§343τε εὐθὺς ἐκπέμπει μοι ῥᾳστώνης ἕνεκα τῆς προσόδου·
(リクトルたちを)すぐに私に派遣してくれ、出廷を容易にするためであった。
τουτὶ γὰρ πρόσθεν ᾐτηκὼς ἔτυχον αὐτόν·
というのも、私はあらかじめ彼にこれを求めていたからである。
καὶ ἐπειδὴ παρῆλθον, ἅπασαν αἰδῶ καὶ παρʼ αὐτοῦ καὶ παρὰ τῶν συνέδρων, ὡσαύτως δὲ ῥητόρων τῶν προσεστηκότων καὶ τῶν ἄλλων ὁπόσοι παρῆσαν, καὶ σχῆμα ἐπιδείξεως μᾶλλον ἦν ἢ δίκης·
そして私が中に入ると、彼(セウェルス)からも陪席者たちからも、同様にそこに立ち会っていた弁論家たちや、その他に居合わせたすべての人々からも、この上ない敬意が示され、それは裁判というよりはむしろ(弁論の)披露会のようであった。
ἥ τε γὰρ εὔνοια θαυμαστὴ καὶ τὸ πρὸς τοὺς λόγους ὡρμηκὸς ἐπεσήμαινον τότε καὶ χειρὶ καὶ φωνῇ, καὶ πάντʼ ἦν ὥσπερ ἐπὶ σχολῆς ἀκροωμένων.
好意は素晴らしく、彼らは私の弁論への熱意を手や声で示し、すべてはまるで学校で講義を聴いている人々のようであった。
πέντε δὲ μέτρων ἐκπερανθέντων καὶ παρρησίᾳ μου χρησαμένου πλείονι καὶ παραδηλώσαντος ὁποῖός τις ἂν εἴην παρὰ τῷ βασιλεῖ, τούτους ποιούμενος τοὺς λόγους, τελευτῶν ὁ Σεβῆρος ἑνὸς τῶν ἀπὸ τῆς πόλεως συνδίκων μικρὰ καὶ μετʼ εὐφημίας ἀπαντήσαντος ἡμῖν, ἅμα καὶ τὴν βουλὴν τιμῶν κἀμοὶ ταυτὸν ἔσεσθαι νομίζων, καὶ ταύτην ἀρίστην εἶναι γνῶσιν, πέμπει με αὖθις εἰς τὴν βουλὴν μετὰ γραμμάτων ἐντίμων.
5つの水時計(の制限時間)が終わり、私がより大きな率直さを用い、自分が皇帝のそばでどのような者であるかをそれとなく示しつつ、これらの弁論を行ったが、最後に、都市の代言人の一人が私たちに対して短く好意的な応答をした後、セウェルスは、評議会を尊重すると同時に、私にとってもそれが同じく(名誉なこと)になると考え、またこれが最善の決定であると判断して、敬意を込めた書簡とともに私を再び評議会へと送り出した。
καὶ συνέβη δή μοι οὐ μόνον τὴν ἀτέλειαν βεβαιώσασθαι, ἀλλὰ καὶ μετὰ τιμῆς τοσαύτης καὶ σχήματος, ὥστε μηδενὶ τῶν ἄλλων δοκεῖν περὶ ταῦτα κοινωνεῖν.
そしてその結果、私は公役免除を確実にしただけでなく、非常に大きな栄誉と格式をもってそれを成し遂げたので、他の誰一人としてこのようなことにおいて(私と)比肩しうる者はいないと思われるほどであった。
τῆς δʼ ἑτέρας ἀρχῆς, ἐφʼ ἣν αὐτὸς ἦγέ με, οὐδʼ ἐμνήσθη πρὸς ἐμὲ, οὐδʼ οὖν ἡμεῖς πρὸς ἐκεῖνον·
もう一方の職務、すなわち彼自身が私をあてがおうとしていたものについては、彼は私に対して一言も触れず、私もまた彼に対して触れなかった。
ἀλλʼ ἐπέστειλεν ἐφʼ αὑτοῦ τοῖς ἄρχουσι, κελεύων ἕτερον ἀντʼ ἐμοῦ καταστῆσαι.
しかし彼は自ら執政官たちに手紙を送り、私の代わりに他の者を任命するよう命じた。
εἰς τοῦτο ἐτελεύτησεν ἡ πρόρρησις τοῦ θεοῦ.
神の予言はこのような結末を迎えた。
καί μοι λογιζομένῳ τὰ ἀνηλωμένα μισθόν τʼ ἀγοραίοις καὶ οἰκέταις ἐφόδια, εἴ τινάς ποι τούτων ἕνεκα ἀπέστειλα, αἱ πεντακόσιαι μάλιστά πως συνέβαινον δραχμαί.
そして、私が代理人たちへの報酬や、このためにどこかへ派遣した召使たちの旅費など、費やされた費用を計算してみると、およそ500ドラクマほどになっていた。
οἷον δʼ αὖ καὶ τὸ πρόσθεν τούτων ἐνιαυτῷ σχεδὸν γενόμενον ἐπὶ Πολλίωνος ἄρχοντος τῆς Ἀσίας.
また、これよりおよそ1年前に、ポリオがアジアの総督であった時に起こったことも、これに類するものであった。
ἄρτι μὲν εἰς τὸ βουλευτήριον παρεληλύθειν ἐκ τῆς πολλῆς ἡσυχίας, ὥσπερ ἔφην, τοῦ θεοῦ προαγαγόντος κατὰ τοὺς λόγους·
私が長い沈黙から評議会へと入ったばかりの時、私が言ったように、神が弁論へと私を導き出されたのであるが、誰もが、私が若者たちを指導することになるだろうと期待していた。
ἅπαντες δʼ ἦσαν ἐπʼ ἐλπίδων ὡς καὶ δὴ συνεσοίμην τοῖς νέοις· ἀπωλώλεσαν δὲ οἱ δείλαιοι σοφισταὶ τῷ δέει, οὐχ ἅπαντες, ἀλλʼ οἷς ἀνιᾶσθαι ἐπιμελὲς ἦν, ᾑρέθην ἐκλογεύς.
ところが、哀れなソフィストたちは恐怖で気も狂わんばかりであった――全員ではなく、私に嫌がらせをすることに熱心だった者たちであるが――、私は徴税官に選出されてしまった。
ἧκε τὸ πρᾶγμα ἐπὶ τὸν πρεσβευτὴν, κυροῖ τὴν χειροτονίαν ἐν Φιλαδελφίᾳ δικαστηρίοις ἀπόντος ἐμοῦ.
事態は副総督のもとに及び、彼はフィラデルフィアの法廷で、私の不在のままその選出を承認した。
μετὰ ταῦτα ἀνεγιγνώσκετο ἐν τῇ βουλῇ ἡ γνῶσις ἡ τοῦ πρεσβευτοῦ.
その後、副総督の決定書が評議会で朗読された。
καὶ παρʼ ἡμῶν ἔφεσις μὲν εἰς Ῥώμην ἐδίδοτο, §344ἐπιστολαὶ δʼ ἐπέμποντο παρά τε αὐτὸν Πολλίωνα καὶ τὸν πρεσβευτὴν οἷα εἰκὸς λέγουσαι.
そして私たちの方からは、ローマへの上訴が提出され、同時に、ポリオ自身と副総督へ、当然言うべき内容を記した手紙が送られた。
ὁ δὲ θεὸς τάδʼ ἐσήμαινεν·
神は次のような兆しを示された。
ἐδόκουν τὸν Ἄλκιμον τὸν διοικητὴν, ὃν ἔπεμψα τούτων ἕνεκα, ἐπανήκειν, κομίζοντά μοι λόγον Δημοσθένους τὸν ὑπὲρ τοῦ στεφάνου, ἔχοντα οὐχ ὡς νῦν, ἀλλʼ ἑτέρως γε καὶ καθʼ ἑτέραν σύνθεσιν.
私がこの件のために派遣した管理者アルキモスが戻ってきて、デモステネスの『王冠について』の弁論を私に持ってきてくれた夢を私は見たが、その中身は今あるようなものではなく、異なった風に、異なった構成になっていた。
καὶ πάλιν ἦσαν ὑποσχέσεις, ὡς Γλαβρίωνος τοῦ πάνυ συγκαταστήσαντος τὸ πᾶν.
Jewb 訳注によると、これ以降も幾度か神による約束の兆しがあり、グラブリオという有力者も解決に寄与した。
ὁ δʼ ἔτυχεν, οἶμαι, τότε ἐπιδημῶν.
彼は当時、ちょうど滞在していたと思う。
ἐγένοντο δέ μοι καὶ παρὰ τοῦ Σαράπιδος καὶ τῆς Ἴσιδος χρησμοὶ, ὡς πεπραξομένου τε τοῦ πράγματος καὶ ἐχθροῖς εἰς φιλίαν ἥξεις ἔφασαν.
また私には、サラピスとイシスからも神託があり、事が成就するであろうこと、そして「汝は敵たちと友好関係に至るであろう」と彼らは告げた。
καὶ τὰ μὲν χρησθέντα καὶ φανθέντα ὡς ἐν κεφαλαίοις τοιαῦτα ἦν·
神託や夢に現れた事柄は、要約すればこのようなものであった。
εἰς δὲ τὴν Φιλαδελφίαν ἀφίκοντο οἱ πεμφθέντες, καὶ ἦν μὲν ἀφέσιμος, ὡς ἔφασαν, ἡμέρα, ᾗ τὰ γράμματα ἀπεδίδοσαν.
さて、派遣された人々がフィラデルフィアに到着したが、彼らが書状を提出した日は、彼らが言うには、休廷日であった。
ἀναγνοὺς δὲ ὁ Πολλίων, καί τινος καιροῦ γενομένου περὶ ἡμῶν ὑπὸ τῶν ἐν τῇ προσρήσει παρόντων, γνοὺς τοῦ πρεσβευτοῦ τὴν ἀφέλειαν κελεύει πορευθέντα εὐθὺς καθίζεσθαι καὶ ἐπανορθώσασθαι τὴν γνῶσιν.
しかし、ポリオはそれを読み、謁見に居合わせた人々が私たちの件について(口を添える)機会があった後、副総督の不注意を認め、彼にすぐに赴いて開廷し、決定を修正するように命じた。
ποιεῖ ταῦτα ὁ πρεσβευτὴς καὶ καθίζει ἑνὸς ἕνεκα τούτου καὶ δίδωσι γράμματα ἕτερα πρὸς τὴν βουλήν.
副総督はこれを行い、まさにこのことのためにだけ開廷し、評議会へ向けた別の書簡を与えた。
κομισθέντων δʼ αὐτῶν ὁ ἄρχων, ὅσπερ προθυμότατα ἀνθειστήκει μοι καὶ τἀναντία τούτων ἀνεγνώκει πρότερον, θορυβούμενος ἤδη καὶ ἐν παντὶ ὢν ἔπεμψεν ὡς τοὺς ἡγεμόνας πυνθανόμενος περὶ αὐτῶν.
それらが届けられると、私に最も熱心に反対し、以前にはこれとは反対の決定を読み上げていた執政官は、今や狼狽し、どうしてよいか分からなくなり、その書簡について尋ねるために総督たちのもとへと使者を送った。
οἱ δʼ οὐδὲν ἀπεκρίναντο.
しかし、彼らは何も返答しなかった。
ὁ δʼ ἐλθὼν ὡς ἐμὲ ἐδεῖτο συγγνώμην ἔχειν, καὶ παρῄειν εἰς τὴν βουλὴν, καὶ τῆς τε διακονίας ἀφείθην καὶ τῆς ἀτελείας ἔτυχον·
そこで彼は私のところへ来て、許しを請うた。 私は評議会に出席し、その職務から免除され、公役免除を得た。
πρῶτον τότε καὶ μετὰ τοῦτο φίλτατος μὲν ὁ ἄρχων, φίλτατος δὲ ὁ πρεσβευτὴς αὐτός.
この時が最初であり、これ以後、その執政官も、そして副総督自身も私の最も親しい友となった。
φέρε δὴ καθάπερ κλίμακος ἀεὶ τῷ ἀνωτέρω προϊόντες ἑτέρου τῶν ὑπὲρ ταῦτα μνημονεύσωμεν.
さあ、階段を常に上へと登っていくように、これらよりさらに重大な別の出来事を思い出すことにしよう。
ὁ σοφιστὴς, οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἦρχεν.
私が少し前に言及したあのソフィストが、執政官を務めていた。
ἱσταμένου δὲ τοῦ ἔτους καὶ γιγνομένης ἐκκλησίας τῆς πρώτης ἧκον ἐκ δήμου καλοῦντές με, οἷα δὴ διὰ χρόνου τε ἀφιγμένον, καὶ ἅμα ἀπαγγέλλοντες ὅτι μέλλοιεν θύσειν ὑπὲρ ἐμοῦ δημοσίᾳ, ὅπερ οὖν καὶ πρότερον πολλάκις πεποιηκότες ἦσαν.
年が始まり、最初の民会が開かれた時、民衆から私を呼びに来る人々がやって来た。 私が久しぶりに到着したからであり、同時に、私のために公に犠牲を捧げるつもりであることを知らせるためであった。 実際、彼らは以前にも何度もそうしていたのである。
ὡς δὲ παρῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ὁ δῆμος τὰ
そして、私が民会に入ると、民衆は……