§363τὸ μὲν κατηγορεῖν, ὦ Ἀθηναῖοι, Νικίου καὶ λέγειν ὡς οὔτʼ ἐξ ἀρχῆς ἐκπλεῖν ἐνθένδε ἐβούλετο νῦν τε δυοῖν θάτερον, ἢ πλείω καὶ μείζω τὰ δυσχερῆ ποιεῖ τῷ λόγῳ, ἢ εἰ τὰ μάλιστα ταῦθʼ οὕτως ἔχει, πάντως αὐτός ἐστʼ αἴτιος, ἄλλῳ παρίημι.
雅典人啊,去指责尼基阿斯,并声称他从一开始就不愿从这里启航,而现在则是二者择一——要么他在言辞中把困难说得更多更大,要么即使这些情况极其属实,他也绝对难辞其咎——这些我就留给别人去说了。
καὶ γὰρ οὔτε φύσει πρὸς ἀνδρὸς σώφρονος προχείρως ἐθέλειν αἰτιᾶσθαι καὶ ὁντιναοῦν τῶν πολιτῶν, Νικίᾳ τε εἰς εὔνοιαν πλείων μερὶς παρὰ πάντων ἡμῶν ἐκ τῶν ὑπαρχόντων, ἂν τὰ δίκαια ποιῶμεν, ὀφείλεται.
因为,轻易去指责任何一位公民,这在天性上绝非一个明智之人所愿为;而根据现状,如果我们行事公正,我们所有人对尼基阿斯都欠下一份更深厚的好意。
καὶ ὅπως γε εἰδῆτε, ὦ Ἀθηναῖοι, ὅσον φιλονεικίας ἢ τοῦ βασκαίνειν τὸν ἄνδρα ἀφέστηκα, τὴν ἀρχὴν ἀπὸ τούτου ποιήσομαι.
雅典人啊,为了让你们知道我绝无与此人竞争或嫉妒他的心,我将以此作为开端。
δυοῖν γὰρ ὄντοιν ὑπὲρ ὧν βουλεύεσθε, ἑνὸς μὲν καὶ πρώτου πότερα χρὴ μεταπέμπεσθαι τὴν στρατιὰν, ἢ πέμπειν βοήθειαν, ἑτέρου δὲ τοῦ παραλύειν ἢ μὴ Νικίαν τῆς ἀρχῆς, ἐὰν τὸ πέμπειν κρατῇ, φημὶ χρῆναι Νικίαν ἄρχειν πρὸς οἷς ἂν προέλησθε νυνὶ καὶ μηδὲν πράττειν ἐκείνου χωρίς.
因为在你们所审议的两个问题中,其一且是首要的,是应当召回军队还是派遣援军;其二则是,如果派遣援军的提案占了上风,是否免去尼基阿斯的指挥权;我主张,除了你们现在可能增选的人之外,尼基阿斯仍应担任指挥,且没有他,任何事情都不应进行。
ὡς δὲ οὔτʼ ἐγχωρεῖ τοὺς ἐκεῖθεν καλεῖν, πέμπειν τε ἀνάγκη τοὺς βοηθήσοντας, ταῦτα ἀκούσατε.
而关于为何既不能召回那里的军队,又必须派遣援助者,请听我一言。
ἔστι δὴ πρῶτον, ὦ Ἀθηναῖοι, τῆς συμβουλῆς ἐπανεῖναι τὴν παροῦσαν ἀθυμίαν, λογιζομένους ὡς οὐδενὶ τῶν παρʼ ἡμῶν οὕτω τἀκεῖ διάκειται.
雅典人啊,我的建言的首要之点,就是消除眼前的消沉,考虑到那里的局势并非因我们这边的任何过失而陷入如此境地。
οὔτε γὰρ ταῖς παρασκευαῖς ἡττήμεθα τῶν πολεμίων οὔτε τὰς φύσεις δή που χείρους ἂν εἶναι φήσαιμεν, ἀλλʼ ἕνεκα μὲν τούτων κἂν πάλαι πέρας εἶχε τὰ πράγματα, καὶ οὐ χεῖρον ἤ τις ἂν ηὔξατο ἦν.
因为我们在准备工作上并未败给敌人,也绝不能说我们的天资更为低劣;相反,单凭这些,事情本该早已结束,且绝不会比人们所祈求的更差。
τὸ δὲ μήτε ταχεῖαν τὴν ἐπιχείρησιν γενέσθαι μήτʼ ἐπʼ αὐτὰς εὐθὺς πλεῦσαι τοὺς στρατηγοὺς §364τὰς Συρακούσας, συμβῆναί τε νεώτερα ἐν τῷ στρατοπέδῳ, Ἀλκιβιάδου μὲν ἀπελθόντος, Λαμάχου δὲ τελευτήσαντος, Γυλίππου δὲ ἐπελθόντος, ταῦτʼ ἐστὶν ἃ τὴν τοῦ χρόνου τριβὴν ἐμπεποίηκεν.
但是,由于行动不够迅速,将领们没有立即直接驶向\n 叙拉古,且营地里发生了新的变故——阿尔西比亚德斯离去,拉马科斯阵亡,吉利普斯抵达——正是这些导致了时间的拖延。
οὐ γὰρ πλέον γε οὐδὲν, σὺν θεοῖς εἰρῆσθαι, φοβοῦμαι.
因为,在神明保佑下说,我绝不害怕任何更多的事情。
ποῦ γὰρ ἂν ἢ τὸ παρατείχισμα τοῦτο τὸ νῦν ἐνοχλοῦν ἐξῳκοδόμητο, μὴ τῆς ἐκ Λακεδαίμονος βοηθείας ἐπελθούσης;
因为,如果不是来自拉刻代蒙的援军抵达,现在困扰我们的这堵防御墙,究竟能在哪里建成呢?
ἢ τὴν βοήθειαν μὴ ὅτι ταύτην, ἀλλά τινα σχολὴν τοῦ μεταπέμψασθαι Συρακόσιοι πότʼ ἂν ἔσχον, εἴ τις ἢ τότε ἐξ ἀρχῆς ἐπέκειτο, ἢ παραγιγνομένην γε οἱ ταχθέντες ἐκώλυον, εἰ προῄσθοντο καὶ μὴ παρεῖσάν τι τοῖς ἡμετέροις, ἐξ ἴσου τῶν ἐν Σικελίᾳ;
又或者,如果当时有人从一开始就向他们施压,或者被派驻的人阻挡了正在抵达的援军——如果他们预先察觉,且在西西里的均势中没有向我军让出任何破绽的话——叙拉古人又怎能有任何闲暇去召来哪怕是其他的援助,更不用说这支援军了?
νῦν δὲ τὰ μὲν βραδυτὴς ἑνὸς ἀνδρὸς καὶ δυοῖν, τὰ δὲ καιροῦ τύχη βουλεύεσθαι περὶ τῶν ἑτοίμων ἡμᾶς πεποίηκεν· ἐπεὶ τοῖς γε ὅλοις ὁπόσῳ τινὶ κρείττους γεγενήμεθα καὶ Νικίας αὐτὸς μαρτυρεῖ.
但现在,一方面由于一两个人的迟缓,另一方面由于时机的偶然,已迫使我们对眼前的事情进行审议;至于整体而言我们占据了多大的优势,甚至尼基阿斯本人也予以了证实。
τίνος οὖν ἕνεκα ταῦτα λέγω νῦν;
\n那么,我现在为何要说这些呢?
οὐ κατηγορίας ἕνεκα Νικίου, οὐδʼ ὅτι ἧττον ἔχει τὰ πράγματα ὡς ἔχει, εἴθʼ οὕτως εἴθʼ ἑτέρως ἐνταῦθα ἐλήλυθεν, ἀλλʼ ὅτι παμπόλλῳ πρός γε τὸ μέλλον διαφέρει.
并非为了指责尼基阿斯,也不是因为我们的局势在现有状态下变坏了(无论它是通过这种方式还是另一种方式到了今天这一步),而是因为这极大地关乎未来。
εἰ μὲν γὰρ ὅλως ἡμῶν ὑπερεῖχον οἱ πολέμιοι, κἂν αὐτὸς ὤκνουν· ἐπεὶ δʼ ἐν ἅπασι καὶ πανταχοῦ κεκρατήκαμεν αὐτῶν καλῶς ποιοῦντες, τά γʼ ἐν μέρει ταῦτʼ ἔνι δή που τοῦ λοιποῦ καὶ φυλάξασθαι καὶ διορθώσασθαι.
因为如果敌人完全压倒我们,我自己也会犹豫;但既然我们在所有事情和所有地方都幸运地战胜了他们,那么今后自然可以防范并纠正这些局部的失误。
ἐνθυμηθῶμεν δὲ ὡς πόλλʼ ἄττα τῶν ἐκεῖ πραγμάτων ἐστὶν οὐκ ἐῶνθʼ ἡμᾶς ἀποστῆναι.
让我们记住,那里的局势有许多因素不容许我们撤退。
πρῶτον μὲν, ὦ Ἀθηναῖοι, καὶ πᾶσιν ἰδεῖν κοινότατον τὸ μὴ χρῆναι καταλύειν τὰ δεδογμένα, μηδʼ ὥσπερ παῖδας ῥᾳδίως μὲν ἐπιθυμοῦντας, προχείρως δὲ καταλείποντας.
首先,雅典人啊,对所有人来说最显而易见的是,决不应废除已决定的事情,也不应像小孩子一样,轻易渴望又随手放弃。
ἴσως μὲν γὰρ καὶ παρὰ τουτοισὶ Μεγαρεῦσι καὶ Βοιωτοῖς καὶ πᾶσιν ὅσοι μικρὰς ἢ μείζους πόλεις οἰκοῦσιν ἰσχυρὸν τὸ δεῖν τοῖς ἐγνωσμένοις ἐμμένειν, καὶ πέρας εἶναι τῶν ἀμφισβητησίμων ἁπάντων τὸ ψηφίσασθαι, οὐ μὴν οὐδέσι μᾶλλον ἢ ὑμῖν τοῦτο προσῆκον φανεῖται.
因为,也许在这些墨伽拉人、波奥蒂亚人以及所有居住在大小城邦的人那里,坚守已决之策的义务是强大的,且通过决议是所有争议的终结,但这在任何人身上都不如在你们身上显得更为合适。
ὅσῳ γάρ ἐστε σοφώτατοι τῶν Ἑλλήνων αὐτοί τε ἐφʼ ὑμῶν αὐτῶν ἄριστοι λογίσασθαι τὰ δέοντα καὶ ἑτέρου λέγοντος κρῖναι τοσούτῳ πλέονος κληρονομεῖν ἀνάγκη τῆς αἰσχύνης, εἴ τι φαίνοισθε λύοντες ὧν ἐγνώκατε.
因为,你们既然是希腊人中最聪慧的,既能独立思考应尽之责,又能在他人陈述时做出最客观的判断,那么,如果你们显得废除了自己所决定的事情,你们就必定要承受由此带来的更大耻辱。
δεῖ γὰρ δυοῖν θάτερον, ἢ τὸ πρῶτον ψηφιζομένους ἔξω τοῦ φρονεῖν εἶναι δοκεῖν, ἢ τὰ δεύτερα ἁμαρτάνειν.
因为二者必居其一:要么是在最初投票时显得丧失了理智,要么是在第二次犯下错误。
καὶ μὴν οὐδʼ
而且,确实也不……