§353ταῦτʼ ἦν παρὰ πᾶσαν τὴν ἡμέραν τε καὶ τὴν ὁδόν.
这些情况在整整一天和整个旅程中都是如此。
μία τε οἷον ζώνη διὰ παντὸς τοῦ ἀέρος ἦγεν εἰς τὸ ἱερὸν κατʼ αὐτῆς τῆς ὁδοῦ τεταμένη, σκέπην ἅμα καὶ φῶς ἔχουσα.
而且,似乎有一条贯穿整个天空的单一带状物,沿着道路本身延伸并通往神殿,同时带来了遮蔽与光明。
καὶ πάμπολυ δὴ τῶν ἄλλων ἀποσπάσας ἦγον εἰς τὸ ἱερὸν, μεθʼ ἑνὸς ἀκολούθου σταδίους οὐκ ἔλαττον ἢ τριακοσίους διαδραμών.
我确实把其他人远远地甩在后面,仅带着一名随从,奔跑了不下三百斯塔迪翁,赶往神殿。
καὶ ἦν μὲν τῆς ὥρας τὸ μετὰ λύχνους τοὺς ἱερούς· ἐν ὅσῳ δὲ τούς τε ὑπολειφθέντας ἐπανέμενον καὶ καταγωγὴ ἐπορίζετο, διέτριψα τούς τε νεὼς περιιὼν ὡς εἶχον ἐκ τῆς ὁδοῦ καὶ βαδίζων ἄνω καὶ κάτω περὶ τὸ ἱερόν.
当时的时间是在神圣的灯火点亮之后;在等待那些落后的人以及安排住处的期间,我就穿着旅途中的衣服,绕着神殿走动,并在神域周围走上走下,以此消磨时间。
ἤδη δὲ βαθείας ἑσπέρας εὐπορήσας ὑπηρετῶν, αὐτόθι λουσάμενος ὑπὸ λαμπτῆρος ἀπὸ μικρᾶς πάνυ τροφῆς ἀνεπαυόμην.
已是深夜,在得到了足够的随从之后,我便在火炬的光照下在那里沐浴,吃了一点点食物后便休息了。
καὶ μὴν τά γε ἄλλα σαφῶς ἐγίγνετο σὺν θεῷ σπουδῇ τῶν ἀνθρώπων, καὶ σύνοδοι κατὰ τοὺς λόγους καὶ δέος μὴ θᾶττον ἀπαλλαγείημεν.
确实,其他的事情在神助和人们的热忱下也顺利进行,人们为听我的演说而聚集,并担心我们会过早分手。
ταυτὰ δὲ ταῦτα καὶ ὕστερον ὡς ἐν τῇ Σμύρνῃ ἐγενόμεθα.
当我们后来到达斯米尔纳时,同样的事情也发生了。
μᾶλλον δὲ καὶ πρὶν εἰσελθεῖν εἰς τὴν πόλιν ἦσαν οἱ κατὰ τὴν φήμην ἀπαντῶντες, καὶ τῶν τε νέων οἱ γνωριμώτατοι σφᾶς αὐτοὺς ἐδίδοσαν καὶ τύπος τις ἤδη τεταγμένος διατριβῆς ἦν, καὶ διὰ πάντων ἡ κλῆσις ἠκριβοῦτο.
或者更确切地说,甚至在我们进入城市之前,就有人因听到传闻而前来迎接,年轻人中最出名的人也自愿追随,并且已经有了一种固定的活动模式,通过所有人,邀请变得非常确定。
Αἰγυπτίου δέ τινος ἀνθρωπίσκου περὶ τὸν χρόνον τοῦτον εἰσκωμάσαντος εἰς τὴν πόλιν καὶ τῶν τε βουλευτῶν ἔστιν οὓς διαφθείραντος καί τισι τῶν πολλῶν καὶ ἰδιωτῶν δόξαν παραστήσαντος ὅτι καὶ πολιτεύσοιτο καὶ φιλοτιμίας θαυμαστὰς οἵας φιλοτιμήσοιτο ἀπὸ χρημάτων, εἰς τὸ θέατρον εἰσπηδῶντος ὅπως τύχοι, καὶ τοιαύτης αἰσχύνης κατεχούσης τὴν πόλιν, ᾔδειν μὲν οὐδʼ ὁτιοῦν τούτων ἐγὼ ἀλλʼ ἢ ὀψέ ποτε ἤκουσα, ἅτε καὶ κατʼ οἰκίαν τὰς συνουσίας πρὸς τοὺς ἐπιτηδείους ποιούμενος.
与此同时,一个微不足道的埃及人大约在这个时候闯入城市,收买了部分议员,并让一些普通人和私人产生了他将参与政治、并用巨资表现出惊人慷慨的印象,甚至随心所欲地跳入剧场,这种耻辱笼罩着城市,而我自己对此事一无所知,只是过了很久才听闻,因为我是在家里与朋友们聚会的。
ἄρτι δʼ αὐτοῦ παριέναι μέλλοντος εἰς τὸ ᾠδεῖον τὸ πρὸς τῷ λιμένι καὶ διατριβὴν αὐτόθι καθισταμένου, εἴτε δὴ κατὰ ψήφισμα εἴτε καὶ οὐκ οἶδʼ ὅπη, ἐμοὶ δʼ ὄναρ γίγνεται.
就在他将要进入港口附近的音乐堂并在那里安顿下来时(无论是根据决议还是我不清楚的其他方式),我做了一个梦。
ἐδόκουν τοῦτο μὲν τὸν ἥλιον ἐκ τῆς ἀγορᾶς ἰδεῖν ἀνίσχοντα, τοῦτο δὲ ἀνὰ στόμα ἔχειν Ἀριστείδης μελετήσεται τήμερον ἐν τῷ βουλευτηρίῳ ὥρας τετάρτης.
我似乎一方面看到太阳从广场升起,另一方面口中念道:“阿里斯蒂德斯今天第四时将在议事堂进行演说。
ταῦτα φθεγγόμενος καὶ τούτων ἀκούων ἀφυπνιζόμην, ὥστε διεσκόπουν εἴτʼ ὄναρ εἴη εἴθʼ §354ὕπαρ.
”我说着这些并听着这些而醒来,以至于我分不清这是梦境还是现实。
καλέσας δὲ τῶν φίλων τοὺς ἐπικαίρους φράζω τὸ πρόσταγμα.
我召集了朋友中重要的人,向他们转告了这一指令。
καὶ τότε δὴ γράμμα ἐξετίθετο, καὶ γὰρ προσῆγεν ἡ ἐκ τοῦ ὀνείρατος ὥρα, καὶ παρῆμεν εὐθὺς ἐπʼ αὐτῷ.
就在那时,告示被张贴出来,因为梦中指示的时刻正在临近,我们立刻赶到了现场。
ὅμως δὲ καίπερ οὕτως ἐξ ὑπογυίου τῆς παρόδου γιγνομένης καὶ τῶν πολλῶν ἀγνοησάντων, οὕτω δή τι μεστὸν γίγνεται τὸ βουλευτήριον ὥστε οὐδὲν ἦν πλὴν ἀνθρώπων κεφαλὰς ὁρᾶν καὶ οὐδʼ ἂν τὴν χεῖρα διέωσας μέσην οὐδαμοῦ.
然而,尽管这次登场如此仓促,许多人并不知情,但议事堂还是挤得水泄不通,除了人们的头部之外什么也看不见,任何地方都无法插进一只手去。
καὶ μὴν τό γε τοῦ θορύβου τε καὶ τῆς εὐνοίας, μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐνθουσιασμοῦ, τοσοῦτον παρὰ πάντων συνέβη ὥστε οὐδεὶς ὤφθη καθήμενος οὔτʼ ἐπὶ τοῦ προαγῶνος οὔθʼ ἡνίκα ἀναστὰς ἠγωνιζόμην, ἀλλʼ ἐκ πρώτου ῥήματος εἱστήκεσαν, ὤδινον, ἐγάνυντο, ἐξεπλήττοντο, συμπαρένευον τοῖς λεγομένοις, ἠφίεσαν φωνὰς οὔπω πρόσθεν γενομένας, πᾶς τις αὑτοῦ τὸ κέρδος ποιούμενος, εἴ τι νείμαι τῶν μεγίστων ἐμοί.
确实,人们的喧嚣与好意,或者说得更真实些,那种狂热,在所有人中间是如此强烈,以至于无论是在预演阶段还是在我站起来进行演说时,都没有一个人是坐着的,而是从我的第一个词开始,他们就站着、激动不已、欢欣鼓舞、惊叹连连,对所说的话点头表示赞同,发出以前从未有过的欢呼声,每个人都把这当成自己的收获,仿佛我正在将最伟大的成就分享给他们。
ὡς δʼ ἀπηλλάγημεν ἀπὸ τοῦ βουλευτηρίου καὶ περὶ λουτρὸν ἦμεν, τότε δή τις ἀγγέλλει μοι ὅτι καὶ ὁ δεῖνα προγράψας πρότριτα εἰς τὴν ἡμέραν ταύτην εἰς τὸ ᾠδεῖον ἑπτακαίδεκα εἴη τοὺς σύμπαντας ἠθροικώς.
当我们离开议事堂准备去沐浴时,有人向我报告说,某某人三天前预告了今天在音乐堂的活动,总共却只聚集了十七个人。
καὶ μέντοι καὶ ἦρξεν αὐτῷ σωφροσύνης ἐκείνη ἡ ἡμέρα, τὸ πέρα δʼ οὐ λέγω, οὐδʼ ἂν τούτων ἐμνήσθην, εἰ μὴ τό τε ἐνύπνιον ὡς ἐναργὲς ἐξέβη ἐβουλόμην ἐνδείξασθαι καὶ ὅτι καὶ τούτων ἐμέλησε τῷ θεῷ, καὶ ἅμα τοῖς ἐξ ἀρχῆς ὡμολόγει λόγοις ὡς αὐτὸς ἀνέστησέ τε καὶ κατέστησεν εἰς τὴν Σμύρναν.
确实,那一天成了他学会克制(谦逊)的开始。 更远的事我就不说了。 如果不是为了表明梦境是如何清晰地实现,以及神明甚至关心这些事情,同时这也与最初的神谕相一致——即神明亲自使我站立并安置在斯米尔纳——我是不会提起这些事的。
οὐ πολλῷ δʼ ὕστερον εἰς Ἔφεσον κομίζει στεφάνους τε προειπὼν ὡς ἀγωνιστῇ καὶ κατασκευάσας οὕτως ὥστε ἀφυπνιζόμην, Ἔφεσον βοῶν.
不久之后,神明把我带到了以弗所,预先宣示了我作为竞争者将获得桂冠,并做了如此安排,以至于我大喊着“以弗所! ”而醒来。
ἀλλὰ μὴν τά γε ἐκεῖ πραχθέντα ἐμοὶ μὲν οὐκ εὐπρεπέστερόν ἐστι λέγειν, πολλοὶ δὲ οἱ διηγησόμενοι τοῖς δεομένοις εἰδέναι.
然而,关于我在那里的所作所为,我自己说出来并不十分体面,但有许多人会向那些想知道的人讲述。
ἀλλʼ ὅσον μὲν εἰς τὸν θεὸν ἔρχεται τῶν λόγων, ἀνάγκη φράζειν πειρᾶσθαι καὶ μὴ παραλιπεῖν ἐκ τῶν δυνατῶν.
不过,只要演说涉及神明的部分,我就必须努力讲述,尽可能不遗漏。
ἄτοπον γὰρ εἰ μέν τι τῷ σώματι καὶ κατʼ οἶκον ἔδωκεν ἴαμα, διηγεῖσθαι τοῦτʼ ἂν καὶ αὐτὸν καὶ ἕτερον, ἐκεῖνα δὲ ἃ ὁμοῦ τὸ σῶμα ἀνίστη, τὴν ψυχὴν ἐπερρώννυ, τοὺς λόγους ηὖξε μετʼ εὐδοξίας, ταῦτα δὲ οὑτωσὶ παρελθεῖν σιωπῇ.
因为,如果神明对我的身体或在家里给予了某种治愈,我自己或别人都会去讲述,而那些同时使我的身体站立、强化我的灵魂、并伴随着盛名提升了演说的事情,如果就这样在沉默中放过去,那是极其荒谬的。
ὅτι δὲ οὐδὲν πώποτε τῶν ἀνθρωπείων ἔμεγε ἐχαύνωσεν οὐδὲ ἐπῄρθην οὔτʼ ὀλίγους οὔτε
人类的任何事物都不曾让我自满,我也没有因为少数人或……