Humanitext Reader

阿里斯·台德斯 · 圣书五 §349-350

遵神谕前往库济科斯的旅程与演说成功

第 2 段,共 8 段 · 希腊语

内容简介

作者服从神的命令,顶着喉部的病痛,艰难地从帕加马旅至库济科斯。在当地因梦中启示发表公开演说并获得成功后,他又接获神谕,随即连夜赶回。

§349αἵ τε θύραι παρέσχον ψόφον.
门也发出了响声。
ὡς δὲ ἀφυπνίσθην, οὐδὲν ἔτι διέτριψα, ἀλλʼ εἰπὼν τοῖς οἰκέταις μεταδιώκειν ἐπιβὰς τοῦ ὀχήματος ἤλαυνον ὡς ἤνυτον.
我醒来后,不再耽搁,吩咐随从们在后面追赶,自己便登上马车,尽我所能地疾驰。
καὶ ὁ βορέας ἐπέκειτο πάντα κινῶν.
北风猛烈吹拂,震动着一切。
ἦν δὲ τὸν χρόνον τοῦτον ἐργώδη τὰ περὶ τὴν φάρυγγα, ὑπό τε φλυκταίνης συνεχοῦς πιεζόμενα καὶ ὑπὸ παντὸς ἀεὶ τοῦ συντυχόντος ἀναξαινόμενα.
此时,我的喉咙状况很糟糕,饱受接连不断的水疱折磨,并不断被接触到的一切东西擦伤。
τότε δὲ τῆς τε ἄμμου πολλῆς ἅμα τῷ ἀνέμῳ φερομένης ἐπὶ τοῦ προσώπου καὶ τοῦ κονιορτοῦ σύρδην ἁπανταχόθεν ἐμπίπτοντος οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρρεῖν· ἅμα μὲν οἷον ἀπονοίᾳ τινὶ καὶ παρατάξει, οὐ γὰρ ἦν ἀναφυγὴ, ἅμα δʼ ὡς ἀντεῖχον παρὰ πᾶν τὸ εἰκός.
当时,风带着大量的沙子吹在脸上,尘土也从四面八方席卷而来,但我心中产生的与其说是焦虑,不如说是勇气;一方面是由于某种绝望和对抗的心态,因为无处可逃,另一方面也是因为我超乎预料地坚持了下来。
οἱ δὲ ἰατροὶ τὰ πρὸ τοῦδε ἀνακογχυλιάζειν τε ἐκέλευον καὶ σκέπην ἀκριβεστάτην καὶ τὰ τοιαῦτα εἰσηγοῦντο.
医生们在此之前曾嘱咐我用药水漱口,并建议最严格的防风保暖之类的事。
δευτέρᾳ δὲ ἢ τρίτῃ ἡμέρᾳ παρελθὼν τὴν πατρῴαν οἰκίαν γίγνομαι ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου· καὶ θύω πρὶν καταλῦσαι τὴν ὁδὸν, ὥσπερ μοι καὶ τὸ ἐξ ἀρχῆς εὐθὺς ἐν Σμύρνῃ προείρητο, ἐλαύνειν ὀρθὴν εἰς Διὸς χωρίον.
在第二天或第三天,我经过父亲的房子,来到了奥林匹亚宙斯的神庙;在结束旅程投宿之前,我进行了献祭,正如最初在士麦那神所预示我的那样,要径直驾车前往宙斯之地。
καὶ μετὰ τοῦτο ἤδη ῥᾴω τὰ τῆς διαίτης ἐπιφανῶς ἦν.
在此之后,我的生活起居显然轻松了许多。
περιιόντι δὲ τῷ ἔτει καὶ μηνὶ μάλιστα θᾶττον ἦγον Κυζικηνοὶ τὴν ἱερομηνίαν τὴν ἐπὶ τῷ νεῷ, ἐμοὶ δὲ ὕπνοι τε ἦσαν ἐργώδεις καὶ πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δʼ οὔ.
一年转瞬即逝,正是在那个月,库济科斯人比平时更早地举行了关于神庙的神圣祭典。 而我当时睡眠困难,消化在第二天的很大一部分时间里,只要我静静躺着却不入睡,才勉强进行。
τότε δʼ οὖν ἡνίχʼ ἧκε τὸ ὄναρ, ἡμέρα τε ἦν ἐκ πολλοῦ καὶ ὕπνου τοσούτου σχεδὸν ἔλαχον ὅσον δόξαι ἃ ἔδοξα.
当时,梦境来临时,天早已大亮,我只睡了大约刚好能梦见所梦之事的时间。
ταῦτα δʼ ἦν, Πορφυρίων ὁ ἰατρὸς ἐδόκει μοι τοὺς Κυζικηνοὺς ἐπιὼν παραπλήσια τοῖς τῆς Ἀθηνᾶς πρὸς τοὺς Φαίακας λέγειν, μέγαν τε ἄγων ἐμὲ καὶ προμνώμενος συνουσίας περὶ λόγους.
梦中的情景是这样的:医生波菲里奥似乎走向库济科斯人,对他们说着类似于雅典娜对法埃亚科斯人说的话,极力称赞我,并邀请他们参加关于言论的聚会。
οἱ δὲ πείθεσθαι καὶ ἅμα θέατρόν τε εἶναι καὶ αὐτὸς ἐν τῷ θεάτρῳ, καὶ ἄλλʼ ἄττα εἰς τοῦτο φέροντα ἦν.
人们被说服了,同时还有剧场,我本人也在剧场中,还有其他一些与此相关的事。
ἀνίσταμαι καὶ συσκευάζεσθαι τοῖς οἰκέταις εἰπὼν, ὡς αὐτίκα ἐξιόντας, ἐξήλαυνον, μεσημβρίας οὐ πολλῷ τινι θᾶττον.
我站起身,吩咐随从们整理行装,说我们马上出发。 我们在中午刚过不久便驾车启程。
οἷα δʼ ἐπαναμένων τοὺς οἰκέτας προῄειν σχολαίτερον, κἀν τούτῳ ἐτρίβη τι τῆς ὥρας.
由于我一边等待随从一边慢行,这期间耽误了不少时间。
καὶ γίγνομαι περὶ δείλην ὀψίαν ἐπὶ τοῖς ὕδασι τοῖς θερμοῖς, καὶ πάντα ἦν θορύβου μεστὰ καὶ πλήθους §350ἀνθρώπων, ὥστʼ οὐχ οἷόν τʼ ἦν στέγην εὑρεῖν, ἀλλʼ ἔδει παρελαύνειν, καὶ εἵποντο μὲν ὀλίγοι ἤδη.
在傍晚时分,我到达了温泉处,那里到处都是喧嚣和拥挤的人群,以至于无法找到住处,只能继续驾车前行,此时跟随我的人已经很少了。
προελθὼν δὲ τετταράκοντα στάδια εἴς τινα κώμην, ὡς οὐδέν με προσίετο τῶν αὐτόθι, ἔγνων τῇ νυκτὶ χρῆσθαι.
前行了四十斯塔迪翁到达一个村庄,因为那里的任何东西都不能让我满意,我决定连夜赶路。
αὐτῷ μὲν οὖν μοι ἐδέδοκτο ἐλαύνειν εἰς αὐτὴν Κύζικον, οἱ δʼ ἀκόλουθοι ἀπειρήκεσαν, σχεδὸν δύʼ ὄντες οἱ λοιποί· ὥστʼ ἠναγκάσθην καταλῦσαι περὶ τὴν λίμνην εἴκοσι καὶ ἑκατὸν στάδια ἀπὸ τῆς πόλεως, ἀνύσας δὲ εἰς εἴκοσι καὶ τριακόσια.
我自己本已决定直接驱车前往库济科斯,但随从们已经精疲力竭,剩下的几乎只有两个人;因此我被迫在距离城市一百二十斯塔迪翁的湖边歇宿,此时已行进了三百二十斯塔迪翁。
παρελθὼν δὲ εἰς δωμάτιον καὶ σκίμποδος εὐπορήσας καὶ στρώματος καθαροῦ καὶ μάλʼ ἀγαπητῶς, οὐ γὰρ ἔμοιγε οὐδὲν παρῆν, ὡς εἶχον διψῶν τε καὶ κονιορτοῦ πλέως, ἐν τῇ ἐσθῆτι ἐν ᾗπερ καθήμην ἐπὶ τοῦ ὀχήματος, διενυκτέρευσα καθήμενος τὰ πλείω ἐπὶ τοῦ σκίμποδος.
走进一间小房,庆幸地找到了一张简易床和一条干净的铺盖,这极合我意,因为我身边什么也没带,就那样又渴又满身尘土,穿着坐在车上的衣服,在简易床上大半夜坐着度过了通宵。
ἀστέρων δὲ πρὸς ἡμέραν φερομένων ἀναστὰς ἤνυσα ἀναμείνας οὐδένα.
在群星向黎明移动时,我起身前行,没有等任何人。
καί μοι παραμύθιον ἦν τῆς πορείας τὸ τῷ λόγῳ προσέχειν, ὃν ἔδει τοῖς Κυζικηνοῖς ἐπιδεῖξαι κατὰ τὴν τοῦ ἐνυπνίου φήμην· ὥστε καὶ ἐποιήθη οὕτω παρὰ τὴν ὁδὸν τὰ εὑρισκόμενα ἀεὶ ἀναλαμβάνοντι.
旅途中我的安慰是专注于那篇根据梦中启示应当向库济科斯人展示的演说;因此,演说就在一路上随时吸取脑海中浮现的想法而写成了。
τὴν μὲν οὖν σπουδὴν τὴν συμβᾶσαν περὶ τὸν λόγον οὐ μόνον ἡνίκα ἐδείκνυτο ἐν τῷ βουλευτηρίῳ, ἀλλὰ καὶ ὕστερον ἐν τῇ πανηγύρει, εἰδεῖεν ἂν οἱ παραγενόμενοι καὶ οἱ τούτων ἀκούσαντες, ἐμοὶ δʼ οὐχ ἥδιστον ἐν τοῖς τοιούτοις διατρίβειν.
至于围绕这篇演说所产生的热忱,不仅是在议事厅展示时,而且后来在节日集会中,在场的人以及听他们说起的人都会知道,但对我来说,把时间花在这些事情上并不是最愉快的事。
ἀλλʼ ἐπειδὴ προσέταξεν ἀναστρέφειν, ἐπαινέσας τὸ ἐν Λανείῳ ὕδωρ, σχεδὸν ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδόντες, ἐπανῄειμεν, τῇ τε ὥρᾳ τῆς ἐξόδου μάλιστά πως παραπλησίως, διὰ τὸ καὶ τότε αὐθημερὸν ἐξιέναι ἐπὶ τῷ προστάγματι, καὶ δὴ καὶ τῇ συνεχείᾳ τῆς πορείας, οὐδαμοῦ γὰρ διαναπαύσας ἧκον ἄσιτος μικρῷ πρὸ μέσων νυκτῶν εἰς αὔλιόν τι γεωργικὸν τῶν ἐμαυτοῦ, τετρακοσίους σταδίους τοὺς ἅπαντας, τῇ δʼ ὑστεραίᾳ ἐκεῖθεν εἰς Λανεῖον.
然而,当神命令我们返回时,在赞美了拉内翁的水之后,我们便踏上了归途,仿佛在跑道上进行第二圈折返。 出发的时间也几乎与先前相似,因为当时也是在接到命令后当天出发,而且旅程同样是连续的,我没有在任何地方休息,未进饮食,在将近半夜时分到达了我自己的一处农人小屋,全程共计四百斯塔迪翁,次日从那里前往拉内翁。
καὶ τὰ μὲν τῆς προτέρας εἰς Κύζικον ἐξόδου καὶ διατριβῆς οὕτως ἔσχεν.
先前前往库济科斯的出发和留滞情况就是这样。
ἐπελθόντος δὲ τοῦ χειμῶνος ἦγε πάλιν τὴν ἐπὶ Σμύρνης, καὶ γίγνεται τῶν ἡμερῶν ἡ πρώτη σφόδρα ἤπιος.
冬天来临时,再次指引我前往士麦那,第一天非常温和。
ὡς δὲ κατέβην εἰς τὸ πεδίον τῆς ἐπιούσης νυκτὸς, ἄλλα τε ὀνείρατα ἐγίγνετο ἐπισχόντα καὶ δὴ καὶ Νεφέλας Ἀριστοφάνους ἐδόκουν μεταχειρίζεσθαι·
但在接下来的夜里,当我下到平原时,又有其他的梦境出现阻碍我,我甚至梦见自己手里拿着阿里斯托芬的《云》。

词汇与语法注释

  1. 349ὡς ἤνυτον — 意为“尽我所能地快”的惯用表达。使用的是动词 ἀνύω(完成、办到)的未完成过去时,字面意思是“在我能做到的范围内”,转指“全速地”。
  2. 349οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρρεῖν — 无人称动词 παρίσταται(“心中产生某种想法或情感”)与与格 μοι 以及两个对比的不定式 ἀγωνιᾶν(焦虑)和 θαρρεῖν(勇敢)连用的结构。意为“对我来说,产生勇气而非焦虑”。
  3. 349πρὶν καταλῦσαι τὴν ὁδὸν — 连词 πρίν 结合不定式的结构,意为“在结束旅程(或投宿)之前”。此处的 καταλύω 用于指完成旅途(ὁδός)并停下或住宿的语境。
  4. 349πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δʼ οὔ — 主语是 πέψις(消化)。与格分词 ἡσυχάζοντι 和 καθεύδοντι 修饰上下文中省略的与格代词(指“我”)。表明语法关系为:“在第二天的很大一部分时间里,当[我]静静休息却不入睡时,消化才勉强进行”。
  5. 350ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδόντες — 源自古代双程赛跑(diaulos)中折返点(στροφή)转弯的隐喻表达。此处将前往库济科斯的去程和回程,比作在跑道上进行第二次折返往返。

引用这一段

阿里斯·台德斯, 圣书五 §349-350. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg027.humanitext-grc2:349-350

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。