Humanitext Reader

阿里斯·台德斯 · 圣书五 §347-348

遵神示前往帕加马的夜行

第 1 段,共 8 段 · 希腊语

内容简介

叙述作者尽管饱受病痛折磨,仍遵从神示与梦境在夜间艰难地从士麦那赶往帕加马,并在格里内翁的神庙献祭。

§347θέρους ὥρᾳ πονήρως εἶχεν ὁ στόμαχος καὶ δίψος ἦν νύκτα καὶ ἡμέραν καὶ ἱδρὼς ἀμύθητος καὶ λύσις τοῦ σώματος, καὶ μόλις ἂν δύο καὶ τρεῖς εἷλκον ἀπὸ τῆς κλίνης ἀναστῆναι δεόμενον·
在夏季,我的胃部情况很差,日夜干渴,出汗不止,身体虚弱,以至于当我需要起床时,两三个人也只能勉强把我从床上拉起来。
καὶ ὁ θεὸς σημαίνει ἔξοδον ἐν Σμύρνῃ ὄντι τὸν χρόνον τοῦτον, καὶ ἔδει ἐξιέναι αὐτίκα.
神向当时在士麦那的我示意出发,必须立刻启程。
καὶ ἐξῄειν μὲν τὴν ἐπὶ Περγάμου·
于是我踏上了前往帕加马的道路。
ἐν ὅσῳ δὲ ὀχήματα ἐπορίζετο καὶ δὴ μεσημβρία τε προσῄει καὶ καῦμα ᾔρετο λαμπρόν.
然而在准备车辆的时候,正午临近,烈日当头。
ἔδοξεν οὖν ἡμῖν ἐν τῷ προαστείῳ διατρίψαντας αὐτὴν τὴν ἀκμὴν οὕτως περαίνειν.
因此,我们决定在郊外避开这最炎热的时刻,然后再继续前行。
ἡ δʼ ὁρμὴ ἦν ὡς εἰς Μύριναν καὶ τὰ σκευοφόρα ἐπὶ τούτῳ προῄει.
我们的方向是往米里纳,行李车已为此先行出发。
οἷα δὲ πνίγους ὄντος καὶ ἅμα ὑφʼ ἡδονῆς τοῦ χωρίου καὶ προσέτι ἀσχολιῶν τινῶν προείμεθα τῆς ὥρας συχνὸν, ὥστε γιγνόμεθα ἐπὶ τῷ καταγωγίῳ τῷ πρὸ τοῦ Ἑρμοῦ περὶ αὐτὴν δύσιν ἡλίου.
但由于天气闷热,加之那地方宜人,且有些杂事耽搁,我们浪费了许多时间,结果在日落时分才到达赫尔墨斯像前的旅店。
καὶ ἠπόρησα μὲν ὅ τι ποιῶ.
我一时不知所措。
ὡς δὲ οὔτε τὴν δυσχέρειαν τῶν οἰκημάτων ἔφερον εἰσελθὼν, θεραπεία τε οὐ παρῆν διὰ τὸ προεκπέμψαι, ἐδόκει χρῆναι τὸ πρόσω διώκειν, καὶ διαβάντι τὸν ποταμὸν νύξ τε ἦν ἤδη καθαρὰ καὶ προσέβαλεν αὔρα τις ἐλαφρὰ καὶ ψυχεινὴ, καὶ τό τε σῶμά πως ἀνελάμβανε καὶ τῇ γνώμῃ τόνος τις μετʼ εὐθυμίας ἐνεδύετο, ὡς τῷ τε ἀέρι ὁμιλεῖν καθʼ ἡσυχίαν καὶ ἅμα πρὸς τὴν παρελθοῦσαν ἡμέραν τὰ παρόντα κρίνοντι ὁπόσον τι μεταβεβλήκει.
由于进去后无法忍受房间的简陋,又因为已经把随从打发走了而无人侍奉,我觉得应当继续赶路。 过了河,夜空已经晴朗,一阵轻微而凉爽的风吹来,身体似乎恢复了一些,心中也涌起一股伴随着愉悦的活力,以至于能静静地享受这空气,同时对比过去的一天,判断眼前的境况发生了多么大的变化。
ἤδη δὲ βαθείας ἑσπέρας ἦλθον εἰς Λάρισσαν, καί μοι ἀσμένῳ γίγνεται ὡς τά τε ὀχήματα οὐ κατείληπτο καὶ τὰ τῆς καταγωγῆς οὐδὲν ἀμείνω τῶν πρόσθεν ἦν, ἀλλʼ ἀνάγκη παρῆν ἔχεσθαι τῆς ὁδοῦ καὶ διακαρτερεῖν.
已是深夜,我到达了拉里萨,让我感到高兴的是,车辆没有被追上,而旅店的条件也不比之前好,因此必须坚持走下去,继续忍耐。
καὶ μέσαι τε ἤδη νύκτες ἢ καὶ ἔτι πορρωτέρω, καὶ γιγνόμεθα ἐν Κύμῃ, καὶ πάντα ἀπεκέκλειτο §348καὶ μάλʼ ἀγαπητῶς ἐμοί.
此时已是半夜,甚至更晚,我们到达了库墨,但一切都已关闭,这正合我意。
παρακαλέσας δὲ τοὺς ἑπομένους, οἳ παρέπεμπόν με ἀπὸ τοῦ χωρίου προσταλαιπωρῆσαι καὶ τὸ λοιπὸν, ὡς οὐκ εἰσόμενον αὐτοῖς, πάντως δὲ ὀλίγον τʼ εἶναι καὶ προφέρειν οὐκ ὀλίγον μοι δοκεῖν τῆς προαιρέσεως διαμαρτεῖν, ἐχώρουν ἔξω πυλῶν, καὶ ψῦχός τε ἤδη ἦν ὑγρότερον, ὥστε καὶ θέρμης δεῖσθαι.
我鼓励那些从那个地方护送我来的随从们,在剩下的路程中也继续坚持,这并非我不感激他们,而是因为路程反正已经很短,且在我看来,半途而废会使我的决心落空,这并非小事。 我走向城门外,此时寒气更重,有些潮湿,以至于我们需要温暖。
καὶ περὶ ἀλεκτρυόνων μάλιστά πως ᾠδὰς ἀνύσας εἰς Μύριναν, ὁρῶ τοὺς ἐμοὺς πρόσθεν τῶν καταγωγίων τινὸς συνεσκευασμένους ὡς εἶχον διὰ τὸ μηδʼ αὐτοὺς, ὡς ἔφασαν, καταλαβεῖν ἀνεῳγμένον μηδέν.
大约在公鸡打鸣的时候,我到达了米里纳,看到我的人在一家旅店前保持着原样整理着行李,因为正如他们所说,他们也没有发现任何开着门的地方。
ἦν δέ τις ἐν προθύρῳ τοῦ πανδοκείου σκίμπους· τοῦτον περιφέροντες ἄνω καὶ κάτω διατριβὴν εἴχομεν.
旅店门廊里有一张小床,我们把它搬来搬去以消磨时间,因为无论放在哪里都很不舒服。
ὅπου γὰρ τεθείη πανταχοῦ λυπηρὸς ἦν. θύραν δὲ κόπτουσιν ἢ ξένων ἢ ὡντινωνοῦν πλέον οὐδὲν ἦν· οὐ γὰρ ὑπήκουεν οὐδείς.
他们去敲门,不管是旅客的还是任何人的门,都没有用,因为没有人答应。
ὀψὲ δέ ποτε εὕρομεν εἰσελθεῖν εἰς οἰκίαν τῶν ἐπιτηδείων τινὸς, κακοδαιμονίᾳ δὲ θυρωρῶν τό τε πῦρ ἀπεσβήκει καὶ ἄλλο γε οὐδὲν ἦν οὐ μικρὸν οὐ μέγα.
过了很久,我们终于找到机会进入了一位熟人的家,但由于门卒的倒霉疏忽,火已经熄灭,此外无论是大事还是小事,什么都没有。
εἰσῄειμεν δὲ ὑπὸ σκότου καὶ ὑπὸ χειραγωγῷ οὔτε ὁρῶντες οὔτε ὁρώμενοι.
我们在黑暗中,在向导的带领下走了进去,既看不见别人,也不被别人看见。
ἐν ὅσῳ δὲ πῦρ τε ἐπορίζετο καὶ πορισθέντος ἔμελλον χρίσεσθαί τε καὶ πίεσθαι, καὶ δὴ ἑωσφόρος τε ὑπερεῖχε καὶ φῶς ἡμέρας ὑπέφαινεν, ἐδόκει χρῆναι μὴ μαλθακίζεσθαι μηδὲ καθεύδειν ἡμέρας οὔσης, ἀλλʼ ἔργον ἔργῳ συνάπτειν καὶ βαδίζειν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερὸν, εἰς Γρυνεῖον, εἰωθός μοι καὶ ἰόντι καὶ ἐπανιόντι θύειν τῷ θεῷ.
在准备火的时候,火准备好后,我们本打算涂油和饮水,此时晨星已升起,白昼之光初现,我觉得不该软弱,也不该在白天睡觉,而应当一件工作接一件工作地干,走向阿波罗的神庙,即格里内翁,那是我去和回时都习惯向神献祭的地方。
γενόμενος δὲ ἐν Γρυνείῳ θύσας τῷ Ἀπόλλωνι καὶ τὰ εἰωθότα διατρίψας εἰς Ἐλαίαν ἐλθὼν ἀνεπαυόμην.
到了格里内翁,向阿波罗献祭并按惯例消磨时间后,我来到埃莱阿休息。
καὶ ὡς ἐγενόμην ἐν Περγάμῳ τῇ ἐπιούσῃ, ἐγὼ μὲν οἷα εἰκὸς οὕτως εἶχον ὡς ἐνδιατρίψων, ἐνύπνιον δʼ ἐλθὸν, εἴτε δὴ εἰς ἑσπέραν εὐθὺς εἴτε καὶ μιᾷ ὕστερον ἡμέρᾳ ἢ καὶ δευτέρᾳ, ἐπείγεσθαί τε ἐκέλευε καὶ μὴ ἄλλως ποιεῖν· οἵδε γὰρ καὶ δὴ διώκουσι.
第二天我到达帕加马时,正如所料,我正准备在那里多待些日子,但一个梦走入脑海,不知是在当晚还是在一两天后,命令我赶紧行动,不可懈怠,因为“他们正在追赶”。
καὶ ἅμα τούτοις αἵ τε θυρίδες πνεύματος ἐμπεσόντος ἀνεῴγνυντο εὖ καὶ καλῶς ἐσφηκωμέναι ἔνδοθεν καὶ ἔξωθεν, καὶ πρόσθεν οὔπω συμβὰν,
与此同时,一门风吹入,窗户虽然从内外都栓得好好的,却被吹开了,这是以前从未发生过的事,

词汇与语法注释

  1. §347μόλις ἂν δύο καὶ τρεῖς εἷλκον — 语气词 ἄν 与直陈语气未完成过去时 εἷλκον 连用,表示过去反复发生的动作或潜在的可能性(“他们常常/才会拉起”)。分词 δεόμενον 为宾格,修饰省略的代词(此处为第一人称单数“我”)。
  2. §347τὴν ἐπὶ Περγάμου — 在定冠词 τὴν 之后省略了表示“道路”的名词 ὁδόν。表示方向的介词短语 ἐπὶ Περγάμου 修饰这一省略的名词,意为“前往帕加马的道路”。
  3. §347ἀσμένῳ γίγνεται — 意为“高兴的”与格形容词 ἀσμένῳ(与省略的 ἐμοί 一致)与动词 γίγνεται 连用,表示非人称的“对我而言是件乐事”。随后的 ὡς 从句解释了其原因或内容。
  4. §348ὡς οὐκ εἰσόμενον αὐτοῖς — 连词 ὡς 与将来时分词 εἰσόμενον(源自 εἴσομαι)结合,表示主观的意图或理由(“仿佛不打算向他们表示感谢”)。在短语 χάριν εἴσομαι(表示感谢)中省略了名词 χάριν。

引用这一段

阿里斯·台德斯, 圣书五 §347-348. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg027.humanitext-grc2:347-348

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。