§351καὶ ἅμα ἕῳ νέφη τε ἦν καὶ ὑετὸς οὐ πολὺ ὕστερον.
そして夜明けとともに雲が現れ、ほどなくして雨が降った。
ὥσθʼ οἱ μὲν συνέχαιρον ὡς οὐ προεξῆλθον, οἱ δʼ ἐθαύμαζον τῆς προρρήσεως τὴν ἀκρίβειαν.
そのため、ある人々は私が(あらかじめ)出発しなかったことをともに喜び、他の人々は予言の正確さに驚嘆した。
μένοντι δέ μοι αὐτόθι ἡμέρας τινὰς ἀγγέλλεται ἡ τῆς τροφοῦ θυγάτηρ ἀσθενοῦσα καὶ ἔχουσα σφαλερῶς.
私がそこに数日間滞在していると、乳母の娘が病気になり、危険な状態にあるという知らせが届いた。
κἀκείνῃ μὲν ἰατρὸν ἔπεμπον, αὐτὸς δὲ, ἐπειδὴ τάχιστα παρέσχεν, εἰχόμην τῆς ὁδοῦ.
彼女のところには医師を送り、私自身は、機会ができるやいなや、旅を急いだ。
καί μου προϊόντος ἤδη ὑπεκινεῖτο ὁ ἀὴρ, ὡς πρὸς ὕδωρ τε καὶ χειμῶνα.
そして私が進んでいくと、すでに空気が動き始め、雨と嵐の兆候を見せていた。
καὶ δέος ἦν μὴ καταληφθῶμεν, ἄλλως τε καὶ δυσπόρων ὄντων.
そして私たちが(嵐に)捕らえられないかという懸念があった。 とりわけ道が通りにくかったからである。
ὅμως δὲ τοσοῦτον ἀντέσχεν ὅσον δύο σταδίους ἐλλείπεσθαι πρὸς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος.
しかし、アポロンの神殿まであと二スタディオンというところまで、天気はもちこたえた。
τηνικαῦτα δὲ ὁμίχλη τε κατέβη βαθεῖα καὶ ψακάς τις διέθει·
そのとき、深い霧が立ち込め、霧雨が降り注いだ。
καὶ παρελθόντων εἴσω λαμπρῶς ἤδη τὸ ὕδωρ παρῆν, ὥστε ἑορτὴν ἤγομεν.
そして私たちが中に入ると、すでに激しい雨が降り出し、私たちは祝祭を祝った。
ἐπισχόντων δέ με κἀνταῦθα ὀνειράτων ἐπέμεινα.
ここでも夢が私を引き留めたので、私は滞在した。
πρὸς δὲ τοῖς ἐπισχοῦσι καὶ τοιόνδε ἐγεγόνει.
引き留めた夢に加えて、次のようなことも起こった。
ἐδόκουν ἱερεῖόν τι τεθυκὼς ἐπισκοπεῖσθαι τόν τε δὴ θεὸν, οἶμαι, καλούμενον καὶ λυτῆρα, καί τινος τῶν μάντεων ἐπελθόντος πυνθάνεσθαι τί βούλοιτο ὁ λυτὴρ, πότερον καθάπαξ λύοι τι ἢ μικρότερον ἀντὶ μείζονος ποιοίη καὶ ἀναβολῆς εἴη σημεῖον.
私は犠牲獣を捧げて、いわゆる「救済者」と呼ばれる神を観察しているように思われ、また、予言者の一人がやって来たので、救済者は何を望んでいるのか、一度に災いを解き放つのか、あるいは大きなものの代わりに小さなものを施して延期の兆候としているのかを尋ねているように思われた。
ὁ δʼ ἐῴκει οὐ πάνυ τι ἰσχυρότατα ἡγουμένῳ εἰς τὸ καθάπαξ, ἀλλὰ καὶ ἀέρας καὶ ἀστέρας καὶ τὰ τοιαῦτα ᾐτιᾶτο.
彼は一度に解決するとは全く確信していない様子で、空気や星やそのようなもののせいにしていた。
κἀν τούτῳ ἠγγέλθη περὶ τῆς κόρης ὅτι εἴη τεθνεῶσα.
そのとき、あの少女について、亡くなったという知らせが入った。
εὐθὺς μὲν οὖν ἀκούσασιν ἐδόκει θεῖον εἶναι τὸ μὴ τυχεῖν παρόντα ἐμὲ τῇ συμφορᾷ, ἀλλὰ προεξελθεῖν·
知らせを聞いた人々にとって、私がその不幸の場に居合わせず、出発してしまっていたことは、すぐに神意によるものと思われた。
ἔτι δὲ σαφέστερον ἐκ τῶν ὕστερον χρησμῶν ἐγένετο ὡς οὐκ ἄνευ δαιμονίου τινὸς πᾶν τοῦτο συνέβη.
そして、その後の神託から、このすべてのことが神的な関与なしには起こらなかったことが、さらに明らかになった。
ἐπειδὴ γὰρ κατέβην ἀπὸ τοῦ ὄρους δευτέρᾳ νυκτὶ ὕστερον, ὤφθη τοιάδε, ἔμεινα δὲ καὶ πλείους κατέχοντος τοῦ θεοῦ.
というのも、私が二日後の夜に山から下りたとき、次のようなものが現れ、さらに神が私を引き留められたので、私はより多くの日数を滞在したからである。
Τελεσφόρος ἦν ὀρεωκόμος·
テレスポロスという騾馬引きがいた。
οὗτος ἐδόκει μοι ὁρμηθεὶς αὐτόθεν βαδίζειν ὀπίσω, τὰ χρησθέντα ἐπὶ τῇ Φιλουμένῃ σημαίνων, τοῦτο γὰρ ὄνομα τῇ κόρῃ, κεχρῆσθαι δʼ αὐτὰ Ἀλκίμῳ πατρὶ τῆς κόρης, καὶ δὴ καὶ γράμματα ἔχειν, εἴτε δὴ σεσημασμένα εἴτε καὶ μή·
彼はここから出発して引き返していくように思われ、フィルメナに与えられた神託を示していた。 少女の名前はこれである。 神託は少女の父アルキモスに下されたもので、封印されているか否かは別として、書状も携えているようであった。
ἃ τὸν Ἄλκιμον νύκτωρ ἀκούσαντα παρʼ αὐτῆς ἀπομνημονεύσαντα γράψασθαι, θαυμαστὰ πλήθει καὶ δυνάμει, φέροντα εἰς ἐμὲ, ὥστε §352θαυμάζειν ὅπως καὶ ἀπεμνημόνευσε.
アルキモスは夜中に彼女から聞いて記憶し、書き留めたのであった。 それは分量も力強さも驚くべきもので、私に関連するものであり、彼がそれをどのようにして記憶できたのか不思議に思うほどであった。
κεφάλαιον δʼ ἦν, ὡς ἐν αὐτῷ τῷ σώματι τῆς Φιλουμένης καὶ τοῖς ἐντὸς, ὥσπερ ἐν σπλάγχνοις ἱερείων, ἐγγεγραμμένου παντὸς τοῦ περὶ αὐτὴν πράγματος.
その要点は、フィルメナの身体そのものと内臓の中に、まるで犠牲獣の内臓のように、彼女に関するすべての出来事が書き込まれているかのようである、ということだった。
ἐδόκουν δὲ καὶ κοιναί τινες εἶναι πλείους, καὶ ἅμα πως ἑώρων αὐτὰς, αἱ μὲν ἄνω ὑγιεῖς καὶ εὖ διακείμεναι, ἐν δὲ τῇ τελευταίᾳ τὸ πεπονθὸς ἦν.
また、いくつかの空洞があるように思われ、私は同時にそれらを見ていたが、上のものは健全で良好な状態にあり、最後のものに患部があった。
καὶ ἐδείκνυντο ὑπὸ τοῦ ἐφεστῶτος ὅστις καὶ ἦν.
そしてそれらは、そこに立っている者(彼が誰であれ)によって指し示されていた。
καὶ ἠρόμην γὰρ δὴ αὐτὸν, πόθεν οὖν οἱ ὄκνοι καὶ ἡ δυσεργία;
私は実際に彼に尋ねた。 「では、ためらいや困難はどこから来るのですか」。
ὁ δὲ ἐδείκνυεν ἐκεῖνον τὸν τόπον.
すると彼は、その場所を指し示した。
οἱ δʼ οὖν χρησμοὶ τοιοῦτοί τινες ἦσαν.
ともかく、神託は以下のようなものであった。
ἐνεγέγραπτο μὲν τὸ ὄνομα τὸ ἐμὸν οὑτωσὶ, Αἴλιος Ἀριστείδης·
そこには私の名前がこのように書き込まれていた。 「アイリオス・アリステイデス」。
καὶ σχεδὸν ἐκ διαλειμμάτων ἄλλα καὶ ἄλλα ἐπίσημα τοῦ ὀνόματος·
そしてほぼ間隔を置いて、私の名前の様々な特徴的な文字が書き込まれていた。
προσενεγέγραπτο δὲ Σωσιμένης καὶ ἕτερα τοιαῦτα σωτηρίαν ἐπαγγελλόμενα, καὶ ὅτι ἡ Φιλουμένη ψυχὴν ἀντὶ ψυχῆς καὶ σῶμα ἀντὶ σώματος ἀντέδωκε, τὰ αὑτῆς ἀντὶ τῶν ἐμῶν.
さらに「ソシメネス」や、救済を約束するその他の同様の言葉が書き添えられており、また、フィルメナが魂の代わりに魂を、身体の代わりに身体を、私自身のものの代わりに彼女自身のものを差し出した、と書かれていた。
καὶ τἄλλα εἰς ταυτὸν φέροντα ἐνῆν, ἅπαντα ἐν βιβλίοις τισὶν ἐγγεγραμμένα, ἃ πάντα γράψαντος τοῦ Ἀλκίμου ἐδόκει ἀποκομίζειν ὁ Τελεσφόρος οἴκαδε.
そして、同じ趣旨の他の事柄も含まれており、それらはすべて何冊かの書物に書き込まれていた。 アルキモスがこれらすべてを書き留めた後、テレスポロスがそれらを家へと持ち帰るように思われた。
ἐνῆσαν δὲ καὶ Πορφυρίωνος τοῦ ἰατροῦ παραινέσεις ὡς πρὸς τὴν μητέρα αὑτῆς, μάλιστα μὲν καὶ λούσασθαι, εἰ δὲ μὴ, ἀλλὰ τραφῆναι.
そこにはまた、医師ポルピュリオンが彼女の母に対して、できることなら入浴し、さもなければ食事をとるようにという勧告も含まれていた。
ταύτης τῆς κόρης Ἑρμείας ἐκεῖνος ἀδελφὸς ἦν, ὃς ἐν τῇ μεγάλῃ νόσῳ, ὅτε καὶ ἡ θεὸς ἐφάνη μοι, ἀπέθανε καὶ αὐτὸς σχεδὸν ὡς εἰπεῖν ἀντʼ ἐμοῦ.
この少女の兄弟はあのヘルメイアスであり、彼は、女神が私に現れたあの大病の時に、ほぼ私の身代わりとして亡くなったと言ってよい。
τῇ γὰρ αὐτῇ ἡμέρᾳ, ὡς ὕστερον ἐπυθόμην, ἐκεῖνός τε ἐτελεύτα κἀγὼ τοῦ πυρὸς ἀπηλλαττόμην καὶ πάνυ χρονισθέντος.
というのも、後に私が知ったところによれば、まさに同じ日に彼は亡くなり、私の方は非常に長く続いていた熱から解放されたからである。
ἄμφω δὲ ἤστην παῖδες ἐμῆς συντρόφου Καλλιτύχης.
二人とも、私とともに育ったカリテュケの子供たちであった。
καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
これらのことはこれくらいにしよう。
πέντε δὲ ἡμέρας ὑπὸ τῷ ὄρει μείνας καὶ διαιτηθεὶς ὡς παρήγγειλεν, ἕκτῃ κινήσαντος ἐξῄειν ἐπὶ Περγάμου·
私は山の下に五日間滞在し、命じられた通りの食事療法を行い、六日目に促されたとき、ペルガモンに向けて出発した。
καὶ ἦσαν μὲν ἐπίβδαι, ἣν Ῥωμαῖοι πρώτην ἄγουσι τοῦ ἔτους.
それは、ローマ人が年の最初として祝う祝祭の翌日のことであった。
χειμὼν δὲ οὕτω δή τι σφοδρὸς ὥστε μηδʼ οἴκοι μένοντι ῥᾳδίως ἔχειν ὑπενεγκεῖν.
そして嵐は非常に激しく、家に留まっている者でさえ耐え忍ぶのが容易でないほどであった。
καὶ συνέβη τοῦτο δὴ θειότατον τῆς ὁδοῦ, τὸ γὰρ τοῦ Ὁμήρου σαφὲς ἦν ὅτι τις θεῶν ἡγεῖτο καὶ ὅστις γε ὁ θεὸς, ἐξόπισθεν μὲν γὰρ βορέου πνεῦμα ἐπέκειτο οἷον ψυχρότατον, νεφέλας ἐλαῦνον μελαίνας καὶ πυκνὰς, ἐκ δεξιᾶς δὲ ἅπαντα κατενίφετο, ὗε δὲ ἐν ἀριστερᾷ, καὶ
そして、この旅の途中でまさに最も神聖なことが起こった。 というのも、ある神が導いておられること、そしてその神が誰であるかが、ホメロスのごとく明白だったからである。 背後からは極めて冷たい北風が吹きつけ、黒く立ち込める雲を追いやり、右手ではすべてに雪が降り積もり、左手では雨が降っていた。 そして