Humanitext Reader

阿里斯·台德斯 · 论向西西里派遣援军 §374-375

撤军的危险与立即派遣援军的必要性

第 7 段,共 7 段 · 希腊语

内容简介

说话者警告说,从西西里撤军将损害雅典的声望并引敌至本土,主张拒绝尼基阿斯的谨慎态度,立即派遣强大的援军。

§374ἐκείνοις ἐγγενέσθαι περὶ ἡμῶν οὐκέτʼ ἔσχατον ἁπάντων;
难道是因为我们对他们进行谋划是困难的,而让他们有机会对我们进行谋划,就不再是最糟糕透顶的事了吗?
καὶ μὴν οὐ μόνον τοὺς ἐκεῖθεν δέος ἐστὶν ἐπισπάσασθαι, ἀλλὰ καὶ τοὺς ἐνταῦθα μηκέθʼ ὅσον πρότερον δοκεῖν ἀξίους εἶναι.
况且,不仅有把那里的敌人吸引过来的危险,而且这里的盟友也将不再像以前那样被认为是有价值的。
ἀγανακτῶ δʼ ἔγωγε, εἰ Πελοποννήσιοι μὲν οὐκ ἀποκνήσουσι ναῦς ἑτέρας πληροῦν ὑπὲρ τῶν ἐν Σικελίᾳ, ἡμεῖς δʼ ὑπὲρ ἡμῶν αὐτῶν οὐ τολμήσομεν.
我个人感到愤慨,如果伯罗奔尼撒人毫不犹豫地为了西西里的人而派去更多的战船,而我们却不敢为了我们自己而这样做。
καὶ τῶν μὲν στρατηγῶν φυγὴν κατέγνωμεν Πυθοδώρου καὶ Σοφοκλέους, καὶ τὸν τρίτον αὐτῶν χρήματα ἐπραξάμεθα, ὅτι ἀνέστρεψαν ἐκ Σικελίας καὶ μετέσχον τῶν ἐκεῖ σπονδῶν, αὐτοὶ δὲ τοσαύτην στρατιὰν ἄπρακτον ἀνάξομεν, ἣν οὐ κατὰ σπονδὰς δεήσει κομισθῆναι, ἀλλʼ, αἰσχύνομαι μὲν εἰπεῖν, φεύγουσα δὲ ὀφθήσεται.
我们判处了我们的将军皮托多鲁斯和索福克勒斯流放,并对他们之中的第三人处以罚款,因为他们从西西里撤回并参与了当地的条约;然而我们自己却要将如此庞大的一支军队无功而返,这支军队不需要根据条约被护送回去,而是——我甚至感到羞于启齿——会被看作是在逃跑。
καίτοι ὅταν, ὦ Ἀθηναῖοι, τοὺς τειχήρεις φεύγωμεν, καὶ ὅταν ἐκ νήσου δραπετεύωμεν, κέρδος τὴν σωτηρίαν ἡγούμενοι, ποῦ λοιπὸν ἰσχυριούμεθα;
然而,雅典的华人们,当我们从围墙里的敌人面前逃跑,当我们从岛上逃走,把活命看作是一种恩赐时,我们今后还能在哪里立足呢?
ἢ τίς λοιπὸν ἔσται πόλεμος;
或者今后还会有什么战争呢?
οὐκ ἀναμνησθησόμεθα, ὦ Ἀθηναῖοι, τῆς ἡμέρας ἐκείνης ἐν ᾗ τὰς ναῦς ἀπεστέλλομεν παιᾶνας ᾁδοντες καὶ κρατῆρας ἱστάντες καὶ πομπὴν καὶ χάριν ἔργων τετελεσμένων ἀπομιμούμενοι;
雅典的华人们,难道我们不该回忆起那一天吗? 那时我们唱着赞美诗,摆起混酒器,模仿着节日游行和对已成伟业的感谢,送走了我们的船队。
οὐκ αἰσχυνούμεθα τουτονὶ τὸν ἥλιον, εἰ δυοῖν οὕτως ἀνομοίων ἡμῖν ἔσται μάρτυς, τότε μὲν τοσαύτης λαμπρότητος καὶ ὑπερηφανίας, νῦν δὲ ταπεινότητος;
难道我们不该在这个太阳面前感到羞愧吗? 如果它将见证我们这样两个截然不同的状态——当时是那样的光辉与自豪,而如今却是如此的卑微。
ποῖα λάφυρα κομίζοντας, ὦ Ἀθηναῖοι, δεξόμεθʼ αὐτοὺς, ἢ ποῖα χαριστήρια τῶν ἔργων τοῖς θεοῖς, ἢ ποίους ἐπινίκους ἅμʼ αὐτοῖς ἐνταῦθα ᾀσόμεθα;
雅典的华人们,我们要迎接他们带回什么样的战利品,或者对神明献上什么样谢恩祭,或者我们要在这里和他们一起唱起什么样的凯歌?
ἢ ποίαν ἅμιλλαν ἁμιλλήσονται πρὸς ἀλλήλους ἀναπλέοντες, ὁμοίαν τῇ πρώην;
或者他们回航时会互相进行什么样的竞争,像前次那样吗?
οὐ γὰρ ἄλλο γε οὐδὲν ἢ σιωπῇ καὶ τῶν κελευσμάτων κομισθήσονται, μόνον οὐκ αἰσχυνόμενοι τὴν θάλατταν.
因为他们只会在沉默中、没有号令船夫的口号声中归来,几乎可以说是对海洋感到羞愧。
εἶτα τοὺς μὲν ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸ ὥρας ἀπαγορεύοντας καὶ παρʼ ἀξίαν μικροῦ μισοῦμεν, ἄλλως τε κἂν πρὸς αὐτῷ τῷ στεφάνῳ ποιήσωνται τὴν ἀπόρρησιν· αὐτοὶ δʼ ἀγῶνα τοσοῦτον ἀράμενοι καὶ μικροῦ πάντα κατειργασμένοι συγκεκλεικότες Συρακοσίους, ἔχοντες τὴν Σικελίαν, μόνον οὐκ ἐν ταῖς χερσὶ τὸν στέφανον, εἶτα ἀπορρίψομεν;
此外,对于那些在体育竞技中提前放弃的人,我们几乎是不公地痛恨他们,尤其是当他们正好在王冠面前选择退出时;然而我们自己承担了如此伟大的斗争,几乎完成了一切,包围了叙拉古人,占领了西西里,王冠几乎就在手中,难道我们现在要将它抛弃吗?
μὴ δῆτα, ὦ Ἀθηναῖοι.
绝不要这样,雅典的华人们。
εὖ γὰρ ἴστε, ὀφθῆναι μόνον ἀρκέσει τοῖς δευτέροις καὶ πάντʼ οἴχεται τὰ Συρακοσίων πράγματα· καὶ τοσοῦτον ἀπολαύσονται τοῦ §375Γυλίππου, ὅσον μακροτέραν αὐτοῖς γε γεγενῆσθαι τὴν πολιορκίαν.
因为你们要知道,第二批军队只要露面就足够了,叙拉古人的一切就都完了;而他们从吉利普斯那里能得到的唯一好处,就是他们的被围困时间被延长了。
πάντων δʼ ἀτοπώτατον, εἰ Νικίας μὲν, οὗ τί χρὴ πρὸς τὰ τοιαῦτʼ ἀργότερον ἐξευρεῖν, ὅμως ἐφʼ ὑμῖν τὴν αἵρεσιν πεποίηκε, δυοῖν θάτερον λείπεσθαι φάσκων, ἢ πέμπειν ἑτέρους, ἢ καλεῖν σφᾶς, καὶ οὐκ ἀφῄρηται τὴν καθάπαξ ἐλπίδα, καὶ ταῦτα αὐτὸς ὢν ὁ φοβῶν, προσθήσω δὲ καὶ ὁ φοβούμενος εὐθὺς ἐξ ἀρχῆς, ὑμεῖς δʼ οἱ παρʼ ἐκείνου ταῦτʼ ἀκούοντες καὶ οἱ τότʼ ἐκεῖνον ἄκοντα κινήσαντες προκαταγνώσεσθε μηδὲν ἔτʼ εἶναι τῶν ἐκεῖ κατασχεῖν·
最荒谬的是,如果尼基斯——在这些事情上还能找到比他更迟钝的人吗——却仍然把选择权交给了你们,说只有两种选择:要么派其他人去,要么召回他们,并没有彻底剥夺希望,而且这还是在他自己是一个制造恐慌、并且我还要补充一句,他从一开始就感到恐惧的人的情况下。
μηδαμῶς.
而你们这些从他那里听到这些的人,以及当时违背他的意愿推动他的人,却要预先断定已经无法维持在那里的局面;绝非如此。
ἀλλὰ τῶν τότε εἰρημένων ἀναμνησθέντες καὶ τοὺς ἄγαν ἀσφαλεῖς τοσοῦτον ἐρωτήσαντες, πότερʼ ἐξ ἀρχῆς ταύτην εἶχον τὴν γνώμην, ἢ μεθʼ ὑμῶν ἦσαν, εἰ μὲν τὰ αὐτὰ φρονεῖν ὑμῖν φήσουσι, κατηγόρους αὑτῶν εἶναι νομίζετε τῇ μεταβολῇ, εἰ δʼ ἑτέρως ἐγίγνωσκον, ἐξ ἀμφοτέρων ἁμαρτάνειν ἡγεῖσθε, τοῦτο μὲν εἰ πρὶν ψηφίσασθαι * * συμβουλεύειν δέον ἐξελεῖν, τοῦτο δʼ εἰ περὶ ὧν ἥττηνται βιάζονται.
相反,应该记住当时所说的话,并且只问那些过度谨慎的人一件事:他们是从一开始就持有这种观点,还是和你们站在一起;如果他们说和你们想法一样,那么就认为他们的改变是对自己的控诉;如果他们当时想法不同,那么就认为他们在两个方面都犯了错误——第一,如果在投票前应当提出建议时他们没有提出,第二,如果他们现在在已经失败的事情上强加自己的观点。
ἵνα δὲ εἰδῆτε ὅσον ἀσφαλείας τῇ γνώμῃ περίεστι, κεφάλαιον ἀκούσατε.
但是,为了让你们知道这个决定有多么安全,请听一听要点。
ἀπανιστάμενοι μὲν ἐκεῖθεν πάσας καταλύσετε τὰς ἐλπίδας καὶ οὐδὲ ὄναρ ὑμῖν τῶν ἐκεῖ πραγμάτων ἐπιλείπεται· πέμποντες δὲ τὴν βοήθειαν οὐχ ἁμαρτήσεσθε δυοῖν θατέρου· ἢ γὰρ ἕξετε, ὡς ἐγὼ νομίζω, Σικελίαν, ἢ εἰ τοῦτʼ ἀδύνατον, τό γʼ ἐξεῖναι δεῦρʼ ἀναπλεῖν σώζεται.
如果你们从那里撤军,你们将摧毁所有的希望,你们对那里的局势甚至连梦境般的希望都不会留下;但如果你们派遣援军,你们绝不会失去以下两点之一:因为要么你们将像我所认为的那样占领西西里,要么即使这不可能,至少退回这里的权利得以保留。
καίτοι ὅτε τοῦ χείρονος νικῶντος μένει τοῦθʼ ὅ τινες νῦν ὡς βέλτιστον εἰσηγοῦνται, πόσον τὸ μεταξὺ χρὴ δοκεῖν εἶναι τῆς γνώμης ἑκατέρας;
然而,既然即使最坏的结果获胜,某些人现在作为最佳方案提出的做法依然可行,那么这两个决定之间的差距该有多大呢?
πέμπειν δὲ στρατηγοὺς, οἵτινες τοῦ Νικίου γήρως καὶ τῆς ἐμπειρίας ἀπολαύσαντες τὴν νωθείαν ὑπερβήσονται·
我们应当派遣那些既能利用尼基斯的年长和经验,又能克服他迟钝作风的将军。
καὶ μὴν ὅ γε ἀρέσκει μοι τῆς ἐπιστολῆς, τὸ δεῖν οὕτως ποιεῖν, ὅπως μὴ δεύτεροι τῶν πολεμίων ἔλθοιμεν· ὡς εἰ φθάσαιμεν αὐτοὺς πρὸς τοῖς πράγμασι γενόμενοι, δυοῖν θάτερον, ἢ οὐ κινήσονται τὸ παράπαν, ἢ πλέον οὐδὲν ἕξουσιν.
而且,在他的信中确实让我感到满意的一点是,我们应当采取行动,以免落在敌人的后面;因为如果我们抢先到达现场,就会发生两件事之一:要么他们根本不会行动,要么他们将得不到任何优势。

词汇与语法注释

  1. 374ἐκείνοις ἐγγενέσθαι — 非人称动词 ἐγγίγνομαι(可能、有机会)的不定式。承接前句的宾格加不定式结构(ἢ τὸ μὲν ἡμᾶς... δυσχερὲς, τὸ δʼ...),意思是“让他们有机会(对我们进行谋划)”。
  2. 374τὸν τρίτον αὐτῶν χρήματα ἐπραξάμεθα — 动词 πράττομαι(处以罚款、征收)支配双宾格,即被罚者和罚款金额均用宾格。在此处,τὸν τρίτον(第三位将军,即欧里梅敦)与 χρήματα(罚金、钱财)构成双宾格结构。
  3. 375ὅτε τοῦ χείρονος νικῶντος μένει τοῦθʼ ὅ τινες νῦν ὡς βέλτιστον εἰσηγοῦνται — 属格绝对结构 τοῦ χείρονος νικῶντος 表示条件,“即使最坏的结果获胜”。主句动词是 μένει(保持、依然可行),其主语是带关系从句的指示代词 τοῦθʼ ὅ...(即某些人目前作为最佳方案提出的撤退选择)。

引用这一段

阿里斯·台德斯, 论向西西里派遣援军 §374-375. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg029.humanitext-grc2:374-375

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。