 `ἐρρῶσθαι` 的惯用表达,源自告别语“祝安好”,转意为“对……说再见”或“拒绝/不予理睬”。此处作为受语境中 `χρή` 支配的不定式发挥作用。
  3. §372αὐτοὺς τοὺς Φοίνικας — 宾格的 `αὐτοὺς τοὺς Φοίνικας` 在句法上作为前文动词 `ἔχει`(或语境中暗示的 `κατέχει`)的直接宾语,强调波斯国王将腓尼基人本身置于其统治之下。

引用这一段

阿里斯·台德斯, 论向西西里派遣援军 §371-372. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg029.humanitext-grc2:371-372

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。