- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg029.humanitext-grc2:371-372
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
演説者は過去の先祖たちの試練と栄光を振り返ってシケリア遠征を正当化し、征服しても維持が困難であるという反対意見に対してはペルシア王の支配体制を例に挙げて反論している。
τὴν Ἀττικὴν πολεμίων καὶ πυρὸς μεστὴν, εἰ μὴ ταῦτα πάντα καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ γνώμῃ γενναίως καὶ περαιτέρω τῆς ἀνθρωπείας, εἰ οἷόν τε εἰπεῖν, φύσεως διήνεγκαν, ποῦ μὲν ἂν τρόπαια τοσαῦτα, ποῦ δʼ ἡγεμονία τῶν Ἑλλήνων, ποῦ δʼ αὐτὸ τὸ τοὺς Ἕλληνας εἶναι; τί τούτων ὑπῆρξεν ἂν ὧν,1 ὡς ἐπὶ πραχθεῖσιν εἰπεῖν, ζῆν οὐ καλὸν χωρίς; δεῖ τοίνυν τοῖς ὑπάρχουσι παραδείγμασι χρωμένους μὴ χείρους εἶναι πρὸς τὰ μέλλοντα, εἰδότας ὡς ἡ ῥᾳστώνη καὶ τὸ καθʼ ἡδονὴν ἀπὸ τῶν πόνων περιγίγνεται καὶ τὰ μέγιστα τῶν ἔργων τοὺς ἀρίστους μένει. λέγουσι δέ τινες καὶ περὶ τῶν Ἐγεσταίων ὡς ἐψεύσαντο ἃ εἶπον περὶ τῶν χρημάτων. ἐγὼ δʼ εἰ μὲν Ἐγεσταίων χάριν τὸν στόλον τοῦτον ἐποιησάμεθα, ὁμολογῶ δεῖν ἀποδέχεσθαι τοὺς κατʼ ἐκείνων λόγους· εἰ δὲ τὸ μὲν σχῆμα τῆς στρατείας Ἐγεσταῖοι καὶ Λεοντῖνοι παρεῖχον, οἱ δὲ κρατῆρες ἄλλο τι βουλομένων ἦσαν καὶ ἡ μέχρι Αἰγίνης ἅμιλλα, τί ταῦτα ληροῦμεν; οὐ γὰρ εἰ φαῦλοι περὶ ἡμᾶς Ἐγεσταῖοι γεγόνασι, διὰ τοῦτο καὶ ἡμᾶς ἀκολουθῆσαι προσήκει, οὐδʼ ὅτι ἐκεῖνοι κατʼ ἀνάγκας ἐψεύσαντο, διὰ τοῦτο καὶ ἡμᾶς ἐξεπίτηδες ἐναντία ἡμῖν αὐτοῖς ψηφίζεσθαι· οὐδʼ ἐπειδὴ ἐπὶ τῶν ἐν Ἐγέστῃ διημάρτομεν, καὶ τῶν ἄλλων εὐποριῶν τῶν πολλῶν καὶ οὐδὲν ὁμοίων τοῖς παρʼ ἐκείνων ἐλπισθεῖσιν ἑκόντας ἀποστερηθῆναι. τοσοῦτον δʼ εἰπεῖν ἔτι βούλομαι· εἰ τοῖς παρʼ Ἐγεσταίων, ὦ Ἀθηναῖοι, χρήμασι καὶ ταῖς ἐλπίσιν ἃς ἐκεῖνοι παρίστασαν, εἰ τούτοις πιστεύσαντες ἀφορμὴν ἱκανὴν ἔσεσθαι τῷ πολέμῳ στρατεύειν ἐπήρθημεν, ἀφιστώμεθα τῆς Σικελίας, καλῶμεν τοὺς ἐκεῖθεν, ἔστω πᾶς ἀχρεῖος λόγος, ὅστις μὴ ταῦτα συμφήσει. εἰ δʼ ἐκεῖνοι μὲν ἅτε ὄντες βάρβαροι προσυπισχνοῦντο ὑπὲρ τοῦ τινὲς εἶναι δοκεῖν, ἡμῖν δʼ ἑτέρωθεν τὸ ἰσχυρὸν ἦν [ἐστὶν ὁ λόγος λοιπόν]. ἀναμνησθῶμεν δʼ ἡμετέρου τινὸς αὐτῶν ἔργου, φέροντος εἰς τὰ παρόντα. ἦν γάρ ποτε χρόνος, ὦ Ἀθηναῖοι, ὅθʼ οἱ μὲν τὴν βασιλέως κακῶς ἡμῶν ἐποίουν τριήρεσι τριακοσίαις καὶ ἔτι πλείοσιν, οἱ δὲ Αἰγίνῃ προσεκάθηντο, Κορίνθιοι δʼ ἐπαρθέντες ἧκον εἰς Μέγαρα, ὡς ἢ κινήσοντες τοὺς ἐπʼ Αἰγίνης, ἢ Μεγαρέας αἱρήσοντες ἐρήμους βοηθῶν. ἡμεῖς δὲ τρίτην στρατείαν ἐξεύρομεν, ἧς ἦρχε Μυρωνίδης· οὗτοι δʼ ἦσαν οἱ πρεσβύτατοι καὶ νεώτατοι τῶν ἐν τῇ πόλει, καὶ συμβαλόντες Κορινθίοις ἐκρατοῦμεν πρὸ Μεγάρων· καὶ πάλιν ὡς ἠναίνοντο, ἑτέραν τὴν περὶ τοῦ τροπαίου· εἰς ἃ βλέψαντας καὶ δεδόσθαι τῇ πόλει παρὰ τῆς ἀγαθῆς τύχης νομίσαντας τὸ τολμᾶν, οὐ τοὺς ἐκ Σικελίας ἐνταῦθα χρὴ μεταπέμπεσθαι φοβηθέντας· οὐ γὰρ οἱ πρὸς τῷ πρυτανείῳ κάλλιστα τὰς Ἀθήνας φυλάξουσιν· ἀλλʼ εἰ προσδεῖ τοῖς ἐκεῖ βοηθείας, ὥσπερ ἔγωγε οὐκ ἀντιλέγω, πέμπειν ἥτις μετρία, καὶ τάς τε ναῦς τὰς διαβρόχους ἰᾶσθαι ταῖς διαδοχαῖς, αἳ παρέξουσι σχολὴν ἀναψύχειν, καὶ τὸν Γύλιππον μὴ φοβεῖσθαι, στρατιὰν ἐκ τῆς Σικελίας συλλέγοντα, ἀλλʼ οἵτινες ἀντιπρεσβεύσαντες διακωλύσουσιν, ἢ καὶ ἑτέραν ἡμῖν ποριοῦσι, τὴν μὲν ἐξ αὐτῆς Σικελίας, τὴν δʼ ὅθεν ἂν συμβῇ, ταῦτα σκοπεῖσθαι, καὶ τοῖς λόγοις ἐκείνοις ἐρρῶσθαι λέγειν,2 ὡς οὐδʼ εἰ λάβοιμεν τὴν Σικελίαν, ῥᾳδίως ἂν φυλάξαιμεν. ἐγὼ γὰρ, ὦ Ἀθηναῖοι, βουλοίμην ἂν οὕτως ἔχειν ἤδη Σικελίαν, ὡς κεκτῆσθαί γε βεβαίως ἐπιτηδειοτάτην ἁπασῶν ὑπολαμβάνω. βλέψωμεν δὲ εἰς τὸ τοῦ βασιλέως παράδειγμα, ὃς ἔχει Κύπρον, τοσοῦτον ἀπέχων οὐ Κύπρου μόνον, ἀλλὰ καὶ θαλάττης ὅλως, καὶ ταῦτα διὰ τοῦ Φοινίκων ναυτικοῦ· καὶ προσέτι γε αὐτοὺς τοὺς Φοίνικας3 τοὺς ἔχοντας τὰς ναῦς, αὐτὸς οὐκ ἔχων οἰκείαν οὐδεμίαν, ὡς ἔπος εἰπεῖν. καὶ ἐῶ λέγειν Κίλικας καὶ τὸ κύκλῳ τοῦτο πᾶν. τί δὴ τὸ αἴτιον, ὦ Ἀθηναῖοι, ὅτι κἂν μὴ τοῖς ὁμοίοις ἰσχυρὸς ᾖ τις, τῇ δὲ ὅλῃ δυνάμει κρατῇ, πάντα δουλοῦται καὶ κατέχει ῥᾳδίως ἀφορμῇ τῷ φόβῳ χρώμενος; ἐπὶ τούτοις γε, ὦ Ἀθηναῖοι, τοῖς λόγοις οὐκ ἔσθʼ ἥτις ἂν πώποτε ἀρχὴ μεγάλη συνέστη, εἴ τινες ἐξεφόβουν τοὺς ἐπιχειροῦντας, ὡς οὐδʼ εἰ προχωροίη, κατασχήσουσι. νῦν δʼ ἐνταῦθα δὴ καὶ κάλλιστα ἴδοι τις ἂν
敵と火に満ちているアッティカ全土を見たとき、もし彼らがこれらすべてを目でも精神でも、雄々しく、そして人間の、そう言ってよければ、限界を超えて耐え忍んでいなかったなら、これほど多くの戦勝記念碑がどこにあり得ただろうか。ギリシア人の覇権はどこにあり得ただろうか。ギリシア人が存在すること自体どこにあり得ただろうか。これら(の恩恵)のうち、それらなしには――すでに実現した事柄について語るように言えば――生きることが美しくないようなものの、どれが手に入っていただろうか。それゆえ、私たちは手元にある手本を用いて、未来に対して劣っていてはならず、安楽や喜びは労苦から生じるものであり、最も偉大な業績は最も優れた人々を待ち受けているのだと知るべきです。また、エゲスタ人についても、彼らが資金について語ったことを偽った、と言う人々がいます。しかし私は、もし我々がエゲスタ人のためにこの遠征軍を組織したのであるなら、彼らに対する非難の言葉を受け入れるべきであることを認めます。しかし、もし遠征の名目をエゲスタ人とレオンティノイ人が提供したにすぎず、祝杯は別の目的を望む者たちのものであり、アイギナまでの競争がそうであったなら、なぜ私たちはこのような戯言を言うのでしょうか。というのも、エゲスタ人が我々に対して不誠実であったからといって、そのために我々も追随するのが適切なわけではなく、また、彼らがやむを得ず嘘をついたからといって、そのために我々が故意に自分たち自身に反する決議を行うのが適切なわけでもないからです。また、エゲスタでの事柄において我々が当てが外れたからといって、他の多くの、そして彼らに期待されていたものとは全く異なる豊かな資源を、自ら進んで奪われることも(適切ではありません)。さらにこれだけのことを言いたいと思います。アテナイの皆さん、もし私たちがエゲスタ人からの資金と、彼らが提示した希望に信頼を置き、これらが戦争の十分な資金源になると信じて遠征に駆り立てられたのであるなら、シケリアから手を引き、あそこから人々を呼び戻しましょう。そして、これに同意しない言論はすべて無用なものとしましょう。しかし、もし彼らが蛮族であるために、自分たちが何者かであるかのように見せるために嘘の約束を重ねていただけであり、他方で我々には別のところに強みがあった[あったとすれば、残るは議論のみです]。 現在の状況に関連する、我々自身の行動の一つを思い出してみましょう。アテナイの皆さん、かつて、我々の一部が300隻以上の三段櫂船で王の領土を攻撃し、別の一部がアイギナを包囲し、他方でコリントス人が勢いづいてメガラへとやって来た時代がありました。彼らは、アイギナにいる我々を撤退させるか、あるいは支援のない無防備なメガラ人を攻略しようとしたのです。しかし、我々はミュロニデスが率いる第三の遠征軍を送り出しました。彼らは市内に残っていた最年長者と最年少者であり、コリントス人と交戦してメガラの前面で勝利を収めました。そして彼らが敗北を否定したとき、再び、戦勝記念碑をめぐるもう一つの戦いで勝利したのです。これらに目を向け、敢えて挑む心が幸運によって我が都市に与えられていると信じるならば、恐れをなしてシケリアから人々をここに呼び戻すべきではありません。なぜなら、首長館(プリュタネイオン)の近くにいる者たちが、アテナイを最も見事に守るわけではないからです。むしろ、あそこの人々に支援がさらに必要であるなら(私はそれに反対しませんが)、適度な支援を送り、浸水した船を交代によって修理すべきです。交代の船は休養する余裕を与えるでしょう。そして、シケリアで軍を集めているギュリッポスを恐れるのではなく、対抗使節を送って妨害するか、あるいは我々のために別の軍、すなわち一方をシケリア自体から、他方を都合のつく場所から確保するよう、これらのことを考慮すべきです。そして、「たとえシケリアを手に入れたとしても、容易には維持できないだろう」というあの議論に決別を告げるべきです。アテナイの皆さん、私はシケリアがすでにそのような状態にあってほしいと思います。しっかりと所有するのに最も適した場所であると私は考えているからです。(ペルシア)王の例に目を向けてみましょう。彼はキプロスだけでなく、海そのものからもこれほど遠く離れていながら、キプロスを領有しています。しかも、フェニキア人の海軍を通じてそれを行っています。さらに、彼自身は、言うなれば自前の船をまったく持っていないにもかかわらず、船を所有しているフェニキア人自体を支配しているのです。キリキア人や、その周囲のすべての地域については言わずにおきましょう。アテナイの皆さん、その原因は一体何でしょうか。たとえ同等の力で強くなくとも、全体の力で勝っているならば、恐怖を足がかりとして用いることで、すべてを服従させ、容易に支配できるのはなぜでしょうか。アテナイの皆さん、もし誰かが挑戦しようとする者たちに向かって、たとえ成功したとしても維持することはできないだろうと脅して怯えさせていたなら、このような議論のもとでは、いかなる偉大な帝国もかつて築かれることはなかったでしょう。しかし今、まさにここで、私たちは最もよく見ることができるでしょう……
- 371ὧν
関係代名詞 ὧν(属格・複数・中性)は、先行詞 τούτων を指す。後置された前置詞 χωρίς(〜なしに)に支配されており、「それらなしには生きることが美しくないような」という意味を表す。
- 372ἐρρῶσθαι λέγειν
動詞 ῥώννυμι(強くする)の完了受動不定詞 ἐρρῶσθαι を用いた慣用表現で、別れの挨拶(「達者でいなさい」)から転じて「〜に別れを告げる」「〜を退ける(無視する)」という意味。ここでは文脈上の χρή に支配される不定詞として機能している。
- 372αὐτοὺς τοὺς Φοίνικας
対格の αὐτοὺς τοὺς Φοίνικας は、文脈上、前段の ὃς ἔχει(あるいは後続の κατέχει の意味)の直接目的語として置かれている。王がフェニキア人たち自身を配下に置いていることを強調している。
