Humanitext Reader

アイリオス・アリステイデス · 聖なる話 5 §349-350

神託によるキジコスへの旅と演説の成功

2 / 8 箇所 · ギリシア語

要旨

神の命令に従い、著者は喉の病痛を抱えながらペルガモンからキジコスへと過酷な旅を続け、現地で夢の告げに従って演説を行い成功を収めた後、再び命令を受けて一挙に帰還する。

§349αἵ τε θύραι παρέσχον ψόφον.
また扉も音を立てた。
ὡς δὲ ἀφυπνίσθην, οὐδὲν ἔτι διέτριψα, ἀλλʼ εἰπὼν τοῖς οἰκέταις μεταδιώκειν ἐπιβὰς τοῦ ὀχήματος ἤλαυνον ὡς ἤνυτον.
目が覚めると、私はもはやぐずぐずせず、使用人たちに後を追うように言い、馬車に乗ってできる限りの速さで走らせた。
καὶ ὁ βορέας ἐπέκειτο πάντα κινῶν.
そして北風が吹き荒れ、すべてを揺り動かしていた。
ἦν δὲ τὸν χρόνον τοῦτον ἐργώδη τὰ περὶ τὴν φάρυγγα, ὑπό τε φλυκταίνης συνεχοῦς πιεζόμενα καὶ ὑπὸ παντὸς ἀεὶ τοῦ συντυχόντος ἀναξαινόμενα.
この時期、私の喉の具合は悪く、絶え間ない水疱によって圧迫され、触れるものすべてによって常に荒らされていた。
τότε δὲ τῆς τε ἄμμου πολλῆς ἅμα τῷ ἀνέμῳ φερομένης ἐπὶ τοῦ προσώπου καὶ τοῦ κονιορτοῦ σύρδην ἁπανταχόθεν ἐμπίπτοντος οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρρεῖν·
そのとき、風とともに大量の砂が顔に吹きつけ、至る所から塵が激しく舞い降りてきたが、私は恐れるよりもむしろ心強く感じていた。
ἅμα μὲν οἷον ἀπονοίᾳ τινὶ καὶ παρατάξει, οὐ γὰρ ἦν ἀναφυγὴ, ἅμα δʼ ὡς ἀντεῖχον παρὰ πᾶν τὸ εἰκός.
一方ではある種の自暴自棄と対抗心からであり、逃げ道はなかったからである。 他方では、あらゆる予想に反して自分が持ちこたえていたからである。
οἱ δὲ ἰατροὶ τὰ πρὸ τοῦδε ἀνακογχυλιάζειν τε ἐκέλευον καὶ σκέπην ἀκριβεστάτην καὶ τὰ τοιαῦτα εἰσηγοῦντο.
医師たちはこれより前に、うがいをすることや、厳重な防寒などを勧めていた。
δευτέρᾳ δὲ ἢ τρίτῃ ἡμέρᾳ παρελθὼν τὴν πατρῴαν οἰκίαν γίγνομαι ἐν τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου·
二日目か三日目に、私は父の家を通り過ぎ、オリンピアのゼウスの神殿に到着した。
καὶ θύω πρὶν καταλῦσαι τὴν ὁδὸν, ὥσπερ μοι καὶ τὸ ἐξ ἀρχῆς εὐθὺς ἐν Σμύρνῃ προείρητο, ἐλαύνειν ὀρθὴν εἰς Διὸς χωρίον.
そして、旅を終えて宿泊する前に犠牲を捧げた。 それは、最初にスミルナにいたときに、ゼウスの土地へと真っ直ぐ進めと私に前もって告げられていた通りであった。
καὶ μετὰ τοῦτο ἤδη ῥᾴω τὰ τῆς διαίτης ἐπιφανῶς ἦν.
この後、私の生活状態は明らかに良くなった。
περιιόντι δὲ τῷ ἔτει καὶ μηνὶ μάλιστα θᾶττον ἦγον Κυζικηνοὶ τὴν ἱερομηνίαν τὴν ἐπὶ τῷ νεῷ, ἐμοὶ δὲ ὕπνοι τε ἦσαν ἐργώδεις καὶ πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δʼ οὔ.
年が巡り、ちょうどその月に、キジコスの人々が神殿の神聖な祝祭を例年より早く執り行っていたが、私の方は、睡眠が苦しく、翌日のかなりの部分において静かにしていればようやく消化が行われるほどで、しかも眠っているわけではなかった。
τότε δʼ οὖν ἡνίχʼ ἧκε τὸ ὄναρ, ἡμέρα τε ἦν ἐκ πολλοῦ καὶ ὕπνου τοσούτου σχεδὸν ἔλαχον ὅσον δόξαι ἃ ἔδοξα.
そのとき、夢が訪れたが、すでに日は高く昇っており、夢で見たことを見るのに十分なほどの睡眠しかとれなかった。
ταῦτα δʼ ἦν, Πορφυρίων ὁ ἰατρὸς ἐδόκει μοι τοὺς Κυζικηνοὺς ἐπιὼν παραπλήσια τοῖς τῆς Ἀθηνᾶς πρὸς τοὺς Φαίακας λέγειν, μέγαν τε ἄγων ἐμὲ καὶ προμνώμενος συνουσίας περὶ λόγους.
その夢とはこういうものだった。 医師のポルピュリオンが、キジコスの人々のところへ行って、アテナがパイアケス人に語ったようなことを語っているように思われた。 彼は私を偉大な人物として連れて行き、言論に関する会合を勧めていた。
οἱ δὲ πείθεσθαι καὶ ἅμα θέατρόν τε εἶναι καὶ αὐτὸς ἐν τῷ θεάτρῳ, καὶ ἄλλʼ ἄττα εἰς τοῦτο φέροντα ἦν.
人々はそれに従い、同時に劇場があり、私自身もその劇場にいた。 その他にもこれに関連することがいくつかあった。
ἀνίσταμαι καὶ συσκευάζεσθαι τοῖς οἰκέταις εἰπὼν, ὡς αὐτίκα ἐξιόντας, ἐξήλαυνον, μεσημβρίας οὐ πολλῷ τινι θᾶττον.
私は起き上がり、使用人たちにすぐに立ち去るから準備をするようにと言い、正午からそれほど遅くない時間に出発した。
οἷα δʼ ἐπαναμένων τοὺς οἰκέτας προῄειν σχολαίτερον, κἀν τούτῳ ἐτρίβη τι τῆς ὥρας.
使用人たちを待っていたので、ゆっくり進み、その間にかなりの時間が潰れた。
καὶ γίγνομαι περὶ δείλην ὀψίαν ἐπὶ τοῖς ὕδασι τοῖς θερμοῖς, καὶ πάντα ἦν θορύβου μεστὰ καὶ πλήθους
そして夕方遅くに温水のところに到着したが、そこは騒音と群衆でいっぱいであった。
§350ἀνθρώπων, ὥστʼ οὐχ οἷόν τʼ ἦν στέγην εὑρεῖν, ἀλλʼ ἔδει παρελαύνειν, καὶ εἵποντο μὲν ὀλίγοι ἤδη.
そのため、宿を見つけることができず、通り過ぎるしかなかった。 従う者はすでに少なくなっていた。
προελθὼν δὲ τετταράκοντα στάδια εἴς τινα κώμην, ὡς οὐδέν με προσίετο τῶν αὐτόθι, ἔγνων τῇ νυκτὶ χρῆσθαι.
40スタディオン進んで、ある村に到着したが、そこでも何一つ私を満足させるものがなかったので、夜通し進むことに決めた。
αὐτῷ μὲν οὖν μοι ἐδέδοκτο ἐλαύνειν εἰς αὐτὴν Κύζικον, οἱ δʼ ἀκόλουθοι ἀπειρήκεσαν, σχεδὸν δύʼ ὄντες οἱ λοιποί·
私自身はキジコスまでそのまま走らせるつもりだったが、お供の者たちは疲れ果てており、残っているのはほぼ二人だけだった。
ὥστʼ ἠναγκάσθην καταλῦσαι περὶ τὴν λίμνην εἴκοσι καὶ ἑκατὸν στάδια ἀπὸ τῆς πόλεως, ἀνύσας δὲ εἰς εἴκοσι καὶ τριακόσια.
そのため、町から120スタディオン離れた湖の近くで旅を切り上げざるを得なかった。 結局320スタディオンを走破したことになる。
παρελθὼν δὲ εἰς δωμάτιον καὶ σκίμποδος εὐπορήσας καὶ στρώματος καθαροῦ καὶ μάλʼ ἀγαπητῶς, οὐ γὰρ ἔμοιγε οὐδὲν παρῆν, ὡς εἶχον διψῶν τε καὶ κονιορτοῦ πλέως, ἐν τῇ ἐσθῆτι ἐν ᾗπερ καθήμην ἐπὶ τοῦ ὀχήματος, διενυκτέρευσα καθήμενος τὰ πλείω ἐπὶ τοῦ σκίμποδος.
小部屋に入り、幸いにも簡易ベッドと清潔な敷物を見つけ、とてもありがたく思った。 私には何も手元になかったからだ。 私は喉が渇き、塵まみれのままで、馬車に乗っていたときの衣服のまま、その簡易ベッドの上で、大半を座ったまま夜を明かした。
ἀστέρων δὲ πρὸς ἡμέραν φερομένων ἀναστὰς ἤνυσα ἀναμείνας οὐδένα.
夜明けに向けて星が動くころ、私は起き上がり、誰も待たずに進んだ。
καί μοι παραμύθιον ἦν τῆς πορείας τὸ τῷ λόγῳ προσέχειν, ὃν ἔδει τοῖς Κυζικηνοῖς ἐπιδεῖξαι κατὰ τὴν τοῦ ἐνυπνίου φήμην·
旅の慰めとなったのは、夢の告げに従ってキジコスの人々に披露すべき言論に心を集中させることだった。
ὥστε καὶ ἐποιήθη οὕτω παρὰ τὴν ὁδὸν τὰ εὑρισκόμενα ἀεὶ ἀναλαμβάνοντι.
そのため、道すがら思い浮かんだことをその都度取り入れながら、そのように作成された。
τὴν μὲν οὖν σπουδὴν τὴν συμβᾶσαν περὶ τὸν λόγον οὐ μόνον ἡνίκα ἐδείκνυτο ἐν τῷ βουλευτηρίῳ, ἀλλὰ καὶ ὕστερον ἐν τῇ πανηγύρει, εἰδεῖεν ἂν οἱ παραγενόμενοι καὶ οἱ τούτων ἀκούσαντες, ἐμοὶ δʼ οὐχ ἥδιστον ἐν τοῖς τοιούτοις διατρίβειν.
その言論を巡って生じた熱狂は、評議会で披露されたときだけでなく、後の祝祭の際にも、その場にいた人々やそれを聞いた人々なら知っているだろう。 私自身にとって、そのようなことに時間を費やすのは最も楽しいことではない。
ἀλλʼ ἐπειδὴ προσέταξεν ἀναστρέφειν, ἐπαινέσας τὸ ἐν Λανείῳ ὕδωρ, σχεδὸν ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδόντες, ἐπανῄειμεν, τῇ τε ὥρᾳ τῆς ἐξόδου μάλιστά πως παραπλησίως, διὰ τὸ καὶ τότε αὐθημερὸν ἐξιέναι ἐπὶ τῷ προστάγματι, καὶ δὴ καὶ τῇ συνεχείᾳ τῆς πορείας, οὐδαμοῦ γὰρ διαναπαύσας ἧκον ἄσιτος μικρῷ πρὸ μέσων νυκτῶν εἰς αὔλιόν τι γεωργικὸν τῶν ἐμαυτοῦ, τετρακοσίους σταδίους τοὺς ἅπαντας, τῇ δʼ ὑστεραίᾳ ἐκεῖθεν εἰς Λανεῖον.
しかし、帰還せよとの命令があったので、ラネイオスの水を称賛した後、まるで第二の折り返しを行うかのように、私たちは戻った。 出発の時刻もほぼ同様であり、そのときも命令に従ってその日のうちに出発したからである。 また、旅の連続性についても同様で、どこでも休息をとることなく、食事もとらずに、真夜中の少し前に、自分の所有する農民の小屋の一つに到着した。 総計400スタディオンであり、その翌日にそこからラネイオスへと向かった。
καὶ τὰ μὲν τῆς προτέρας εἰς Κύζικον ἐξόδου καὶ διατριβῆς οὕτως ἔσχεν.
最初のキジコスへの出発と滞在の様子はこのようであった。
ἐπελθόντος δὲ τοῦ χειμῶνος ἦγε πάλιν τὴν ἐπὶ Σμύρνης, καὶ γίγνεται τῶν ἡμερῶν ἡ πρώτη σφόδρα ἤπιος.
冬が到来したとき、再びスミルナへの旅路を指示され、その初日は非常に穏やかであった。
ὡς δὲ κατέβην εἰς τὸ πεδίον τῆς ἐπιούσης νυκτὸς, ἄλλα τε ὀνείρατα ἐγίγνετο ἐπισχόντα καὶ δὴ καὶ Νεφέλας Ἀριστοφάνους ἐδόκουν μεταχειρίζεσθαι·
翌日の夜、私が平原へと下りていったとき、いくつかの夢が私の行く手を遮り、特にアリストパネスの『雲』を手に取っている夢を見た。

語釈・文法注

  1. 349ὡς ἤνυτον — 「できる限りの速さで」という慣用的な表現。動詞 ἀνύω(成し遂げる、終える)の未完了過去で、直訳すると「私が成し遂げられる限りにおいて」となり、転じて「全力の速さで」の意となる。
  2. 349οὐκ ἀγωνιᾶν μᾶλλόν τι παρειστήκει μοι ἢ θαρρεῖν — 非人称的に用いられる動詞 παρίσταται(「〜という考えや感情が心に浮かぶ、生じる」)に、与格の μοι と、対比される2つの不定詞 ἀγωνιᾶν(不安になる)および θαρρεῖν(勇気を持つ)が結合した構文。「私には不安になることよりも、むしろ勇気を持つことの方が生じていた」の意。
  3. 349πρὶν καταλῦσαι τὴν ὁδὸν — 接続詞 πρίν +不定詞の構文で、「旅を終える前に(あるいは宿に入る前に)」の意。ここでの καταλύω は、旅(ὁδός)を完了して足を止める、あるいは宿泊するという文脈で使用されている。
  4. 349πέψις ἀπήντα μόλις ἐν συχνῷ τινι μέρει τῆς ἐπιούσης ἡμέρας ἡσυχάζοντι μὲν, καθεύδοντι δʼ οὔ — 主語は πέψις(消化)。与格分詞である ἡσυχάζοντι と καθεύδοντι は、文脈上省略されている与格代詞(「私に」)を修飾する一致分詞。「私が静かに休んでいるが、眠ってはいないときに、翌日のかなりの部分においてようやく消化が行われた」という構文関係を示す。
  5. 350ὥσπερ στροφήν τινα δευτέραν ἀποδιδόντες — 古代の陸上競技の往復走(diaulos)における折り返し点(στροφή)の旋回に例えた比喩的表現。ここではキジコスへの往路と復路を、競技場のトラックを第二の往復(折り返し)として走ることに見立てている。

この箇所を引用する

アイリオス・アリステイデス, 聖なる話 5 §349-350. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg027.humanitext-grc2:349-350

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。