§360ὡς τὰς ἁπάντων τούτων δυνάμεις ἔχοντα ἐμέ.
仿佛我拥有所有这些人的能力。
κἀγὼ βλέψας πρὸς τὸν παῖδα, πάντα, ἔφην, ἀξιῶ Λουκίῳ πιστεύειν σὲ πλὴν τούτου.
我看着那个孩子说:“我认为你该相信卢基乌斯的一切话,唯独除了这一件。
καὶ ὁ Λούκιος τὴν μὲν εὐπορίαν τῆς ἀποκρίσεως ἐδόκει μοι ἐπαινέσαι, οὐ μέντοι τήν γε ἀναχώρησιν ἐνεγκεῖν ἡδέως.
”卢基乌斯在我看来似乎赞许我回答的机敏,却不怎么乐意接受我的退避。
πάλιν δὲ τοῦ παιδὸς ἀμειβομένου καὶ λέγοντος ἐν μελέτῃ τε καὶ δεξιὰ πρὸς ἐμὲ, ὑπολαβὼν ἅμα παίζων, ἀλλὰ μέντοι, ἔφην, εἰ οὕτως οἷός τʼ εἶ λέγειν, θαυμάσαιμʼ ἂν, εἰ ἐμοῦ γε δέοιο διδασκάλου.
当孩子再次回答、对我既热忱又巧妙地说话时,我打断他并开玩笑说:“不过,如果你能这样说话,你要是还需要我做老师,那我倒要感到奇怪了。
μετὰ ταῦτα ἐδόκουν προελθὼν ἔξω τῆς οἰκίας ἅμα νεανίσκῳ τινὶ τῶν ἐπιτηδείων τὴν μὲν λεπτότητα τοῦ ἀέρος γνωρίζειν τε καὶ ἀποδέχεσθαι, μεταβολῶν δὲ πολλῶν διʼ ὀλίγου γιγνομένων καὶ ἅμα καὶ νότου συμπεσόντος, καὶ τοτὲ μὲν ὡς χειμῶνος, τοτὲ δὲ ὡς θέρμης οὔσης, φάναι ἐπισημαινόμενος ὅτι λεπτὸς μὲν ὁ ἀὴρ οὗτος, ὁ δὲ οἴκοι βεβαιότερος.
” 在这之后,我似乎和亲近的一位年轻人一起走出屋子,察觉并赞赏空气的清新;然而由于在极短时间内发生了多次变化,且同时南风刮起,时而如冬,时而如夏,我指出并说:“这空气虽然清新,但家乡的空气更稳定。
μετὰ ταῦτα ἐχωροῦμεν ᾗ τὸ Λύκειον, καὶ νεώς τις ἐξεδέχετο πάνυ μέγας καὶ καλὸς, οὐχ ἧττον ἢ ἑκατόμπεδος· καὶ ἔδει ἀναβαίνειν ἀναβασμούς τινας πρὸς τὸν νεών.
” 在这之后,我们朝吕刻昂走去,有一座非常宏大且美丽的神殿迎面而来,不少于百英尺;而且必须登上一些台阶才能到达神殿。
εἱστήκεσαν δὲ ὥσπερ οἱ τοὺς θαλλοὺς ὀρέγοντες ἔνθεν καὶ ἔνθεν μοι δοκεῖν.
在我看来,道路两旁站着一些像是在递橄榄枝的人。
ἀνιόντι οὖν μοι παιδάριον προὔτεινεν ᾠὰ τρία· κἀγὼ, παρῆλθον γὰρ οὐ λαβὼν, ἐνθύμιον ἐποιησάμην ὅτι χρὴ μέντοι λαβεῖν τοῦ συμβόλου ἕνεκα.
当我上去时,一个小孩递给我三个蛋;而我,因为刚才没拿就走过去了,便心想为了兆头还是应该拿。
ἐπιστραφεὶς οὖν καὶ λαβὼν ᾔειν ἄνω.
于是我转过身,拿了蛋,往上走。
καὶ ἐπειδὴ πρὸς τῷ ναῷ γίγνομαι, τὰ μὲν ᾠὰ δίδωμί τινι τῶν περὶ τὸ ἱερὸν ἑστῶτι πρός τινι κίονι, ὁ δʼ ἔμελλε παρʼ αὑτοῦ προσθήσειν ἕν.
当我到达神殿时,我把这些蛋交给了站在神圣场所柱子旁的某个人,而他打算从自己那里再加一个。
αὐτὸς δὲ ἐν τῷ προνάῳ γενόμενος ὁρῶ τὸν νεὼν Πλάτωνος ὄντα τοῦ φιλοσόφου, καὶ τὸ ἄγαλμα ἐκείνου μέγα καὶ καλὸν ἑστηκὸς, ἐκ δεξιᾶς δʼ αὐτοῦ οὐκ οἶδʼ ὅστις εἱστήκει.
我自己进入前殿,看到这神殿属于哲学家柏拉图,他的塑像高大而美丽地立着,在塑像右边站着一个我不知道是谁的人。
καθῆστο δὲ ἐπὶ τοῦ οὐδοῦ γυνὴ μάλʼ εὐσχήμων, ἣ διελέγετο περί τε τοῦ Πλάτωνος καὶ τοῦ ἕδους.
门槛上坐着一位非常优雅的妇人,她正在谈论柏拉图和他的塑像。
συνεπελάμβανον δέ τινες καὶ ἄλλοι τοῦ λόγου καὶ ἅμα ὡς περὶ παλαιοῦ διελέγοντο.
其他一些人也加入谈话,同时谈论它仿佛它是古老的。
κἀγὼ, τοῦτο μὲν, ἔφην, οὐκ ἔνεστιν εἰπεῖν ὅτι καὶ παλαιόν· ὅ τε γὰρ τύπος τῆς ἐργασίας ἐλέγχει νεώτερος ὢν Πλάτωνός τε οὐ πολὺς ἦν λόγος ἐπʼ αὐτοῦ Πλάτωνος, ἀλλʼ ὕστερον, ἔφην, προὔβη §361δόξα.
而我说:“这,确实不能说是古老的;因为雕刻的风格证明它是较新的,而且在柏拉图本人的时代,关于柏拉图的名声并没有那么多,而是后来,”我说,“才传开的,他的名声。
εἰπόντος δέ τινος ὡς καὶ τρεῖς ἔδει νεὼς εἶναι Πλάτωνός γε, τί δʼ οὐ καὶ Δημοσθένους, ἔφην ὑπερβαλὼν, ὀγδοήκοντα, καὶ Ὁμήρου γε, οἶμαι;
” 当有人说,至少对柏拉图应该有三座神殿时,我夸张地说:“那为什么德摩斯梯尼不该有八十座,荷马不也该有吗,我想?
καὶ ἔτι ταῦτα λέγων, ἀλλʼ ἴσως, ἔφην, τοὺς μὲν νεὼς τοῖς θεοῖς προσήκει καθιεροῦν, τοὺς δὲ ἄνδρας τοὺς ἐλλογίμους τῇ τῶν βιβλίων ἀναθέσει τιμᾶν, ἐπεὶ καὶ αὐτῶν, ἔφην, ἡμῶν τιμιώτατα ἃ φθεγγόμεθα, ὡς δὴ τοὺς μὲν ἀνδριάντας καὶ τὰ ἀγάλματα τῶν σωμάτων ὄντα ὑπομνήματα, τὰ δὲ βιβλία τῶν λόγων.
”在说这些话时,我说:“但也许,把神殿奉献给神明是合适的,而对于杰出的人,则应该通过献纳他们的书籍来纪念,因为对我们自己而言,我们所说的话才是最珍贵的,因为雕像和塑像是身体的纪念,而书籍则是言论的纪念。
τοιαῦτα εἰπὼν καὶ ἀκούσας ἐπανῄειν.
” 说完并听完这些话后,我开始返回。
καὶ κατιδὼν ἐπιόντα τὸν σύντροφον τοὺς χρόνους ἀνενεούμην, ὁπόσοις τισὶ πρότερον γενοίμεθα Ἀθήνησιν ἅμα.
我看到我的同伴走来,便回忆起我们以前一起在雅典时的岁月。
ἐπιστρέψαντος δέ μου ὡς πρὸς τὴν ἀκρόπολιν, ἵνʼ οἴκαδε εἰσέλθοιμι, διῇξε σέλας ἐκ δεξιᾶς καὶ κατέσκηψεν οὕτω δή τι παρʼ αὐτὰς ἄκρας μου τὰς κόμας ὥστε ἐθαύμαζον εἰ μὴ ἡμμέναι εἶεν.
当我转向雅典卫城以便回家时,一道闪光从右边掠过,重重地落在我的发梢上,以至于我怀疑头发是不是被点燃了。
ἠγωνισάμεθα δή· ἔλαβον δὲ ὡς αἴσιον μᾶλλον τὸ σημεῖον, καὶ γὰρ ὁ νεανίσκος ὁ συνών μοι δόξαν ἔφη φέρειν αὐτὸ ἄλλως τε καὶ ἐπειδὴ ἐκ δεξιᾶς ἐγεγόνει.
我们确实感到惊慌;但我认为这个征兆更偏向于吉兆,因为和我在一起的年轻人也说这带来了名望,尤其是因为它发生在右边。
ἐδόκει δέ μοι τὰ πλείω τῶν οἰκοδομημάτων κλίμακάς τινας προσθέτους ἔχειν, καὶ διὰ τούτων ἀνιέναι δεῖν καὶ κατιέναι· ὥσθʼ ὑπεδυσχέραινον τοῦτό γε, ὅμως δʼ οὖν γίγνομαί πως ἔνδον.
在我看来,大多数建筑物似乎都有一些附加的梯子,必须通过这些梯子上下;因此我对这一点至少有些反感,但不管怎样,我还是设法进到了屋里。
κἀν τούτῳ οἱ τὴν πομπὴν τῷ Ἔρωτι πέμποντες ἐπανεληλύθεσαν, καὶ πυθόμενος τὸ σημεῖον ὁ ἐξηγητὴς καὶ οὗτος ἔφασκεν αἴσιον εἶναι καὶ ὀρθῶς ἄρα μοι συμβῆναι τὰς θυσίας.
在此期间,为厄洛斯举行游行的人已经回来了,解释者听说这个征兆后,也说这是吉兆,说明我的祭祀确实顺利进行。
προσγεγενῆσθαι δέ μοι ἐδόκει ὄναρ ὡς ἱερὰ ποιῆσαι Διὶ καὶ Ἀρτέμιδι καὶ εἰ δή τινι ἑτέρῳ θεῶν.
在梦中似乎还加上了这一条:我向宙斯和阿尔忒弥斯,以及如果还有其他什么神明献了祭。
καὶ ἐπὶ τούτοις πᾶσιν ἐδόκουν καλεῖν Εὔδοξον ὡς ἀπογραψόμενον διά τε τὸ μακρότερα εἶναι καὶ τὸ βούλεσθαι διʼ ἀκριβείας αὐτὰ σῶσαι.
在这所有事情之后,我似乎召唤了欧多克索斯来记录下来,既因为这些梦比较长,也因为我想精确地保存它们。
ταυτί μοι καὶ περὶ τῆς ὕστερον δόξης καὶ τοῦ δεῖν κατὰ χώραν μένειν πρὸς πολλοῖς ἄλλοις ἐδηλώθη.
这些以及许多其他事情,向我揭示了关于我未来的名望,以及留在当地的必要性。