Humanitext Reader

阿里斯·台德斯 · 圣书四 §327-328

梦中神启下的演说修练与作诗指示

第 4 段,共 13 段 · 希腊语

内容简介

阿里斯泰德阐述了梦境与神圣启示如何重塑了他的演说修练,并记录了神命令其创作诗歌及身体病痛获得神迹治愈的过程。

§327καὶ μὴν τό γε πλεῖστον καὶ πλείστου ἄξιον τῆς ἀσκήσεως ἡ τῶν ἐνυπνίων ἦν ἔφοδος καὶ ὁμιλία.
而且,在修练中最大且最珍贵的部分,便是梦境的降临与对话。
πολλὰ μὲν γὰρ ἤκουσα νικῶντα καθαρότητι καὶ λαμπρῶς ἐπέκεινα τῶν παραδειγμάτων, πολλὰ δʼ αὐτὸς λέγειν ἐδόκουν κρείττω τῆς συνηθείας καὶ ἃ οὐδεπώποτε ἐνεθυμήθην·
因为我听到了许多在纯洁性上超越常轨、且极其光辉地超越了凡常典范的事情,我自己也似乎说出了许多超越平时习惯的、以及我从未想到的好话。
ὧν ὅσα γε ἐμνήσθην ἐν ταῖς ἀπογραφαῖς τῶν ὀνειράτων ἔστησα, ἐν οἷς ὅ τε ὑπὲρ τοῦ δρόμου λόγος λεχθείς ἐστιν, ὅτε ἐκέλευε χρῆσθαι δρόμῳ, καὶ πολλὰ ἕτερά ἐστι.
在这些事情中,凡是我还记得的,我都记录在梦的登记簿中,其中既有在神命令我跑步时为跑步所作的演说,也有许多其他事情。
καὶ ἐν τοῖς βιβλίοις ἐνέσπαρται τοῖς ἡμετέροις Ἀθηνᾶς τε ἐγκώμιον καὶ Διονύσου καὶ ἑτέροις ὡς ἕκαστόν που συμβαίνοι.
在我们的著书中,也散落着对雅典娜、对狄奥尼索斯以及对其他神明的赞歌,这些都是根据当时的情况而作的。
πολλὰ δὲ καὶ προβλήματα ἀφίκετο καὶ ὅπως χρὴ τὸ σύμπαν μεταχειρίσασθαι παρεδείχθη, χωρὶς τῶν εἰς μνήμην διʼ ἀκριβείας ἐλθόντων ῥημάτων.
此外,还出现了许多题目,并且除了精确留在记忆中的言辞之外,还示明了整体上应该如何处理。
ἦν δέ τις καὶ οὗτος τρόπος, φέρων εἰς ἐπίδοσιν, ὁ τῆς ἀδήλου παρασκευῆς· ἔδει γὰρ ἀναστῆναι κεκεντρωμένον εἰς λόγους καὶ παρεσκευασμένον ἐκ νυκτὸς, ὥσπερ ὅταν ἀθλητὴς προγυμνάσηται τὰ ἑωθινά.
此外,还有一种带来进步的方法,即“无形准备”的方法;因为必须在夜间做好准备,并在言论冲动的驱使下起床,这就像运动员进行晨间热身一样。
ἧκε δέ ποτε καὶ τοιοῦτον ἐπίταγμα, πλέξαι λόγον διὰ ψιλοῦ τοῦ νοῦ, καθάπερ διὰ ῥημάτων, καί μοι δῆλον ἦν ὅτι πολύνοιαν εἰσηγοῖτο ὁ θεός.
有一次还下达了这样的命令:仅仅用纯粹的心灵来编织言论,就像使用言辞一样;我很清楚,神是在启迪我拥有丰富的思想。
ὅτι δʼ οὖν ἡ τῶν λόγων ἕξις ἡμῖν σὺν αὐτῷ γʼ εἰρῆσθαι, εἰ τὰ μάλιστα καὶ πρόσθεν μὴ σφόδρα εὐκαταφρόνητος ἦν, ἑτέρα τις ἐξ ἑτέρας ἐγένετο αὐτοί τε σύνισμεν καὶ ὑπὸ τῶν εἰδότων γνωρίζεται.
总之,我们的言论能力——这话是在神的协助下说的——即使在以前绝非完全不值一提,但它变得完全不同了,这不仅我们自己知道,也被知情者所承认。
καὶ δὴ Πάρδαλός ποτε ἐκεῖνος, ὃν ἐγὼ φαίην ἂν ἄκρον τῶν ἐφʼ ἡμῶν Ἑλλήνων γενέσθαι γνῶναι λόγους, ἐτόλμησεν εἰπεῖν πρὸς ἐμὲ καὶ διισχυρίσασθαι, ἦ μὴν νομίζειν τύχης συνηθείᾳ συμβῆναί μοι τὴν νόσον, ὅπως τῷ θεῷ συγγενόμενος ἐπιδοίην ταύτην τὴν ἐπίδοσιν.
事实上,那个时代在我们希腊人中对言论的理解可以说是达到顶峰的帕尔达拉斯,曾经敢于对我强烈断言:他确信我的疾病是通过某种幸运的机缘发生在我身上的,以便我通过与神交往而取得这一进步。
ὅσα δὲ ἄλλα ἢ ʼκεῖνος εἰώθει φθέγγεσθαι κοσμῶν τοὺς ἡμετέρους λόγους, ἢ τῶν ἄλλων πρεσβυτῶν οἱ βέλτιστοι καὶ γνωριμώτατοι κατʼ ἐκείνους τοὺς χρόνους, ἔξω τῆς τε ὑποθέσεως καὶ ἅμα τῆς γνώμης τῆς ἐμῆς λέγειν ἐστίν.
至于他过去常说的用来修饰我们言论的其他许多话,或者那个时代其他最优秀、最著名的长老们所说的话,这已经超出了我们的主题,同时也超出了我的意图。
ἀλλʼ ὄναρ εἰπεῖν βούλομαι.
但我只想说一个梦。
ἐν χωρίῳ μὲν ἐδόκουν εἶναι οὗπερ ἐτράφην, παρεῖναι δὲ Ῥουφῖνον, οὗ τὰ μεγάλα ἀναθήματα καὶ νεὼς ὁ πολυειδής·
在梦中,我似乎在自己成长的地方,鲁菲努斯也在场,那些伟大的献祭和那座多姿多彩的神殿正是他所建的。
καὶ δῆτα τά τε ἄλλα χαίρειν αὐτόν μοι διαφερόντως καὶ φάναι εἰς τὸ μέσον ποῦ νῦν ἂν ἦν εἰ περιῆν ὁ δεῖνα ὁ μελετητής.
事实上,他比任何人都更热烈地欢迎我,并公开说,如果某某演说家还活着,现在会在哪里。
οὕτω γὰρ εἰπεῖν §328τῷ ῥήματι, τὸν κορυφαῖον δὴ λέγοντα τῶν ἐφʼ ἡμῶν.
因为他确实用了那个词,指的正是我们这个时代的领袖。
καὶ αὐτὸς συνεὶς εἰπεῖν πρὸς τουτονὶ Βάσσον, ὁρᾷς οἷα ὁ θεὸς περὶ ἐμοῦ λέγει, οὗτος ὁ Ῥουφῖνος δή;
我自己也心领神会,对这边的巴索斯说:“你看到神关于我说了什么吗? 这正是鲁菲努斯说的啊。
ἐκέλευε δὲ καὶ συντιθέναι λόγους, οὐ μόνον ἐκ τοῦ παραχρῆμα ἀγωνίζεσθαι, καὶ προσέτι γε ἐκμανθάνειν ἔστιν ὅτε κατὰ ῥῆμα.
”神还命令我撰写言论,而不仅仅是即兴参与竞争,此外甚至有时要逐字逐句地背诵。
καί μοι τὸ πρᾶγμα πολλὴν παρεῖχε τὴν ἀπορίαν, οὐδὲν τῶν ὕστερον οὔτʼ ἐνθυμηθῆναι δή που δυναμένῳ οὔτε πιστεῦσαι τί ποτʼ αὐτῷ βούλεται ταῦτα.
这件事给我带来了极大的困惑,因为我当时既无法想象之后会发生的事情,也无法相信神通过这些事情究竟想要什么。
πάνυ γοῦν ἐν τούτοις ἐμοὶ ** ποῦ δὲ ἔξεστι σχολάσαι, τοσοῦτον σωθῆναι πρότερον ἦν·
无论如何,在这些事情中我完全[缺失]。 但是,哪里有闲暇去休息呢? 首先得以得救才是最紧要的事。
τῷ δὲ, ὡς ἔοικεν, ἅμα μὲν σοφίσματα ταῦτʼ ἦν εἰς τὰ παρόντα, ἅμα δʼ ἐδόκει τι κρεῖττον αὐτῷ ἢ σῶσαι μόνον.
然而对于神来说,看来这些既是应对眼前情况的权宜之计,同时他也认为有比单纯救助更好的事情。
ἔσωζεν οὖν διὰ πλείονος ἀξιῶν ἢ ὅσου περ ἦν τὸ σωθῆναι.
因此,神救了赞,他认为我配得上比单纯得救更有价值的事情。
καὶ δὴ καὶ ὀδόντας ἀλγῶν ποτε ἔτυχον καὶ οὔτε διᾶραι τὸ στόμα οἷός τʼ ἦν, ἀπορίᾳ τε εἰχόμην δεινῇ·
事实上,有一次我恰好牙痛,连嘴都张不开,陷入了极大的困境。
ὁ δὲ προστάττει τῶν λόγων τινὰ ἀναγνῶναι τῶν πεποιημένων μοι τοῖς φίλοις ἐπαγγείλαντα συνουσίαν.
神却命令我,在向朋友们宣布聚会之后,朗读我所创作的言论之一。
εἶχον δὲ τότʼ ἐν χερσὶ τὸν τρίτον τῶν εἰς αὐτὸν λόγων·
当时我手头正好有写给他的第三篇演说。
τοῦτον ἀνέγνων διὰ τέλους, καὶ πρὶν ἅπαντα διελθεῖν, τῆς ὀδύνης ἀπαλλάγμην.
我把这篇演说读到了最后,而在全部读完之前,我的痛苦就消除了。
ἐνῆγε δέ με καὶ πρὸς τὴν τῶν μελῶν ποίησιν.
神还引导我创作歌。
ἀρχὴ μὲν οὖν τις ἐγένετο ἐν Ῥώμῃ ἐξ Ἀπόλλωνος.
最初的开端是在罗马由阿波罗带来的。
ἦλθε γάρ μοι ἐνύπνιον φράζον τόν τε Παιᾶνα ὡς δέον ποιῆσαι τῷ θεῷ καὶ ἅμα τὴν ἀρχὴν αὐτοῦ, καὶ εἶχεν οὕτω πως, Φορμίγγων ἄνακτα Παιᾶνα κληίσω.
我做了一个梦,告诉我必须为神创作一篇《凯旋歌》(Paean),同时也告诉了我它的开头,其大意是:“我将歌颂排箫与竖琴之主——佩安。
ἠπόρησα μὲν δὴ ὅ τι χρήσομαι, διὰ τὸ μήπω πρόσθεν ἐμαυτοῦ πεῖραν ἐσχηκέναι περὶ ταῦτα·
”我当时确实不知所措,因为我以前从未在这方面尝试过自己。
ἀλλʼ ἐδόκουν παντελῶς ἔχειν ἀδυνάτως, ὅμως δʼ ἐνεχείρησα καὶ τῆς ἀρχῆς οἷον ἐπὶ βάθρας ἐχόμενος ἐπέρανα τὸ ᾆσμα ἐν δυοῖν στροφαῖν, καὶ τρίτην, οἶμαι, τινὰ ἐπήγαγον, ἣν καλοῦσιν οἱ γραμματικοί μοι δοκεῖν ἐπῳδόν.
我觉得自己完全无能为力。 然而,我还是着手做了,就像靠着起步的台阶一样,我用两个诗章完成了这首歌,并且我想,我还加上了文法学家们称之为副歌(尾声)的第三部分。
καὶ ἄρτι τε ἀπείργαστο τὸ ᾆσμα καὶ προσαγγέλλει μοί τις ἑορτὴν Ἀπόλλωνος εἶναι, Ἀπολλώνια, ἐν ᾗ τὴν ἱπποδρομίαν Ῥωμαῖοι ποιοῦσι τῷ θεῷ.
这首歌刚刚完成,就有人向我报告说,今天是阿波罗的节日,即罗马人为神举行赛马的阿波罗节。
τοῦτο μὲν δὴ τοιοῦτον ἐγένετο.
这件事情确实是这样发生的。
καὶ τύχῃ δή τινι θείᾳ ὡς ἀνεκομιζόμεθα ἐκ τῆς Ἑλλάδος συμβάντος χειμῶνος, πρῶτον μὲν εἰς Δῆλον, ἔπειτα εἰς Μίλητον ἀπεσώθημεν, ἀμφοτέρας ἱερὰς Ἀπόλλωνος.
由于某种神圣的命运,当我们从希腊返回时遇到了风暴,我们首先安全抵达了提洛岛,然后是米利都,这两个地方都是阿波罗的圣地。
ἄξιον δὲ καὶ τοῦτο
而这件事情也是值得……

词汇与语法注释

  1. 327σὺν αὐτῷ γʼ εἰρῆσθαι — 独立不定式(绝对不定式)的惯用语,作插入语,意为“在神的帮助下可以说”。体现出作者对于神明的谦恭,暗示其言论能力的提升乃是神恩所赐。
  2. 327τῆς ἀδήλου παρασκευῆς — 限定属格(同格属格),修饰名词“τρόπος”(方法),意为“无形准备的方法”。它具体指代紧随其后的“在夜间做好准备并起床”的具体行为。
  3. 328κληίσω — 动词“κληίζω”(称赞、歌颂)的伊奥尼亚方言形式,在此作为将来时直陈语气第一人称单数(或不定过去时虚拟语气)使用。反映了所引颂歌的高雅诗意风格。

引用这一段

阿里斯·台德斯, 圣书四 §327-328. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:327-328

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。