Humanitext Reader

阿里斯·台德斯 · 论向西西里派遣援军 §369-370

先祖的历史先例与继续远征的必要性

第 4 段,共 7 段 · 希腊语

内容简介

演讲者论证了继续西西里远征的必要性,谈及奴隶的行为和西西里的战略价值,并以波希战争时期祖先在面对德克莱亚等困难时的不屈精神为例,激励雅典人坚持战斗。

§369μὲν γὰρ ἡμᾶς αὐτοὺς δραπετεύοντας, ἐπιθήσονται καταφρονήσαντες, θαρροῦντας δὲ ἂν αἴσθωνται, τάχʼ ἂν, εἰ τύχοιεν, ἀμείνους τῆς φύσεως γένοιντο.
因为,如果他们看到我们自己逃跑,他们就会蔑视并袭击我们,但如果他们察觉到我们充满信心,他们或许很快,万一如此,就会变得比其本性更为顺从。
ἔτι δʼ οὓς ἂν κομίζωμεν αὐτῶν ἐν ταῖς ναυσὶν, οὐχ ἕξουσιν ἐκεῖ ποιεῖν ὃ νῦν ἐνταῦθα, ἀλλʼ ὥσπερ νῦν πρὸς τοὺς πολεμίους ἀπέρχονται κρατοῦντας τῆς χώρας, οὕτως ἐκεῖ γε κρατούντων τῆς χώρας πάλιν ἡμῶν καὶ τῶν πολεμίων ταυτὸν τοῦθʼ ὅπερ ἡμεῖς ἐνταῦθα πεπονθότων, οὐχ ἕξουσιν ὅπως μεταστήσονται, ἀλλʼ ἔκ γε τῶν εἰκότων οἱ παρʼ ἐκείνων μᾶλλον ὡς ἡμᾶς ἀφίξονται.
此外,我们用船载运的他们中的那些人,在目的地将无法做出如今在本地所做的事。 相反,正如他们如今投奔控制着土地的敌人一样,在目的地,由于我们再次控制了土地,而敌人也遭受了我们如今在此地所遭受的同样境遇,他们将没有任何办法叛逃,反而根据常理,敌方的人会更多地投奔我们。
χωρὶς δὲ τούτων οὐκ εἴ τι τῶν πάντων ἢ μεῖζον ἢ ἔλαττον ὑπομενοῦμεν, τοῦτο σκεπτέον, ἀλλʼ εἰ ταῦτα πάντα ὑπὲρ μεγάλων καρτερήσαιμεν, καὶ τὸν μισθὸν παρὰ τῶν πραγμάτων κομιούμεθα.
除此以外,我们不应考虑我们是否在一切事物中承受更大或更小的困难,而应考虑如果我们为了伟大的目的而在所有这些事上坚持到底,我们也必将从局势中获得回报。
πολὺ γάρ τοι βέλτιον οἶμαι τοῖς ὕστερον χρηστοῖς λῦσαι τὰ νῦν δυσχερῆ ἢ ταῦτά τε μή πω δύνασθαι κἀκείνων ἐθελοντὰς ἀποστῆναι.
因为我认为,用未来的利益来消除当前的困难,远比无法解决当前的困难而自愿放弃未来的前景要好得多。
ὅλως δὲ παντὶ τῷ σχήματι τοῦ πολέμου συμβαῖνόν ἐστιν ἡ πρὸς τὴν Σικελίαν ἐξαγωγὴ τῶν πραγμάτων.
总的来说,将战事转移到西西里是与战争的整个格局相契合的。
εἰ μὲν γὰρ τοῦτον τὸν τρόπον ἡμῖν ἐδέδοκτο πολεμεῖν πρὸς Λακεδαιμονίους, ὃν ἐκεῖνοι προὐκαλοῦντο, ἄλλος ἂν ἦν λόγος· νῦν δὲ τί ἡμῖν ἔδοξεν ἀπʼ ἀρχῆς;
因为,如果我们曾决定以拉刻代蒙人所挑战的那种方式与他们交战,那将是另外一回事;但如今,我们从一开始决定了什么?
ἐκείνους μὲν ἐμβάλλειν ἐᾶν, αὐτοὺς δὲ ταῖς ναυσὶ χρῆσθαι, καὶ τῆς μὲν γῆς δῃουμένης μὴ προτιμᾶν, πολλὴν ἔχοντας τὴν ἄλλην, τῇ Πελοποννήσῳ δʼ ἐγκεῖσθαι, ὡς οὐ τὸ τοῖς πρὸ ποδῶν μάχεσθαι τοῦτο σῶσον τὰ πράγματα, ἀλλὰ τὸ τὰς ἔξω δυνάμεις κακοῦν αὐτῶν.
那就是允许他们入侵,而我们自己使用船只,且即使土地遭受蹂躏也不去介意,因为我们拥有许多其他领土,我们要全力压迫伯罗奔尼撒,因为拯救局势的不是与眼前的敌人交战,而是打击他们外部的力量。
μὴ τοίνυν ἧττόν τι τοῖς ὅλοις συμφέρειν νομίσητε τἀν τῇ Σικελίᾳ κατεργασθέντα ἢ τὸ πλεῖν περὶ Πελοπόννησον, μηδʼ ἄλλως ἂν ἄμεινον τοὺς ἐκ Δεκελείας ἀπαγαγεῖν ἢ τὰς ἔξωθεν ἀφορμὰς αὐτῶν εἰ παρελοίμεθα.
因此,你们千万不要认为在西西里取得的成果在全局上会比环航伯罗奔尼撒有任何减少的益处,也不要认为,如果我们夺去他们外部的资源,会有比这更好得多的方法来使他们从德克莱亚撤退。
εἰ γὰρ μήτε πέμπειν εἰς Σικελίαν ἕξουσι μήθʼ ὑποδέχεσθαι τῶν ἐκεῖθεν μηδὲν, ὑμῖν δʼ αὖ διὰ χειρὸς ἅπαντα ταῦτα καταστήσεται, οὐκ ἔσθʼ ὅπως ἂν ἄμεινον καταλυθεῖεν οὐδʼ ὅπως ἂν μᾶλλον ἀπορήσαιεν ὅ τι χρήσαιντο.
因为,如果他们既没有办法向西西里派遣任何东西,也无法从那里接收任何东西,而另一方面所有这些都掌控在你们手中,那么他们就绝不可能被更彻底地击败,也绝不可能更加不知所措。
καὶ μὴν εἰ τὸν Ἑλλήσποντον περὶ πλείονος τῆς Ἀττικῆς ποιούμεθα τῆς σιτοπομπίας ἕνεκα, πόσῳ τοῦ γε Ἑλλησπόντου Σικελίαν εἰκός;
而且,如果我们为了粮食运输而把赫勒斯庞特看得比阿提卡更重要,那么西西里比赫勒斯庞特理应重要多少呢?
ὁ μέν γε τῶν ἐκ τοῦ Πόντου πλοίων τὴν §370παραπομπὴν ἡμῖν ἔχει, ἡ δʼ ἀντʼ ἀμφοῖν τῶν χωρίων τούτων γίγνεται· τῶν γὰρ ἐξ ἁπάσης τῆς Σικελίας τὴν κομιδὴν ἀσφαλῆ μέχρι τοῦ Πειραιῶς ἔχει.
赫勒斯庞特为我们提供了来自蓬托斯的船只的护航,而西西里则可以替代这两个地区;因为它保证了从整个西西里直到比雷埃夫斯的运输安全。
πρὸς δὲ τοὺς βαρέως ἔχοντας τοῖς ἐνθάδε πράγμασι καὶ τῷ Δεκέλειαν τετειχίσθαι πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι πάντων ἔστʼ ἀτοπώτατον τῆς μὲν Ἀττικῆς ὅλης παραχωρῆσαι, ὑπὲρ δὲ τοῦ Δεκελείας τείχους ἀγανακτεῖν, ὥσπερ οὐ τοὺς ἐκ τοῦ τείχους πλείω πράγματα ἔχοντας ἡμῶν.
对于那些对这里的局势以及德克莱亚被筑垒固守感到忧心忡忡的人,我首先想说这一点:放弃整个阿提卡却对德克莱亚的围墙感到愤慨,这在所有事情中是最荒谬的,仿佛城墙里的那些人没有比我们遭受更多的困难似的。
ἔπειτʼ ἐνθυμηθῶμεν, τρέποιτο δʼ εἰς ἑτέρους ἡ βλασφημία, πότερον νῦν χεῖρον ἔχει τὰ πράγματα τῇ πόλει καὶ φόβων ἔστʼ ἀξία πλειόνων, ἢ κατʼ ἐκεῖνον τὸν χρόνον, ἡνίχʼ ἧκον μὲν Πελοποννήσιοι πάντες αὐτοὶ καὶ οἱ σύμμαχοι καὶ τὴν χώραν ἐδῄουν, ἐνέκειτο δὲ ὁ λοιμὸς, εἰρήνην τὰ πρὸς τοὺς πολεμίους εἶναι δοκεῖν ποιῶν, πάντα δʼ ἦν μεστὰ καπνοῦ, πυρκαϊᾶς, φθορᾶς τῆς μὲν ἔξω, τῆς δὲ ἔνδον κατὰ τὴν πόλιν.
其次,让我们考虑一下——愿这不祥之兆降临在他人身上——如今城邦的处境是更糟、更值得畏惧,还是在那个时候:当时所有伯罗奔尼撒人及其同盟国亲自到来并蹂躏国土,瘟疫肆虐,使得与敌人的关系仿佛是和平一般,而在城外一切都充满了烟雾、火灾和破坏,在城内城邦中也是如此。
ἐγὼ μὲν γὰρ οὐδʼ ἐν ἅπαντι τῷ πολέμῳ τοσούτους ἡμῶν εὑρίσκω τοὺς τεθνεῶτας, μηδέ γʼ ἄλλοτε συμβαίη, Ζεῦ σῶτερ, ὅσους ἡ νόσος αὕτη διέφθειρεν.
因为在整个战争中,我都没有发现我们的死者中有——救主宙斯啊,愿这永远不会在其他时候发生——像这场疾病所消灭的那么多。
εἰ τοίνυν τότʼ ἀπαλγήσαντες κατελυσάμεθα, ὥσπερ τινὲς ἡμᾶς ἔπειθον, ἔσθʼ ὅπως ἄν τι τῶν μετὰ ταῦτα ἔργων πολλῶν καὶ καλῶν ἐπέπρακτο;
那么,如果当时我们因无法忍受痛苦而媾和,正如某些人试图说服我们的那样,此后的许多辉煌功绩又怎能被完成呢?
οὐχ οἷόν τε.
这是不可能的。
ἀλλʼ οἶμαι τὰ μὲν παρόντα λογισμῷ διενεγκόντες, τὸ δὲ μέλλον ταῖς ἀμείνοσι τῶν ἐλπίδων ἐπιτρέψαντες, πολλὰς μὲν ναυμαχίας αὐτοὺς κατεναυμαχήσαμεν, τελευτῶντες δὲ ἐν Πύλῳ ζῶντας λαβόντες ἠγάγομεν δεῦρο αὐτοῖς ὅπλοις.
然而,我想,通过理智忍受了当时的困难,并将未来寄托于更好的希望,我们在许多海战中击败了他们,最后在皮洛斯生擒了他们,并连同武器一起带到了这里。
τοιαῦτα ὁ πόλεμος τοῖς ἐθέλουσι πονεῖν καὶ ταλαιπωρεῖν ἐθέλει χαρίζεσθαι.
战争就是这样,乐于向那些愿意劳苦和忍受折磨的人施予恩惠。
καὶ ταῦτʼ οὐ μόνον ἡμεῖς οἱ νῦν οὕτως ἔγνωμεν, ἀλλὰ καὶ τὸ τῶν πατέρων ὑπάρχει παράδειγμα παμμέγεθες, οἱ καὶ τέκνα καὶ γυναῖκας καὶ τὴν πόλιν αὐτὴν καὶ τὴν χώραν προεῖντο, οὐδὲν τοῦ παρʼ ἀξίαν εἶξαι νομίσαντες φοβερώτερον.
而且不仅现在的我们这样决定,还有我们父辈极其伟大的榜样存在,他们甚至放弃了孩子、妻子、城邦本身和国土,认为没有任何事情比违背尊严的屈服更可怕。
εἰ δέ γε ἢ τὸν Ἄθω ἀκούοντες μεταποιούμενον ἢ τὸν Ἑλλήσποντον εὐθὺς ἐξεπλάγησαν ὥσπερ ἐν τραγῳδίᾳ, ἢ καὶ μετὰ ταῦθʼ ὡς ἐνίκησαν τὰς ἐπʼ Ἀρτεμισίῳ νίκας, ἀναγκαζόμενοι φεύγειν εἰς τὸ εἴσω τῆς Ἑλλάδος διὰ πλῆθος τῶν ἐπιουσῶν νεῶν, ἐνεθυμήθησαν ὡς ἀπέραντα πονοῦσι καὶ περισχήσει σφᾶς ὁ πόλεμος, καὶ πολλῷ γε μᾶλλον ὡς εἶδον ἤδη πᾶσαν
但是,如果他们一听到阿托斯山被改造或赫勒斯庞特的事,就像在悲剧里一样立刻吓得不知所措,或者在此之后,虽然取得了阿耳忒弥西翁的胜利,却因为来袭船只数量众多而被迫逃往希腊腹地,便认为自己正在承受无休止的劳苦且战争将压倒他们,特别是在他们已经看到所有的……

词汇与语法注释

  1. §369ἀμείνους τῆς φύσεως γένοιντο — 比较级 ἀμείνους 与比较属格 τῆς φύσεως 的结合。意为“变得比他们本来的(身为奴隶的)天性更好(更顺从或更有利于主人)”。
  2. §369κρατούντων τῆς χώρας πάλιν ἡμῶν καὶ τῶν πολεμίων ταυτὸν τοῦθʼ ὅπερ ἡμεῖς ἐνταῦθα πεπονθότων — 并列的属格独立结构。πάλιν ἡμῶν 是 κρατούντων τῆς χώρας 的主语,而 καὶ τῶν πολεμίων 是 ταὐτὸν τοῦθ' ὅπερ ἡμεῖς ἐνταῦθα πεπονθότων(完成时主动分词 πεπονθότων)的主语。
  3. §369οὐκ εἴ τι τῶν πάντων ἢ μεῖζον ἢ ἔλαττον ὑπομενοῦμεν, τοῦτο σκεπτέον — 动形容词 σκεπτέον 的句式。否定词 οὐκ 否定的不是 εἴ τι ... 从句本身,而是对该从句的考量,并与后半句的 ἀλλ' [σκεπτέον,] εἰ ...(“而是应该考量是否……”)形成对比。此处的 εἰ 引导间接疑问句。
  4. §370τρέποιτο δʼ εἰς ἑτέρους ἡ βλασφημία — 使用愿望祈愿法(τρέopoιτο)的避邪性插入语,用以避开不祥之兆:“愿这不祥的话语降临在他人(敌人)身上”。
  5. §370ὥσπερ οὐ τοὺς ἐκ τοῦ τείχους πλείω πράγματα ἔχοντας ἡμῶν — ὥσπερ οὐ + 分词(ἔχοντας)的结构,意为“仿佛……不”。分词的主语是 τοὺς ἐκ τοῦ τείχους(“城墙里的人”),ἡμῶν 是比较属格(“比我们”)。短语 πράγματα ἔχειν 是意为“遭遇困难、自找麻烦”的惯用语。

引用这一段

阿里斯·台德斯, 论向西西里派遣援军 §369-370. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg029.humanitext-grc2:369-370

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。