§329ἀποδοῦναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ τε καὶ σωτῆρι, ἐπειδήπερ ἐνταῦθʼ ἥκομεν τοῦ λόγου.
既然我们的叙述已经到了这个地步,那么对提洛岛的、同时也是我们救主的小亚细亚阿波罗奉献感谢,也是理所当然的。
ὡς γὰρ ἐξέβην εἰς τὴν Δῆλον, ἀχθεσθεὶς τῷ κυβερνήτῃ, ταραχώδει τε ὄντι καὶ ὑπεναντία τοῖς ἀνέμοις πλέοντι, καὶ οἷον ἀροῦντι τὸ πέλαγος, εὐθὺς ὅρκῳ καταλαμβάνω ἦ μὴν μήτε ἐκπλεύσεσθαι δυοῖν ἡμερῶν, ἀλλʼ εἰ φίλον αὐτῷ, πλείτω, ἔφην, ἐφʼ αὑτοῦ.
因为当我登上提洛岛时,由于对船长感到愤怒——他当时惊慌失措、逆风航行,仿佛在海中犁地——我立即让他宣誓,绝不在两天之内出港,但是,我告诉他,如果他愿意,他就自己航行。
κἀγὼ μὲν τῷ θεῷ θύσας καὶ διατρίψας ὅσον οἷός τʼ ἦν περὶ τὸ ἱερὸν, εἰσελθὼν εἰς τὸ δωμάτιον καὶ προειπὼν τοῖς οἰκέταις, ἂν ἀφίκηταί τις ἐκ πλοίου, χαίρειν κελεύειν, ἀνεπαυόμην ἐν τῷ λιμένι τῶν Δηλίων.
而我则向神献祭,在神殿周围尽我所能地度过了一些时间,随后进入房间,并预先吩咐仆人们,如果有船上的人来,就向他们表示欢迎,然后我在提洛人的港口中休息。
οἱ δʼ ἧκον οἴνῳ βεβαρηότες οἱ ναῦται περὶ πρῶτον ὕπνον σχεδὸν, καὶ προστάντες ἔκοπτον τὴν θύραν, καὶ ἐκέλευον ἐξιέναι καὶ χρῆσθαι πλῷ·
然而,那些喝得烂醉的船员们在大约刚入睡的时候来了,站在门前敲门,命令我出去启航,因为天气好得惊人。
καὶ γὰρ εἶναι θαυμαστὸν οἷον. ἀποκριναμένων δὲ τῶν παίδων ὅτι ληροῖεν καὶ οὐδʼ ἂν εἴ τι γίγνοιτο κινησοίμην, ἀπιόντες ᾤχοντο πρὸς ὀργὴν, ὡς δὴ μεγάλων στερόμενοι.
但是,当仆人们回答说他们在胡说八道,而且无论发生什么,主人(我)都不会动弹时,他们便愤然离去,仿佛被夺走了什么重大的东西。
ἀλεκτρυόνων τε ᾠδαὶ πλησίον ἦσαν, καὶ καταρρήγνυται σκηπτὸς ἐξαίσιος, καὶ ἡ θάλαττα ἠλαύνετο λαίλαπι ἀγρίᾳ καὶ πάντα ἐπεκλύζετο, καὶ τὰ πλοιάρια τὰ ἐν τῷ λιμένι τὰ μὲν εἰς τὴν γῆν ἐξέπιπτε, τὰ δʼ ἀλλήλοις ἐνέπιπτε καὶ συνετρίβετο·
此时,鸡鸣声已近,突然一声霹雳巨响,大海被狂暴的狂风驱赶,一切都被淹没了。
ἡ δʼ ὁλκὰς ἡ κομίζουσα ἡμᾶς ἀπορραγέντων τῶν καλωδίων ἐκυλινδεῖτο ἄνω καὶ κάτω, καὶ μόλις σὺν βοῇ πολλῇ καὶ ταραχῇ τῶν ναυτῶν διασώζεται· καὶ ἐπιγίγνεται ὕδωρ ἐξ οὐρανοῦ πολὺ καὶ λάβρον, καὶ ἐν τῇ νήσῳ θόρυβος ἦν ὥσπερ ἐν νηί.
港口里的小船有的被冲上陆地,有的互相碰撞而粉碎;而载运我们的那艘商船,由于缆绳断裂,在风浪中上下颠簸,在船员们的巨大呼喊和混乱中才勉强保全;天空中又降下了又大又急的暴雨,岛上的混乱就像在船上一样。
ἅμα δὲ τῇ ἕῳ παρῆσαν μὲν οἱ φίλοι σπουδῇ, οὓς ἔτυχον ἀνειληφὼς ἰδίοις τέλεσι πλέων, εὐεργέτην, σωτῆρα ὀνομάζοντες, συγχαίροντες τῆς παρὰ τῶν θεῶν προνοίας· παρῆσαν δὲ καὶ οἱ ναῦται χάριν ἤδη εἰδότες καὶ θαυμάζοντες ἐξ οἵων κακῶν ἐπικειμένων ἐσώθησαν.
黎明时分,我自费乘船带来的朋友们急忙赶来,称我为恩人和救主,共同为神明庇佑而高兴;船员们也来了,他们现在满怀感激,并惊叹自己竟然从如此可怕的迫在眉睫的灾难中幸免于难。
τὸ μὲν κέρδος τοσοῦτον καὶ ὁ μισθὸς τοῦ ᾁσματος, ὥσπερ Σιμωνίδῃ παρὰ τῶν Διοσκούρων φασὶ γενέσθαι, τὸ σωθῆναι μόνον ἀνθʼ ὧν εἰς αὐτοὺς ἐποίησε, πλὴν ὅσον ἡμεῖς γε οὐ μόνοι τότε, ἀλλὰ καὶ οἱ φίλοι μεθʼ ἡμῶν ἐσώθησαν.
这次的收获是如此之大,歌的奖赏就像人们所说的西蒙尼德斯从迪奥斯库洛伊那里得到的一样——仅仅是因为他为他们创作的歌而得以生还——只不过在我们的情况下,当时不仅我一个人,我的朋友们也和我们一起获救了。
ἐχέτω δὲ ὁπότερά τις βούλεται εἴτε τοῦ Παιᾶνος ταύτην γενέσθαι τὴν ἐπικαρπίαν καὶ χάριν καὶ διὰ τοῦτο ὑπάρξαι σωθῆναι §330εἴτε τοῦτο μὲν πάντως ἂν οὕτω γενέσθαι, τὸν δὲ θεὸν προειδότα ἐφʼ ἅπασι τοῖς μέλλουσι σημῆναι τοῦτο μὲν ὡς ἐν θαλάττῃ κίνδυνοί τε συμβήσονται καὶ ἐξ αὐτῶν σωτηρίαι, τοῦτο δὲ ὡς τῶν περὶ τὸ σῶμα ἀποριῶν ἔσται παιὼν αὐτός τε καὶ τῶν αὐτοῦ παίδων ὁ πρῶτός τε καὶ πάντα παύειν εἰδὼς ὁπόσοις κάμνουσιν ἄνθρωποι.
但是,无论谁想怎么看都可以:或者认为这是《凯旋歌》的收获和恩典,并因此得以生还;或者认为,这件事情无论如何都会这样发生,但神预知了未来的一切,指示一方面在海上会发生危险,并从中获得拯救,另一方面,对于身体的困境,他自己以及他那些知道如何消除人类所患一切痛苦的子嗣中的长子,将成为医治者。
λόγος δὲ ἥκει λόγῳ συνεχὴς καὶ λέγωμεν πάλιν ὡς μετὰ τῶν ἄλλων ὁ σωτὴρ Ἀσκληπιὸς καὶ τοῦτʼ ἐπέταξεν ἡμῖν, διατρίβειν ἐν ᾁσμασι καὶ μέλεσι, καὶ δὴ καὶ παίζειν τε καὶ τρέφειν παῖδας.
而接下来的故事与这个故事紧密相连,让我们再次说明:救主阿斯克勒庇俄斯除了其他事情之外,还命令我们把时间花在歌和旋律中,并且还要戏耍和抚养孩子。
ὅσα μὲν δὴ καὶ ἄλλα τῆς συμβουλῆς ταύτης ἀπελαύσαμεν εἰς εὐθυμίαν καὶ τὸ ἀνταρκεῖν ἀπέραντον ἂν εἴη λέγειν, τὰ δʼ ᾁσματα ᾖδον οἱ παῖδες, καὶ ὁπότε ἢ πνίγεσθαι συμβαίνοι, τοῦ τραχήλου ταθέντος ἐξαίφνης ἢ τοῦ στομάχου καταστάντος εἰς ἀπορίας, ἤ τις ἄλλη γένοιτο ἄπορος προσβολὴ, παρὼν ἂν Θεόδοτος ὁ ἰατρὸς καὶ μεμνημένος τῶν ἐνυπνίων ἐκέλευε τοὺς παῖδας ᾁδειν τῶν μελῶν, καὶ μεταξὺ ᾀδόντων λάθρα τις ἐγίγνετο ῥᾳστώνη, ἔστι δʼ ὅτε καὶ παντελῶς ἀπῄει πᾶν τὸ λυποῦν.
我们从这一建议中获得了多少其他用于宽慰和无尽自足的益处,那是说不完的;但孩子们唱着歌,每当我的脖子突然拉紧而发生窒息,或者胃部陷入困境,或者发生其他无法解决的发作时,在场的医生狄奥多托斯想起了梦境,便命令孩子们唱起这些旋律,在他们唱歌的时候,痛苦在暗中得到了某种缓解,有时甚至所有的痛苦都完全消失了。
καὶ τοῦτο δὴ τοσοῦτον κέρδος ἦν καὶ τὸ τῆς τιμῆς ἔτι τούτου μεῖζον· εὐδοκίμει γὰρ καὶ τὰ μέλη παρὰ τῷ θεῷ.
这确实是如此巨大的收获,而名誉(的价值)比这还要大;因为这些旋律在神那里也深受欢迎。
ἐκέλευε δʼ οὐ μόνον εἰς ἑαυτὸν ποιεῖν, ἀλλὰ καὶ ἑτέρους ἐσήμαινεν, οἷον δὴ Πᾶνα καὶ Ἑκάτην καὶ Ἀχελῶον καὶ εἰ δή τι ἕτερον.
神不仅命令为他自己作歌,还指示了其他神明,例如潘、赫卡忒、阿刻罗俄斯,以及其他任何人。
ἧκε δὲ καὶ παρʼ Ἀθηνᾶς ὄναρ ὕμνον ἔχον τῆς θεοῦ καὶ ἀρχὴν τοιάνδε Ἵκεσθε Περγάμῳ νέοι, καὶ ἕτερον ἐκ Διονύσου, οὗ τὸ ἐπᾳδόμενον ἦν Χαῖρʼ ὦ ἄνα κισσεῦ Διόνυσε.
此外,阿典娜也托梦送来了一首对女神的赞歌,其开头是:“年轻人啊,来到帕加马吧”,还有一首来自狄奥尼索斯的,其副歌是:“万岁,戴着常春藤的王狄奥尼索斯啊”。
ᾀδομένου δʼ αὐτοῦ καθʼ ὕπνον περιέρρει τὰ ὦτα καὶ ἠχὴ θαυμαστή.
当在梦中歌唱它时,一种美妙的响声在我的耳际回荡。
καὶ ἔδει τὸ γόνυ τὸ δεξιὸν κλίναντα ἱκετεύειν τε καὶ καλεῖν Λύσιον τὸν θεόν· καὶ ἔνεστι ταῦτα ἐν τοῖς ᾁσμασι.
并且必须弯曲右膝,向解脱之神利西奥斯祈求和呼唤;这些内容都包含在歌中。
καὶ ἕτερον ἧκεν ἐξ αὐτοῦ Διὸς, ὅ τι δὲ ἦν δὴ τούτων ἢ πρῶτον ἢ ὕστερον οὐχὶ μέμνηνται, καὶ ἕτερον ἐκ Διονύσου πάλιν, οὐλοκόμην φράζον προσειπεῖν τὸν θεόν.
还有一首来自宙斯本人的歌——虽然他们不记得这些歌中哪一首是先、哪一首是后——还有一首再次来自狄奥尼索斯,指示要称呼神为“卷发的”。
ὤφθη δὲ καὶ ὁ Ἑρμῆς τήν τε κυνῆν ἔχων καὶ τὸ κάλλος θαυμαστὸς καὶ τὴν κίνησιν ὑπερφυής.
赫耳墨斯也显现了,他戴着皮帽,美丽惊人,动作超凡。
καὶ ᾁδων αὐτὸν καὶ γανύμενος ὡς ῥᾳδίως τε καὶ τὰ προσήκοντα εἰρηκὼς ἀφυπνιζόμην.
我歌颂他,因自己能流利且合宜地表达而感到高兴,随后便醒了过来。
ἔδοξα δὲ καὶ περὶ τῶν ἐν Σμύρνῃ θεῶν ἀκοῦσαι τοῦ τροφέως, οἶμαι, ὡς οὐκ ὀρθῶς αὐτῶν ἐπιλελησμένος τυγχάνοιμι, εἰκὸς γὰρ εἶναι καὶ ταύταις ὕπνου ἐπιμεληθῆναι.
我还似乎从我的抚养者那里听到了关于斯密那的神明的事情,我想,我是不是不应该忘记她们,因为这些神明同样关注睡眠也是理所当然的。
πλεῖστα δὲ εἰς
而最……