§359εμαι, καὶ ὡς ἀνέσχον τε καὶ ἀνέστην, ἔτυχε γὰρ καὶ τῆς ἄμμου πολλὴ περιχυθεῖσα, αὖθις ἐκ μέσου τοῦ ῥείθρου λοῦμαι δεύτερον.
[我跃入水中]。 当我浮出水面并站起身时,因为也有许多沙子附着在身上,我便再次从溪流中央洗了第二次。
ἀνατρίψασθαι δὲ καὶ τἄλλα ἐπὶ τῆς ἀντιπέρας ὄχθης ὑπῆρξεν ἐν καλῷ τοῦ τε ἡλίου καὶ τοῦ πνεύματος.
在对岸摩擦身体及做其他事情,正是在阳光和微风的极佳状态下进行的。
παρελθὼν δὲ εἰς τὸ περιοίκιον καὶ διατρίψας ὅσον ἐπισκέψασθαί τινα τῶν γιγνομένων, ἐπανῄειν πρὶν καὶ πιεῖν, θέρμης τε ἀπολαύων θαυμαστῆς καὶ συγκρίσεως παντάπασιν ἑτέρας.
我走到邻近的住处,逗留了足够观察一些正在发生的事情的时间后,甚至在喝水之前就开始返回,一路上享受着奇妙的温暖以及完全不同的体质。
καὶ τὸ ἀπὸ τούτου πάντʼ ἦν εὔκολα εἰς μέσον χειμῶνα.
从那时起,直到仲冬,一切都很顺利。
τὰ δʼ ἐν τῷ χειμῶνι διαίτης τισὶ τάξεσι καὶ τύποις ἰᾶτο.
至于冬天的状况,则通过特定的饮食规则和方式予以治疗。
ἀναλογιζομένῳ δέ μοι τόν τε χρόνον ὁπόσον τινὰ ἀπείην τῆς Σμύρνης, καὶ ταῦτα ψηφισμάτων ἡκόντων, καὶ ὅτι καὶ ἡλικίας ἤδη μέσως ἔχοιμι, καὶ πρὸς τούτοις τῶν ἄνω χρόνων τὸ πλῆθος, ἐν οἷς ἐξῆν, εἴ τις ἔρρωτο, ἐπελθεῖν τὰς πόλεις, καὶ ὅτι καὶ τῆς ὑπαρχούσης δόξης δέος εἴη ἀφαιρεθῆναί τι διὰ τὴν πολλὴν ἡσυχίαν, ταῦτα δὲ ἐλογιζόμην μὲν οἷα εἰκὸς ἄνθρωπον, εὖ δὲ ᾔδειν ὅτι πάντα λῆρος πρὸς τὸ πείθεσθαι τῷ θεῷ.
当我考虑到自己离开士麦那已有多少时间(而且是在决议案已经送达的情况下),以及我的年龄已经步入中年,此外还有以前的许多岁月,在那些日子里,如果一个人身体强健,本可以走访各个城市,而且由于长期的静养,令人担心现有的名声会受到损害——虽然我像常人一样考虑这些事情,但我深知,与顺从神明相比,一切都是虚妄。
ἔτι δὲ οὐδʼ ἀπόρως εἶχον ἐμαυτῷ συνεῖναι, ἀλλὰ καὶ τὸ κέρδος αὐτοῦ μᾶλλον ἐποιούμην.
此外,我也并非无法与自己独处,反而更以此为益处。
ἔχοντι δὲ οὕτω μοι γίγνεται ὄψις ὀνειράτων τοιάδε.
当我处于这种状态时,出现了如下的梦境。
ἐδόκουν εἶναι μὲν Ἀθήνησιν ἄρτι κατηρκὼς, οἰκεῖν δὲ ἐξόπισθε τῆς ἀκροπόλεως ἐν οἰκίᾳ Θεοδότου τοῦ ἰατροῦ, εἶναι δʼ αὐτὴν πρώτην πρὸς ἥλιον ἀνίσχοντα· τοῦ δὲ νεὼ τῆς Ἀθηνᾶς ὁρᾶσθαι τὸν ὀπισθόδομον ἀπʼ αὐτῆς, καὶ εἶναι πολὺ κατωτέρω τῆς ἀκροπόλεως τὴν οἰκίαν.
我似乎刚抵达雅典,住在雅典卫城后方医生狄奥多托斯的家里,那是迎着初升太阳的第一栋房子;从那里可以看到雅典娜神庙的后室,而那栋房子比卫城要低得多。
τυγχάνειν δὲ πομπὴν Ἔρωτι γιγνομένην ἔξω πυλῶν καὶ τὸν Θεόδοτον περὶ ταῦτα ἔχειν καὶ ἄλλους τινὰς οἷς προσετέτακτο, αὐτὸς δὲ ἐν τούτῳ διατρίβειν ἔνδον.
当时恰逢在城门外为厄洛斯举行游行,狄奥多托斯和被委派的其他一些人正忙于此事,而我自己在此期间则留在屋里。
καὶ τυχεῖν Λούκιόν τε παρόντα τῶν ἑταίρων καὶ ἄλλους τῶν περὶ λόγους, καὶ προτρέπειν δή με ὥσπερ εἴωθε, τὸν Λούκιον, τάς τε διατριβὰς συνέχειν τὰς περὶ τοὺς λόγους καὶ προσίεσθαι τοὺς νέους.
碰巧我的同伴之一卢基乌斯以及其他从事言辩的人也在场,卢基乌斯一如既往地劝勉我,继续进行关于言辩的修练并接纳年轻人。
καὶ δὴ καὶ παῖδά τινα Λούκιον πρὸς αὐτὸν λέγειν περὶ ἐμοῦ ἄλλα τε δὴ εὔφημα καὶ ὡδί πως τὸν ἔπαινον διατίθεσθαι, οὗτος, ἔφη, ἐστὶ Πλάτων καὶ Θουκυδίδης καὶ Πλάτων καὶ ὁ δεῖνα·
不仅如此,一个名叫卢基乌斯的孩子还对他谈起我,说了一些赞美的话,并大致这样表达他的赞辞:“这位,”他说,“是柏拉图,是修昔底德,是柏拉图,是某某。
καὶ πολλοὺς κατέλεξεν οὕτως ἀεὶ τῷ Πλάτωνι συζευγνύς τινα,
”他像这样列举了许多人,总是把某个人与柏拉图配对。