Humanitext Reader

阿里斯·台德斯 · 圣书四 §345-346

当选阿斯克勒庇俄斯神职与土地诉讼胜诉

第 13 段,共 13 段 · 希腊语

内容简介

阿里斯泰德斯在民会上被选为阿斯克勒庇俄斯的神职,并遵循神明的指引。随后,他在逗留埃及期间购买的土地遭到米西亚人的袭击,但正如梦中所预示的那样,他得到了总督朱利安努斯等人的支持,最终在法廷上胜诉并夺回了土地。

§345εἰωθότα ἐπεθορύβησεν, ἔργου εἴχοντο οἱ παρεσκευασμένοι κροτοῦντές τε καὶ τὴν ἱερωσύνην τὴν κοινὴν τῆς Ἀσίας ἀνατιθέντες μοι καὶ τὸν δῆμον ἐσπάσαντο οὐ χαλεπῶς.
(民众)如往常一样大声欢呼,而那些做好准备的人便开始行动,一边鼓掌,一边将亚细亚的共同神职委任给我,并轻而易举地争取到了民众。
καὶ ἅμα αἱ ἀρχαὶ περιίσταντό με ἄλλος ἄλλοθεν ἐπαινῶν καὶ βοῶν καὶ πρὸς τὸν δῆμον τῇ παρακλήσει φιλοτιμούμενοι.
同时,执政官们也从四面八方围住我,纷纷赞赏和高呼,竞相向民众发出呼吁。
ἐγεγόνει δέ μοι σημεῖα ἐξ ὀνειράτων λαμπρὰ καὶ ἐπιφανῆ, οἷς ἐθάρρουν καὶ πάνυ.
我当时也得到了来自梦境的显赫而清晰的预兆,并因此倍感振奋。
λόγον δʼ αἰτήσας οὕτως ἔπεισα ὥστε ὁ δῆμος ταύτης μὲν ἀπέστη τῆς ἀξιώσεως, ἐψηφίζετο δέ μοι τὴν ἱερωσύνην τοῦ Ἀσκληπιοῦ μάλα φαιδρῶς ἅπας, ἔτι δʼ ἦν ἐν κατασκευῇ τότε ὁ νεὼς ὁ πρὸς τῷ ἔξω λιμένι.
我请求发言,并成功说服了他们,使民众放弃了这一要求,但他们所有人仍非常高兴地一致投票,将阿斯克勒庇俄斯的神职授予我;而当时外港旁的那个神殿还在建造中。
καὶ οἶδα εὐδοκιμήσας οἷς ἀπεκρινάμην· ἔφην γὰρ ὡς οὐδὲν οὔτε μεῖζον οὔτε ἔλαττον οἷόν τʼ εἴη πράττειν μοι ἄνευ τοῦ θεοῦ, οὔτʼ οὖν αὐτὸ τὸ ἱερᾶσθαι νομίζειν ἐξεῖναι πρότερον, πρὶν ἂν αὐτοῦ πύθωμαι τοῦ θεοῦ.
我知道我因自己的回答而赢得了声誉;因为我说过,没有神明的允许,我不可能做任何大大小小的事,而且在亲自请示神明之前,甚至不该认为自己被允许担任祭司。
οἱ δʼ ἐθαύμασάν τε καὶ συνεχώρουν.
他们感到惊奇并表示同意。
γενομένων δὲ τούτων εὐδοξία καὶ ζῆλος ἦν ἐπὶ ταῖς δημηγορίαις, καὶ οὐδὲν δεῖν ᾤμην ἔτι πραγμάτων.
这些事情发生后,我的公众演说赢得了极大的名声和羡慕,我以为自己再也不会遇到任何麻烦了。
ὁ δὲ θεὸς οὔ τί που εἴα πέρας τοῦτο ἔχειν, ὁ δʼ ἐγχειρίδιον ἔχει ὑπὸ μάλης.
但神明显然不容许以此为终结。 神明在腋下藏着一把短匕首。
καὶ συμβαίνει μετὰ τοῦτο συνέδρους μὲν ἐξιέναι Σμυρναίων εἰς Φρυγίαν ἄνω καὶ μέλλειν φέρειν τοὐμὸν ὄνομα ἐν τῷ συνεδρίῳ τῷ κοινῷ, προαισθέσθαι δέ με καὶ πέμψαι τὸν τροφέα τὸν Ζώσιμον· καὶ γίγνομαι τρίτος ἢ τέταρτος τῇ χειροτονίᾳ.
此后发生的事情是,士麦那的议员们前往上弗里吉亚,准备在共同议会上提出我的名字,但我提前察觉并派出了我的抚养人佐西莫斯;结果我在选举中名列第三或第四。
μετὰ ταῦτα ἔφεσις, κλῆσις ἡγεμόνος, κλῆσις τοῦ σωτῆρος εἰς Πέργαμον· διέτριβον δʼ ἐν τῷ χωρίῳ τῷ εἰωθότι τοῦτον ἤδη τὸν χρόνον αὐτοῦ γε πέμψαντος.
此后是上诉、总督的传唤,以及救主传唤我去佩尔加蒙;当时我已经在自己常去的地方逗留了,因为是神明亲自派我去的。
δευτέρᾳ δʼ ἡμέρᾳ ᾗ ὡρμήθην ἀπαντᾷ μοι ὁ κομίζων τὴν ἐπιστολὴν τοῦ ἡγεμόνος.
在我出发后的第二天,携带总督信件的使者遇到了我。
καὶ ἐπειδὴ ἀνέγνων τὰ γράμματα, ἀλλὰ προκέκλημαί τε, ἔφην, ὑπὸ τοῦ θεοῦ καὶ θέοντα ἐπεγείρεις.
当我读完信件时,我说:“但我早已受到神明的召唤,你这是在鞭策正在奔跑的人。
τί δεῖ διατρίβειν;
何必耽搁呢?
ἀφείθην γὰρ πάντων πραγμάτων ἐν περιόδῳ τῶν ναῶν τῶν ἐν Ἀσκληπιοῦ.
”因为在围绕阿斯克勒庇俄斯神殿群巡礼期间,我已被免除了所有的事务。
οὕτω πρὸς ἡμᾶς ἔσχεν ὁ ἡγεμών· οἶμαι δʼ οὐκ ἐκεῖνος μᾶλλόν τι ἢ ὁ τῷ ὄντι καὶ καθάπαξ ἡγεμών.
总督对我们的态度就是如此;但我认为,这与其说是他的功劳,不如说是那位真正且绝对的主宰者的功劳。
ὅμοιον δὲ τούτῳ καὶ τὸ πρῶτον ἁπάντων τούτων γενόμενον.
与此相似的还有在所有这些事情中最先发生的一件。
χωρίον ἐστὶ Λανεῖον οὐ πόρρω τοῦ ἱεροῦ τοῦ Διὸς, οὗ κἀν τοῖς ἄνω λόγοις ἐμεμνήμην τοῦ ἱεροῦ.
有一处名叫拉内翁的地方,离宙斯神殿不远,我在之前的叙述中也提到过那座神殿。
τοῦτο τὸ χωρίον §346πριαμένων ἐμοὶ τῶν ἐμῶν ἐπὶ τῆς διατριβῆς τῆς ἐν Αἰγύπτῳ ἐσφετερίζοντο Μυσῶν τινες, πολλὰ καὶ παντοῖα τὸ μὲν πρῶτον λέγοντες, ἔπειτα καὶ πράττοντες ἤδη.
这处地方在我逗留埃及期间,由我的亲属为我买下,但一些米西亚人企图占为己有,起初找了各种借口,随后已经付诸行动。
ὡς γὰρ ἀπέγνωσαν αὑτοὺς, ἵνα μὴ κατʼ ἐμαυτοῦ λέγω τὸ βλάσφημον, ἀθροίσαντες ὡς ἠδύναντο πλείστους οἰκέτας ἅμα καὶ μισθωτοὺς, ἐπῆλθον μεθʼ ὅπλων ἁπάντων· ἔπειθʼ οἱ μὲν αὐτῶν ἄπωθεν ἠκόντιζον καὶ ἐσφενδόνων λίθοις καὶ βώλοις, οἱ δʼ εἰς χεῖρας ᾔεσαν, οἱ δʼ ἐνεβάτευον εἰς τὴν οἰκίαν καὶ τοῖς ἔνδον ἐχρῶντο ὡς οὖσιν ἑαυτῶν· πάντα δʼ ἦν ταραχῆς μεστὰ καὶ τραυμάτων.
因为当他们陷入绝望——免得我说出对自己不利的凶兆——他们聚集了尽可能多的奴隶和雇工,带着所有武器向我们袭来;随后,他们中的一些人从远处投掷标枪,用投石器发射石块和泥团,另一些人则进行肉搏,还有一些人闯入屋内,将里面的财物据为己有;一切都充满了混乱和伤亡。
ἀγγελθέντων δὲ τούτων εἰς Πέργαμον εἶχον μὲν οὕτως τὸ σῶμα ὥστε ἀναπνεῖν μόλις· ἀγορὰ δʼ ἦν δικῶν· ὅ τι δὲ χρήσομαι ἠπόρουν.
当这些消息传到佩尔加蒙时,我的身体状况极差,几乎无法呼吸;当时又是法庭开庭的季节;我正不知该如何是好。
ὁ δὲ θεὸς τήν τε πρόσοδον ἐξεῦρε τὴν πρὸς τὸν ἡγεμόνα καὶ τὸν καιρὸν παρεσκεύασε.
但神明既找到了拜谒总督的途径,又为我准备了时机。
καὶ τὸ μὲν ἀκροτελεύτιον τῶν ὀνειράτων Ἀδριανὸς ἦν ὁ αὐτοκράτωρ ἐν τῇ αὐλῇ τοῦ ἱεροῦ, περιέπων τέ με ἄρτι γνώριμον αὐτῷ γεγονότα καὶ ὑποτιθεὶς ἐλπίδας μεγάλας.
而梦境的最后部分是哈德良皇帝在神殿的庭院里,极力关照刚刚与他结识的我,并让我抱有巨大的希望。
τὸ δὲ συμβὰν εὐθὺς ἐπὶ τῇ ὄψει ταύτῃ τόδε.
在这场梦境之后立即发生的事件如下。
ἧκον εἰς τὸ ἱερὸν οὕτως ὅπως οἷός τʼ ἦν· καί μου διατρίβοντος ἔτι αὐτόθι ὁ ἡγεμὼν Ἰουλιανὸς ἐπέρχεται καὶ σὺν αὐτῷ Ῥουφῖνος.
我以力所能及的方式来到了神殿;当我还在那里逗留时,总督朱利安努斯抵达了,鲁菲努斯与他同行。
γνοὺς δὲ ἐγὼ τὸν καιρὸν τῷ τε Ῥουφίνῳ φράζω τὸ πρᾶγμα καὶ τῷ Ἰουλιανῷ ἀναστρέφοντι προσέρχομαι, κατʼ αὐτόν πως ὃν εἶδον ὄναρ τὸν τόπον καὶ ὅσα τε αὐτῷ μοι καιρὸς ἦν εἶπον, καὶ ὁ Ῥουφῖνος προθυμίας οὐδὲν ἀπέλειπεν.
我察觉到了时机,便将事情向鲁菲努斯作了说明,并在朱利安努斯折返时走上前去,刚好就在我梦中所见到的那个地方,向他陈述了当时有机会说的一切,鲁菲努斯也极尽热心地予以协助。
ὁ δʼ οὕτως ἔνθεος γίγνεται ὥστʼ εὐθὺς μὲν περιέβαλλεν, ὡς ἄν τις πάλαι φίλτατος, λαβόμενος δέ μου τῆς χειρὸς θαρρεῖν τε ἐκέλευε καὶ περὶ τὸν θεὸν ἔχειν, ταῦτα δὲ αὑτῷ μελήσειν· καὶ τέλος εἶπεν, οὐ μὴ ἡμῶν καταφρονήσωσι.
总督仿佛受到神灵感召一般,立刻像对待久违的挚友一样拥抱我,拉着我的手,让我放心,专心侍奉神明,并说这些事由他来处理;最后他说:“他们绝不能轻视我们。
γίγνεται δὲ ἐπὶ τοῦ δικαστηρίου καὶ καλέσας τὴν δίκην καὶ λόγων οὐ πολλῶν ῥηθέντων ἠγανάκτησέ τε τοῖς γενομένοις καί τινα καὶ τῶν μετασχόντων τῆς ἐπιδρομῆς εἰς τὴν εἱρκτὴν ἐνέβαλε, καὶ τὸ χωρίον ἡμῖν ψηφίζεται, καὶ εἰσῄειμεν εἰς αὐτὸ ὑπὸ γραμμάτων·
”接着案件提交到了法庭,他召集诉讼,在进行了简短的辩论后,便对所发生的事感到极其愤慨,随即将参与袭击的几个人投入监狱,并将那片土地判给了我们。
ὁπλῖται δὲ καὶ σφενδονῆται καὶ πάντα ἐκεῖνα ὑπεχώρει τῷ θεῷ.
我们凭借官方公文进入了那里;而那些重装步兵、投石兵以及所有那些威胁,都在神明的面前退缩了。

词汇与语法注释

  1. 345ὁ δʼ ἐγχειρίδιον ἔχει ὑπὸ μάλης — 希腊语中的俗语,意为“他在腋下藏着一把短匕首”。表示神明在让主人公安心之后,又在背后准备了意想不到的考验或困难。
  2. 346ἵνα μὴ κατʼ ἐμαυτοῦ λέγω τὸ βλάσφημον — 使用表示目的的连词 ἵ延的插入从句。意为“免得我说出对自己不利的凶兆”,这是一种避邪、避免招致不幸(如毁灭或死亡)的固定表达,用以委婉地描述对手的极端行为或绝望状态。
  3. 346οὐ μὴ ἡμῶν καταφρονήσωσι — 双重否定 οὐ μή 后接不定过去时虚拟语气(καταφρονήσωσι),用以表达对未来的强烈否定或禁止。体现了总督朱利安努斯的坚定决心:“他们绝不能轻视我们。”

引用这一段

阿里斯·台德斯, 圣书四 §345-346. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:345-346

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。