Humanitext Reader

阿里斯·台德斯 · 圣书五 §357-358

离开基齐库斯与冷水浴前的奔跑

第 6 段,共 8 段 · 希腊语

内容简介

在库济科斯逗留期间,作者根据神梦启示离开赫勒斯滂地区启程返回。根据梦中与医生的对话,他在河边进行了艰苦的十斯塔迪翁奔跑,以进行冷水浴调理身体。

§357σύλλογος.
的集会。
χρονιζομένης δὲ τῆς διατριβῆς καὶ χαίροντός μου καὶ τῷ χωρίῳ καὶ τοῖς παροῦσι πᾶσιν, ἄλλα τε δὴ ὀνείρατα γίγνεται ἀνιστάντα καὶ διαρρήδην ἐγένετο ὡς τὸ ἀνωτέρω τοῦ Ἑλλησπόντου οὐκ ἐπιτήδειον πρὸς διατριβήν.
随着逗留时间的延长,我也很喜欢那个地方以及在场的每一个人,这时便出现了其他催促我动身的梦,而且梦中明确指出,赫勒斯滂以北的地区不适合逗留。
ἐπανῄειμεν οὖν· καὶ γὰρ δὴ Διὸς Ὀλυμπίου θυσία πάνδημος προσῆγε, καὶ παρεδείκνυτο πανταχόθεν ὅτι παρεῖναι δέοι καὶ θύειν.
于是我们启程返回;因为奥林匹亚宙斯的全民祭祀即将来临,且各处都表明我应当出席并进行祭祀。
συνέβη τοίνυν καὶ τὰ τοῦ σώματος τοῦτον δὴ τὸν χρόνον ῥᾷστα καὶ φαιδρότατα σχεῖν ἐξ οὗ πρῶτον ἔκαμον.
因此,这一时期我的身体状况也达到了自最初生病以来最轻松、最爽朗的状态。
ὅσον τε γὰρ χρόνον ἦμεν ἐν τῇ Κυζίκῳ καὶ μετὰ τοῦτο ὡς ἐπανήλθομεν, ἓξ μῆνας ἑξῆς τοὺς ἅπαντας ἐρρωμενέστατα ἐμαυτοῦ διετέθην, ἐξ ἕω τε ἀνιστάμενος καὶ βαδίζων μακρὰ καὶ πολλάκις τῆς ἡμέρας, καὶ τῆς ἀρχαίας φύσεως ὅτι ἐγγυτάτω γενόμενος.
因为在我们逗留在库济科斯期间以及此后返回的一共连续六个月里,我处于自己身体最强壮的状态,天一亮就起床,并且一天里多次长途步行,变得极接近我原先的体质。
καὶ δὴ καὶ τῆς συνήθους μελέτης οὐδὲν παρελείπετο, ὥστε συγχαίρειν ἅπαντας καὶ ἰδίᾳ καὶ δημοσίᾳ.
而且,平日里的练习也毫无遗漏,以至于众人在私底下和公开场合都共同为我感到高兴。
ὅσον δὲ κἀν τούτῳ συνέβη καμεῖν ἡμέρας τινὰς, θαυμαστῶς ὡς ὁ θεὸς καὶ ἅμα εἰωθότως ἰάσατο.
尽管在此期间我也曾有几天偶染微恙,但神明以一种奇妙且一如既往的方式治好了我。
βορέας μὲν γὰρ ὀπωρινὸς ἦν, εἶχον δὲ ἀδυνάτως κινεῖσθαι, ὥστε καὶ τὰς ἀναστάσεις ὤκνουν· ὁ δʼ ἐπιτάττει.
因为当时正吹着秋季的北风,我软弱无力无法动弹,甚至连起床都感到犹豫;但神明却下达了命令。
βέλτιον δʼ ἴσως αὐτὸ τὸ ὄναρ διηγήσασθαι, καὶ γὰρ ἔναυλόν τέ ἐστι καὶ οὐκ ἀνάγκη παραλιπεῖν.
也许最好还是讲述一下那个梦境本身,因为它仍清晰地留在耳际,且没有必要略过。
ἡκέτην ἰατρὼ δύο καὶ διελεγέσθην ἐν τῷ προθύρῳ ἄλλα τέ μοι δοκεῖν καὶ περὶ ψυχροῦ λουτροῦ ἠρώτα μὲν ὁ ἕτερος, ὁ δʼ ἀπεκρίνετο, τί λέγει, ἔφη, Ἱπποκράτης;
两位医生来了,在门厅里交谈着,在我看来谈了其他一些事情,尤其是关于冷水浴,其中一人发问,另一人回答:“希波克拉底说了什么?
τί δʼ ἄλλο γε ἢ δραμόντα δέκα σταδίους ἐπὶ θάλατταν οὕτως ῥῖψαι;
”那人说,“还能有什么,不就是向着大海跑上十斯塔迪翁,然后就这么投身进去吗?
ταῦτα μὲν δὴ ὡς ὄναρ πεφάνθαι ἐδόκουν.
”这些事情确实像是作为梦境显现出来的。
μετὰ δὲ τοῦτο ἐπελθεῖν ὡς ἀληθῶς αὐτοὺς τοὺς ἰατροὺς, θαυμάσαι τε δὴ τοῦ ἐνυπνίου τὴν ἀκρίβειαν καὶ πρὸς αὐτοὺς εἰπεῖν, ἄρτι γε ὑμᾶς ἐδόκουν ὁρᾶν καὶ ἄρτι ἥκετε, καὶ δῆτα ὁπότερος μὲν ὑμῶν, ἔφην, ὁ ἐρωτῶν ἦν καὶ ὁπότερος ὁ ἀποκρινόμενος οὐκ ἔχω λέγειν· ἡ δʼ ἀπόκρισις οὕτως εἶχεν, ὡς ἄρα Ἱπποκράτης κελεύοι δέκα σταδίους θεῖν τὸν μέλλοντα λοῦσθαι ψυχρῷ.
而在这之后,那两位医生真实地到来了,他们对梦境的准确性感到惊奇,而我似乎对他们说:“我刚才仿佛看见了你们,而现在你们刚到;确实,你们中哪一位,”我说,“是提问者,哪一位是回答者,我说不上来;但回答的内容是,希波克拉底命令准备洗冷水浴的人跑上十斯塔迪翁。
ἅμα δὲ ἐμαυτῷ μετέβαλον τὸ ἐπὶ θάλατταν, ὡς δηλοῦν τὸ κατὰ φύσιν τῷ ποταμῷ, καὶ οὕτως εἶπον, δέκα σταδίους θεῖν τῷ ποταμῷ §358συμπαραθέοντα.
”同时,我自己在心中把“向着大海”改成了“向着河流”,将其理解为顺应自然地指向河流,并这样说道:“向着河流跑上十斯塔迪翁,并沿着河岸奔跑。
ἐνεθυμήθην δʼ αὐτὸ διὰ τὸ εἶναι ἐν μεσογείᾳ, ἐδόκει σαφὲς εἶναι καὶ χρῆναι οὕτω ποιεῖν.
”我想到这一点是因为身处内陆,这似乎很明确,且应当这样做。
ἔπειτά πως ἐκ τούτων ἔδοξα κατακεῖσθαι μὲν ὡς ἐπʼ ἀρίστῳ, ἀναμνησθεὶς δʼ ὅτι λούσασθαι χρὴ πρότερον τῷ ψυχρῷ κατὰ τὴν πρόρρησιν, αὐτός τε ἀνίστασθαι καὶ τοὺς ἄλλους κελεύειν.
接着,不知怎的,在此之后我似乎正躺着准备用早餐,但想起根据预言必须先洗冷水浴,我便自己起身并命令其他人也这样做。
ἐρομένου δὲ τοῦ ἑτέρου τῶν ἰατρῶν περὶ τῆς ὥρας τοῦ λουτροῦ, φάναι ὅτι πέμπτην δέοι κινηθῆναι, συμβήσεσθαι γὰρ εἰς τὴν ἕκτην· πάλιν γὰρ αὖ τὸ πρῳαίτερον τοῦ δέοντος ἢ λοῦσθαι ἢ ἐσθίειν ἐργῶδες εἶναι· οὐδὲ γὰρ εἰς αὐτὸ τοῦτο φέρειν ὃ δοκεῖ αὐτοῦ χρήσιμον εἶναι, τὸ πέψαι ῥᾷον, ἀγρυπνίας γὰρ ἀπʼ αὐτοῦ γίγνεσθαι.
当其中一位医生询问沐浴的时间时,我说应当在第五个小时动身,因为这样就会在第六个小时到达;因为相反地,比必要时间更早地沐浴或进食是令人痛苦的;因为这甚至无助于它看似有用的一点——即使消化更容易,反而会因此导致失眠。
τί οὖν, ἔφη ὁ ἰατρὸς, οὐκ ἐμελέτησας ἡμῖν ἐν τῷ τέως;
“那么,”医生说,“在这一段期间里你为什么不为我们做练习呢?
ὅτι νὴ Δίʼ, ἔφην ἐγὼ, σπουδαιότερόν μοί ἐστιν ἐπελθεῖν τινα τῶν γεγραμμένων· δεῖ γάρ με καὶ τοῖς ὕστερον ἀνθρώποις διαλέγεσθαι.
”“因为,凭宙斯起誓,”我说,“对我而言,审阅已写下的部分内容更为重要;因为我还必须与后世的人们交流。
καὶ ἅμα ἐνεδειξάμην ὅτι ἐπειγοίμην, μὴ ἄρα τι συμβαίη πρότερον.
”同时也表明我正急于行事,以免在此之前发生什么意外。
καὶ ὃς οἰωνίζετο ἔτη πολλά μοι.
于是他祝愿我长寿,以此作为吉兆。
κἀγὼ εἶπον, βουλοίμην ἂν καὶ πολλὰ ἔτη βιῶναι, εἰ μέλλοιμι ἔσεσθαι πρὸς λόγοις.
而我也说:“如果我能继续从事言辩,我固然也希望活上许多年。
τὸ μὲν δὴ ὄναρ τοιοῦτον ἐγένετο.
”梦境确实就是这样的。
τὸ δὲ χωρίον οὗ διέτριβον παραρρεῖ μὲν ποταμὸς, κάθοδος δʼ ἐπʼ αὐτόν ἐστι τραχυτέρα καὶ κατάντης μᾶλλον, καὶ ἅμα ἐντὸς τῶν δέκα σταδίων.
我当时逗留的地方有一条河流过,但下到那里的路途相当崎岖且十分陡峭,同时距离也在十斯塔迪翁以内。
ἔτι δʼ οὐκ ἐνῆν θεῖν τῷ ποταμῷ συμπαραθέοντα, ἀλλʼ ἐγκάρσιον καὶ εἰς ὄχθην.
而且,不可能沿着河流并排奔跑,而只能横穿并跑向河岸。
ἔπειτα μέντοι προϊὼν ὁ ποταμὸς παραρρεῖ χωρίον ἕτερον, ἔμβασίν τε ἔχον παγκάλην καὶ μάλα εὐειδῆ, ἐνταῦθα ἤδη ἐπενόησα τοιόνδε.
不过,随着河流向前,它流经了另一个地方,那里有一个非常美丽且外观极佳的下水处;就在那里,我当时想到了这样一个办法。
ἐκέλευσα μετρῆσαι σχοινίῳ ὁπόσον τι ἀπέχει τὸ χωρίον ἀπὸ τοῦ χωρίου, κατὰ δὲ ἕκαστον στάδιον σημεῖον καταλιπεῖν.
我命令人用绳索测量该处距离原处有多远,并在每一个斯塔迪翁处留下标记。
ὡς δὲ ἐφάνησαν οἱ σύμπαντες ἑκκαίδεκα, δέκα μὲν τοὺς τελευταίους ὑπελειπόμην εἰς τὸν δρόμον, τοὺς δὲ πρώτους προῆλθον ἐπὶ τοῦ ζεύγους.
当测出总共是十六个斯塔迪翁时,我留下了最后十个用于跑步,而前半部分则乘着马车前进。
ἔπειτα καταβὰς ἔθεον τούς τε πόδας ἀνέλκων μόλις καὶ ἅμα ὁ βορέας ἐπαιγίζων ἀνέστελλε τὸ εἰς τοὐπίσω, καὶ παρεῖχεν ἱδρῶτα θαυμαστὸν ὅσον.
然后我走下车开始奔跑,艰难地迈着步子,同时北风狂吹,把我往后推,使我出了一身惊人的大汗。
ὥσθʼ ὅτε δὴ ἀπέραντον ἦν, παρεῖχον ψύχειν ὁπόσα βούλοιτο.
以至于在跑完时,我任由风随意地冷却身体。
λαβομένης δὲ τῆς ὄχθης ἄσμενος εἰς τὸ ὕδωρ
而一到河岸,我便欣然跳入水中……

词汇与语法注释

  1. 357ἄλλα τέ μοι δοκεῖν — 不定词 `δοκεῖν` 在描述梦境时,其功能相当于叙述性不定词(或历史性不定词),代表主句动词,或者受到前文 `ἐδόκουν` 的支配。它也可以作为插入句:“虽然在我看来还有其他一些事情”。
  2. 357ἐπελθεῖν — 从 `ἐπελθεῖν` 开始的一系列不定词(包括 `θαυμάσαι` 和 `εἰπεῖν`)虽然引入了现实中的事件(`ὡς ἀληθῶς`“真实地”),但在语法上仍处于前文 `ἐδόκουν`(“似乎”)的支配下。或者,它们通过间接引语或叙述性不定词继续进行叙事,反映了现实与梦境之间模糊的边界。
  3. 357θαυμαστῶς ὡς — 表示感叹和强调的副词短语,其中 `ὡς` 具有感叹副词的作用,意为“令人惊奇地”或“不可思议地”。类似的结构如 `θαυμαστὸν ὅσον`。
  4. 358καὶ ὃς — 古典语中的惯用表达,其中主格关系代词 `ὅς` 作为指示代词使用,意为“而他(接着做某事)”。
  5. 358θαυμαστὸν ὅσον — 意为“惊人地(多)”或“不可思议地(多)”的惯用短语。它源于一个带间接疑问从句的形容词短语(“多到令人惊奇的程度”),后来融合为副词性或形容词性修饰语。

引用这一段

阿里斯·台德斯, 圣书五 §357-358. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg027.humanitext-grc2:357-358

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。