Humanitext Reader

阿里斯·台德斯 · 圣书五 §355-356

斯米尔纳的即兴演说与库济科斯之旅的梦

第 5 段,共 8 段 · 希腊语

内容简介

阿里斯蒂德斯回忆起他在斯米尔纳的伟大演说,指出神明关于饮食的指示如何帮助他撑过了两轮即兴演说,并讲述了最近前往库济科斯的旅程以及关于觐见皇帝的神圣梦境的实现。

§355πολλοὺς χειρωσάμενος, οὐδʼ οἶμαι δεῖν φιλοτιμεῖσθαι τοῖς τοιούτοις μᾶλλον ἢ αἰσχύνεσθαι φιλοτιμούμενος, ἐμαυτόν τε καλῶς πέπεικα καὶ πολλούς.
也没有因为征服了许多人而自满,我也不认为应当为这些事感到自豪,反而认为为之自豪是可耻的;对此,我已使我自己以及许多人都深信不疑。
ἀλλὰ γὰρ θαυμαστὸν τοῦ θεοῦ τὸ διηνεκὲς, οἷον καὶ τὸ τῆς ὕστερον ἐν Σμύρνῃ γενομένης ἐπιδείξεως τῆς μεγάλης ἐκείνης.
然而,神明持之以恒的眷顾是奇妙的,正如后来在斯米尔纳进行的那次伟大的演说一样。
ἐκέλευε μὲν γὰρ παρελθεῖν εἰς τὸ βουλευτήριον, παρελθεῖν δὲ φαγόντα· καὶ ἐποίουν οὕτως.
因为神明曾命令我前往议事堂,而且是要在吃过饭后再去;我也照办了。
ἦν δέ τις τοῦ βουλευτηρίου φρουρὸς, ἀνὴρ κατὰ δέρμα θαυμαστὸς οἷος.
当时有一位议事堂的守卫,其皮肤(体格)异于常人,令人惊奇。
οὗτος ὡς εἶδε προσιόντας τοὺς ἐμοὺς, ἠξίωσε συγχωρῆσαι ἑαυτῷ πρότερον τὰ εἰωθότα συγγενέσθαι τοῖς μαθηταῖς καὶ διέτριψεν εἰς μεσημβρίαν αὐτήν.
当他看到我的随从们走近时,便请求先允许他按惯例与门徒们交流,于是他一直拖延到正午时分。
εἰσῄειν μὲν δὴ τηνικαῦτα, εἰσελθὼν δὲ ἀπέτεινα τὴν ῥῆσιν τὴν κατὰ τῶν σοφιστῶν, ἡδίστην δὴ ταύτην πασῶν ἡμερῶν ἀγαγὼν ἐπὶ λόγοις.
就在那个时候我进去了,一进去,我便发表了那篇针对诡辩家们的演说,度过了在言辞辩论方面所有日子中最令人愉快的一天。
αὐτός τε γὰρ οἷον σχολῆς εἰλημμένος ἐχρώμην ἄσμενος καὶ τὸ θέατρον εἰς ἅμιλλαν κατέστη μὴ λείπεσθαι τῶν λεγομένων.
因为我自已也仿佛获得了闲暇一般,乐在其中,而听众们也竞相紧跟我的演说,不愿落后。
ὅ τι δʼ ἐνθυμηθείης ἢ εἴποις ἔλαττον τῶν τότε συμβάντων ἐρεῖς.
无论你想起什么或说些什么,都无法道尽当时盛况之万一。
ὡς δʼ ἐξεπέρανα, ἐγὼ μὲν ἀνιστάμην ὡς ἀπαλλαξόμενος, νομίζων καὶ ταῦτα ἐπέκεινα παντὸς ἀγῶνος εἶναι, οἱ δʼ οὐκ ἠνέσχοντο, ἀλλʼ ὥσπερ ἐξ ἑνὸς στόματος πάντες παραμένειν τε ἐκέλευον καὶ δέχεσθαι προβλήματα καὶ ἀγωνίσασθαι τὰ δεύτερα πάντως.
当我结束演说时,我站起身准备离去,心想这已经超越了任何辩论的极限,但他们绝不答应,反而像异口同声一般,纷纷要求我留下来,接受即兴提问,并无论如何要进行第二轮演说。
κἀγὼ τέως μὲν διωθούμην, ἄλλως τε καὶ διὰ τὸ πόρρω τῆς ὥρας εἶναι· βιαιοτέρας δὲ τῆς παρακλήσεως γιγνομένης ἐνεθυμήθην τοῦ ἐνυπνίου, καὶ ὅτι ταῦτʼ ἄρα καὶ ὁ θεὸς προεῖπε, μὴ ἄσιτον εἰσιέναι ὅπως ἀνταρκέσαιμι.
起初我一再推辞,尤其是因为时间已经很晚了;但随着他们的央求愈发强烈,我便想起了那个梦,并意识到这正是神明预先警告我不要空腹进去的原因,好让我也能支撑得住。
τόν τε οὖν ἀγῶνα ὑπέστην καὶ προϊόντος αὐτοῦ κατασχεῖν οὐκ ἠδυνήθην, ἀλλʼ ὡμολόγησα τοῦ θεοῦ τὴν πρόρρησιν, καὶ ὅτι ἥκοιμι παρεσκευασμένος· οἱ δʼ ἐθαύμαζον ἅπαντα.
于是我接受了挑战,且随着演说的深入,我已无法克制自己,只得承认神明的预言,以及我早已做好了准备;而他们对这一切感到惊叹不已。
ἀγωνισάμενος δὲ εἰς δύναμιν τὴν ἐμαυτοῦ διὰ τέλους ἀπηλλαττόμην, ἀπολείπων ὀλίγον εἰς ἡλίου δυσμάς.
我尽了自己最大的努力竞争到最后,在离日落不远时才离去。
καὶ τῆς ἐπιούσης ἠγωνιζόμην αὖθις ἐν τοῖς αὐτοῖς, ἐπεὶ τοιαῦτα ἡγήσατο ὁ θεὸς κατʼ ἐκείνους τοὺς χρόνους.
第二天,我又在同样的情况下进行了演说,因为在那个时候,神明就是这样引导着我。
φέρε δὴ καὶ περὶ τῆς ἔναγχος εἰς Κύζικον ἐξόδου γενομένης ἐξηγήσωμαι, ἣ πέμπτῳ μὲν ἔτει περιόντι μηνὶ τῷ αὐτῷ καὶ ἡμέραις μάλιστα ταῖς αὐταῖς ἐγένετο, Ὀλυμπίων ἐπιόντων.
且让我再讲述一下最近前往库济科斯的旅程,那是在第五年、在相同的月份和几乎相同的日子里,随着奥林匹亚盛会的临近而发生的。
ἔσχε δὲ οὐ πόρρω τῆς πρότερον. καὶ γὰρ
而且,这次旅程的情况与前一次相差不远。
§356ἀσιτία τῇ προτέρᾳ τῶν ἡμερῶν μοχθηρία τε ὕδατος· καὶ ἅμα ὑπὸ πλήθους ἐμπίδων συνέβη πρόδηλον ὂν ὡς ἀγρυπνῆσαι δεήσοι.
因为的确,在前一天,不仅没有食物,水质也很差;同时由于蚊蚋成群,显然我们必须通宵无法入眠。
καὶ τῆς ἐπιούσης ὡδοιπόρουν ἐξ ὄρθρου βαθέος ῥοφήματι χρησάμενος βραχεῖ.
第二天清晨,我只喝了一点汤便在拂晓前出发了。
καὶ ὡς ἐπανῄειν, κατέλυσα μὲν πρὸς τοῖς ὕδασι τοῖς θερμοῖς ὑσθεὶς, προειρημένον καὶ τοῦτο, τὴν δὲ ἀσιτίαν ἀπέδωκα, ἐπειδὴ ἐπανῆλθον, ἐπιταχθεῖσαν εἰς τὴν ἐπιοῦσαν.
而在我归途中,我在温泉附近住下,一路上淋了雨——这也被预先告知了——等我回来后,我完成了被规定在第二天的禁食。
καὶ μὴν τά γε τῆς διατριβῆς τῆς ἐν τῇ πόλει σχεδὸν ὥσπερ προείρητο οὕτως ἐχώρησεν.
事实上,在城里的停留情况,几乎完全按照预言那样进行。
ἦν γὰρ τοιάδε τὰ φανθέντα· αὐτὸς δὲ καὶ ᾔτησα τὸν θεὸν σημῆναι, ἅτε καὶ δικῶν οὐσῶν καὶ τῶν φίλων δεομένων ἥκειν.
梦中所见如下;我自己也曾请求神明示下预兆,因为当时有官司要打,朋友们也请求我前去。
ἐδόκουν ἐπιτηρεῖν προσόδου καιρὸν πρὸς τὸν βασιλέα, θύοντος δὲ αὐτοῦ τυγχάνειν κατακείμενος.
我梦见自己正在等待觐见皇帝的时机,而当他在举行祭祀时,我正巧躺卧在那里。
ὡς δὲ πλησίον γενέσθαι τῶν χειρῶν μου ἀλεκτρυόνα ἀσπαίροντα, συλλαβεῖν τε καὶ οἰωνίσασθαι, καὶ ὡς εἶχον ἐν ταῖν χεροῖν ἄρχεσθαι τῆς προρρήσεως.
这时,一只挣扎着的公鸡靠近了我的手,我将它抓住并视其为吉兆,并就像这样在双手中握着它,开始了我的宣告。
ὥρμητο δέ μοι τοῦτο πᾶν ἀπὸ τοῦ Ὁμηρικοῦ, ὡς Ὀδυσσεὺς τὸ ἔκπωμα πλησάμενος προσαγορεύει τὸν Ἀχιλλέα καὶ λέγει· τὰ δὲ ῥήματα οὕτω πως εἶχεν, ἐπʼ ἀγαθῷ μὲν τῷ βασιλεῖ, ἐπʼ ἀγαθῷ δὲ καὶ ἀμφοτέροις τοῖς βασιλεῦσιν, ὣς δὲ καὶ ἡμῖν ἅπασιν.
这整件事都是受荷马史诗那一幕的启发:奥德修斯斟满酒杯,向阿喀琉斯致意并说道:词句大意如下:“祝愿皇帝吉祥,祝愿两位共同皇帝吉祥,也祝愿我们大家同样吉祥。
ὁ δὲ ἐθαύμασέ τε καὶ πειρώμενος τῶν λόγων ἀντὶ πάντων τε ἔφη τιμᾶσθαι χρημάτων αὐτοὺς καὶ ἐπεῖπε τούτοις τοῖς λόγοις εἰ προσῆσαν ἀκροαταὶ καὶ ὅσον πεντήκοντα, κἀγὼ ὑπολαβὼν, σοῦ γε, ἔφην, βουλομένου, βασιλεῦ, καὶ ἀκροαταὶ γενήσονται, καὶ ὅπως γʼ, ἔφην, θαυμάσῃς, ταῦτα ἃ νυνὶ λέγεις ἐμοὶ ὑπὸ τοῦ Ἀσκληπιοῦ προείρηται.
”他感到十分惊奇,并为了检验这些言辞,声称比起一切财富,他更珍视这些话,并在这些话之后补充道:“如果也有听众,哪怕只有五十人左右就好了。 ”我便接过话头说:“皇帝啊,只要您愿意,听众自然会有,而且为了让您感到惊奇,您现在所说的这些话,阿斯克勒庇俄斯早已预先告诉过我了。
καὶ ἕτοιμος ἦν αὐτῷ γεγραμμένα δεικνύναι.
”我已经准备好将写下来的记录展示给他看。
μετὰ ταῦτα δὲ ὁ μὲν οὐκ οἶδʼ ὅποι ἐτράπετο, ἐγὼ δʼ ἐνεθυμήθην ὅτι οὗτος ἐκεῖνος ὁ καιρὸς εἴη τῆς ἐπιδείξεως.
此后,我不知道他转向了何处,但我心里寻思,这正是演说的那个时刻。
ἐπὶ τούτοις ἐδόκουν βαδίζειν ἐπὶ Κυζίκου.
在这些之后,我梦见自己正走向库济科斯。
τοιαῦτʼ ἦν τὰ κινήσαντα.
这些就是促使我动身的事情。
ὡς τοίνυν ἐγενόμην ἐν τῇ πόλει, πολλὴ μὲν ἦν σπουδὴ τῶν ἡγεμόνων, πολλὴ δὲ τῶν ἄλλων ἀνθρώπων, ὅμως δὲ εἰς μὲν τὸ δημόσιον οὐ παρῆλθον, προσδοκώντων ὁσημέραι καὶ θαυμαστὰ ποιούντων, κατʼ οἰκίαν δὲ συνῆν τοῖς ἐπιεικεστάτοις καὶ σχεδὸν ἐξεπληροῦτο ἡ τοῦ ἐνυπνίου φήμη, ἦν γὰρ εἰς τοὺς πεντήκοντα ὁ
所以当我来到城里时,官员们表现出极大的热情,其他人也同样热情高涨;然而,尽管他们每天都在期待、并做着令人惊叹的事,我还是没有公开露面,而是在私下里与最通情达理的人们相聚;梦境的预兆也几乎实现了,因为人数大约在五十人左右……”

词汇与语法注释

  1. 355σχολῆς εἰλημμένος — 由完了被动分词 `εἰλημμένος`(源自 `λαμβάνω`,“夺取、捕获”)支配属格 `σχολῆς`(“闲暇”)的结构,字面意思为“被闲暇所捕获”,表示获得了充裕的时间或机会。
  2. 355ὅ τι δʼ ἐνθυμηθείης ἢ εἴποις ἔλαττον τῶν τότε συμβάντων ἐρεῖς — 在由关系词 `ὅ τι` 引导的关系从句中,希求法动词 `ενθυμηθείης` 和 `εἴποις` 在无 `ἄν` 的情况下使用,表示一般性的假设或潜在可能性。它与主句中的将来直陈式 `ἐρεῖς` 相呼应,带有让步语气,意为“无论人们想到什么或说到什么,所说的都将少于当时实际发生的情况”。
  3. 356πρόδηλον ὂν — 一种非人称的对格绝对构型(accusative absolute)。源自非人称句 `πρόδηλόν ἐστι`(“……是显而易见的”),其形容词与中性单数对格分词 `ὄν` 连用,不带名词独立使用,表示相对于主句动词 `συνέβη` 的原因或伴随状况(“……显然是显而易见的”)。
  4. 356ὡς δὲ πλησίον γενέσθαι — 一个时间从句,其中 `ὡς` 后面跟的是不定式 `γενέσθαι` 而非直陈式。因为这一系列事件是在主句动词 `ἐδόκουν`(“我似乎”)控制下汇报的梦境,因此从句动词在对格加不定式结构中也采用了不定式形式。

引用这一段

阿里斯·台德斯, 圣书五 §355-356. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg027.humanitext-grc2:355-356

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。