§351καὶ ἅμα ἕῳ νέφη τε ἦν καὶ ὑετὸς οὐ πολὺ ὕστερον.
黎明时分天空有云,不久便下起了雨。
ὥσθʼ οἱ μὲν συνέχαιρον ὡς οὐ προεξῆλθον, οἱ δʼ ἐθαύμαζον τῆς προρρήσεως τὴν ἀκρίβειαν.
因此,有人与我一同庆幸我没有提前出发,也有人对预言的准确感到惊叹。
μένοντι δέ μοι αὐτόθι ἡμέρας τινὰς ἀγγέλλεται ἡ τῆς τροφοῦ θυγάτηρ ἀσθενοῦσα καὶ ἔχουσα σφαλερῶς.
我留在那里几天期间,传来消息说,我乳母的女儿病了,情况很危险。
κἀκείνῃ μὲν ἰατρὸν ἔπεμπον, αὐτὸς δὲ, ἐπειδὴ τάχιστα παρέσχεν, εἰχόμην τῆς ὁδοῦ.
我给她派去了医生,而我自己,一等机会允许,便踏上了旅途。
καί μου προϊόντος ἤδη ὑπεκινεῖτο ὁ ἀὴρ, ὡς πρὸς ὕδωρ τε καὶ χειμῶνα.
我前行时,空气已经开始变动,显露出风雨将至的迹象。
καὶ δέος ἦν μὴ καταληφθῶμεν, ἄλλως τε καὶ δυσπόρων ὄντων.
我们害怕被暴风雨赶上,尤其是道路本就难以通行。
ὅμως δὲ τοσοῦτον ἀντέσχεν ὅσον δύο σταδίους ἐλλείπεσθαι πρὸς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος.
然而,天气一直撑到距离阿波罗神庙只有两个斯塔迪翁的地方。
τηνικαῦτα δὲ ὁμίχλη τε κατέβη βαθεῖα καὶ ψακάς τις διέθει· καὶ παρελθόντων εἴσω λαμπρῶς ἤδη τὸ ὕδωρ παρῆν, ὥστε ἑορτὴν ἤγομεν.
此时,浓雾降临,细雨洒落;而当人们走入神庙内部时,大雨已倾盆而下,于是我们庆祝了节日。
ἐπισχόντων δέ με κἀνταῦθα ὀνειράτων ἐπέμεινα.
由于梦境在此处也挽留了我,我便留了下来。
πρὸς δὲ τοῖς ἐπισχοῦσι καὶ τοιόνδε ἐγεγόνει.
在那些挽留我的梦之外,还发生了这样的事。
ἐδόκουν ἱερεῖόν τι τεθυκὼς ἐπισκοπεῖσθαι τόν τε δὴ θεὸν, οἶμαι, καλούμενον καὶ λυτῆρα, καί τινος τῶν μάντεων ἐπελθόντος πυνθάνεσθαι τί βούλοιτο ὁ λυτὴρ, πότερον καθάπαξ λύοι τι ἢ μικρότερον ἀντὶ μείζονος ποιοίη καὶ ἀναβολῆς εἴη σημεῖον.
我似乎在献祭了一只牺牲之后,正在观察那被称为“解救者”的神(我想是这样),当一位预言者走上前来时,我向他询问解救者想要什么,是打算一次性消除灾害,还是以小代大作为延期的迹象。
ὁ δʼ ἐῴκει οὐ πάνυ τι ἰσχυρότατα ἡγουμένῳ εἰς τὸ καθάπαξ, ἀλλὰ καὶ ἀέρας καὶ ἀστέρας καὶ τὰ τοιαῦτα ᾐτιᾶτο.
而他似乎对一次性解决并不十分确信,反而怪罪于空气、星辰及诸如此类的事。
κἀν τούτῳ ἠγγέλθη περὶ τῆς κόρης ὅτι εἴη τεθνεῶσα.
就在这时,传来了关于那个女孩已经去世的消息。
εὐθὺς μὲν οὖν ἀκούσασιν ἐδόκει θεῖον εἶναι τὸ μὴ τυχεῖν παρόντα ἐμὲ τῇ συμφορᾷ, ἀλλὰ προεξελθεῖν· ἔτι δὲ σαφέστερον ἐκ τῶν ὕστερον χρησμῶν ἐγένετο ὡς οὐκ ἄνευ δαιμονίου τινὸς πᾶν τοῦτο συνέβη.
于是,听闻此事的人立刻觉得,我未曾亲临这场不幸而是提前离开,这乃是神意;而在随后的神托中,更清楚地表明这一切绝非没有神明的干预。
ἐπειδὴ γὰρ κατέβην ἀπὸ τοῦ ὄρους δευτέρᾳ νυκτὶ ὕστερον, ὤφθη τοιάδε, ἔμεινα δὲ καὶ πλείους κατέχοντος τοῦ θεοῦ.
因为在我两天后的夜里下山时,见到了如下的情景,且由于神明留住我,我多呆了几天。
Τελεσφόρος ἦν ὀρεωκόμος· οὗτος ἐδόκει μοι ὁρμηθεὶς αὐτόθεν βαδίζειν ὀπίσω, τὰ χρησθέντα ἐπὶ τῇ Φιλουμένῃ σημαίνων, τοῦτο γὰρ ὄνομα τῇ κόρῃ, κεχρῆσθαι δʼ αὐτὰ Ἀλκίμῳ πατρὶ τῆς κόρης, καὶ δὴ καὶ γράμματα ἔχειν, εἴτε δὴ σεσημασμένα εἴτε καὶ μή·
特勒斯波罗斯是一个骡夫;他似乎从那里出发往回走,向我展示关于菲卢梅娜(这是那个女孩的名字)所得到的启示,而这些启示是给女孩的父亲阿尔基莫斯的,他甚至还拿着信件,无论是封印的还是未封印的。
ἃ τὸν Ἄλκιμον νύκτωρ ἀκούσαντα παρʼ αὐτῆς ἀπομνημονεύσαντα γράψασθαι, θαυμαστὰ πλήθει καὶ δυνάμει, φέροντα εἰς ἐμὲ, ὥστε §352θαυμάζειν ὅπως καὶ ἀπεμνημόνευσε.
阿尔基莫斯在夜间听她说完并记住后,将其写了下来,其数量和力量都令人惊叹,且与我相关,以至于令人惊讶他是如何记住的。
κεφάλαιον δʼ ἦν, ὡς ἐν αὐτῷ τῷ σώματι τῆς Φιλουμένης καὶ τοῖς ἐντὸς, ὥσπερ ἐν σπλάγχνοις ἱερείων, ἐγγεγραμμένου παντὸς τοῦ περὶ αὐτὴν πράγματος.
其要点是,仿佛在菲卢梅娜的身体和内脏中,就像在牺牲的内脏中一样,写满了关于她的全部事情。
ἐδόκουν δὲ καὶ κοιναί τινες εἶναι πλείους, καὶ ἅμα πως ἑώρων αὐτὰς, αἱ μὲν ἄνω ὑγιεῖς καὶ εὖ διακείμεναι, ἐν δὲ τῇ τελευταίᾳ τὸ πεπονθὸς ἦν.
似乎还有几个共同的空腔,我同时看到了它们,上面的健康且状态良好,而最后一个则是患病的部分。
καὶ ἐδείκνυντο ὑπὸ τοῦ ἐφεστῶτος ὅστις καὶ ἦν.
这些是由站在一旁的人(无论他是谁)指出来的。
καὶ ἠρόμην γὰρ δὴ αὐτὸν, πόθεν οὖν οἱ ὄκνοι καὶ ἡ δυσεργία;
我确实问过他:“那么,迟疑和阻碍是从何而来的?
ὁ δὲ ἐδείκνυεν ἐκεῖνον τὸν τόπον.
”而他指了指那个地方。
οἱ δʼ οὖν χρησμοὶ τοιοῦτοί τινες ἦσαν.
总之,神托大致如下。
ἐνεγέγραπτο μὲν τὸ ὄνομα τὸ ἐμὸν οὑτωσὶ, Αἴλιος Ἀριστείδης· καὶ σχεδὸν ἐκ διαλειμμάτων ἄλλα καὶ ἄλλα ἐπίσημα τοῦ ὀνόματος·
我的名字被这样写在上面:“埃利乌斯·阿里斯蒂德斯”;且几乎隔一段距离就写有我名字的其他特征。
προσενεγέγραπτο δὲ Σωσιμένης καὶ ἕτερα τοιαῦτα σωτηρίαν ἐπαγγελλόμενα, καὶ ὅτι ἡ Φιλουμένη ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώματος ἀντέδωκε, τὰ αὑτῆς ἀντὶ τῶν ἐμῶν.
此外还写有“索西梅内斯”以及其他预示拯救的词语,并写着菲卢梅娜以魂代魂,以身代身,以她自己的代替了我的。
καὶ τἄλλα εἰς ταυτὸν φέροντα ἐνῆν, ἅπαντα ἐν βιβλίοις τισὶν ἐγγεγραμμένα, ἃ πάντα γράψαντος τοῦ Ἀλκίμου ἐδόκει ἀποκομίζειν ὁ Τελεσφόρος οἴκαδε.
其他指向相同目的的内容也包含其中,全部写在某些书卷里。 在阿尔基莫斯写完这一切之后,特勒斯波罗斯似乎把它们带回了家。
ἐνῆσαν δὲ καὶ Πορφυρίωνος τοῦ ἰατροῦ παραινέσεις ὡς πρὸς τὴν μητέρα αὑτῆς, μάλιστα μὲν καὶ λούσασθαι, εἰ δὲ μὴ, ἀλλὰ τραφῆναι.
其中还有医生波菲里奥给女孩母亲的劝告,最好是沐浴,如果不行,至少要进食。
ταύτης τῆς κόρης Ἑρμείας ἐκεῖνος ἀδελφὸς ἦν, ὃς ἐν τῇ μεγάλῃ νόσῳ, ὅτε καὶ ἡ θεὸς ἐφάνη μοι, ἀπέθανε καὶ αὐτὸς σχεδὸν ὡς εἰπεῖν ἀντʼ ἐμοῦ.
这个女孩的兄弟就是赫尔梅亚斯,在我得大病、女神向我显现时,他自己也死去了,几乎可以说是代替我死去的。
τῇ γὰρ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἐπυθόμην, ἐκεῖνός τε ἐτελεύτα κἀγὼ τοῦ πυρὸς ἀπηλλαττόμην καὶ πάνυ χρονισθέντος.
因为在同一天,正如我后来获悉的那样,他去世了,而我则从持续了极长时间的热病中解脱出来。
ἄμφω δὲ ἤστην παῖδες ἐμῆς συντρόφου Καλλιτύχης.
两人都是与我一同长大的卡利蒂赫的孩子。
καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
这些事情就到此为止。
πέντε δὲ ἡμέρας ὑπὸ τῷ ὄρει μείνας καὶ διαιτηθεὶς ὡς παρήγγειλεν, ἕκτῃ κινήσαντος ἐξῄειν ἐπὶ Περγάμου·
我在山下留了五天,按照吩咐调节了饮食,在第六天神明催促我出发时,我便前往别加蒙。
καὶ ἦσαν μὲν ἐπίβδαι, ἣν Ῥωμαῖοι πρώτην ἄγουσι τοῦ ἔτους.
当时正值罗马人作为一年之始而庆祝的节日的次日。
χειμὼν δὲ οὕτω δή τι σφοδρὸς ὥστε μηδʼ οἴκοι μένοντι ῥᾳδίως ἔχειν ὑπενεγκεῖν.
风暴如此猛烈,以至于即使留在家里的人也难以承受。
καὶ συνέβη τοῦτο δὴ θειότατον τῆς ὁδοῦ, τὸ γὰρ τοῦ Ὁμήρου σαφὲς ἦν ὅτι τις θεῶν ἡγεῖτο καὶ ὅστις γε ὁ θεὸς, ἐξόπισθεν μὲν γὰρ βορέου πνεῦμα ἐπέκειτο οἷον ψυχρότατον, νεφέλας ἐλαῦνον μελαίνας καὶ πυκνὰς, ἐκ δεξιᾶς δὲ ἅπαντα κατενίφετο, ὗε δὲ ἐν ἀριστερᾷ, καὶ
而旅途中发生了确实最神圣的事,因为荷马的诗句显然是真实的:有某位神明在引导,而且甚至知道这位神是谁。 因为从后方有极寒的北风压来,驱赶着黑压压的浓云,右侧大雪纷飞,左侧则下着雨,并且