§329ἀποδοῦναι τῷ Ἀπόλλωνι τῷ Δηλίῳ τε καὶ σωτῆρι, ἐπειδήπερ ἐνταῦθʼ ἥκομεν τοῦ λόγου.
デロスの、そして救い主たるアポロンに感謝を返すこと(はふさわしい)。 ちょうど話がこの点に達したのだから。
ὡς γὰρ ἐξέβην εἰς τὴν Δῆλον, ἀχθεσθεὶς τῷ κυβερνήτῃ, ταραχώδει τε ὄντι καὶ ὑπεναντία τοῖς ἀνέμοις πλέοντι, καὶ οἷον ἀροῦντι τὸ πέλαγος, εὐθὺς ὅρκῳ καταλαμβάνω ἦ μὴν μήτε ἐκπλεύσεσθαι δυοῖν ἡμερῶν, ἀλλʼ εἰ φίλον αὐτῷ, πλείτω, ἔφην, ἐφʼ αὑτοῦ.
というのも、私がデロス島に上陸したとき、船長に腹を立てていたからである。 彼は混乱しており、風に逆らって航行し、まるで海を耕しているかのようであった。 そこで私は直ちに誓いによって彼を縛り、二日間は出港しないこと、しかし彼が望むなら自分一人で航海するがよい、と言った。
κἀγὼ μὲν τῷ θεῷ θύσας καὶ διατρίψας ὅσον οἷός τʼ ἦν περὶ τὸ ἱερὸν, εἰσελθὼν εἰς τὸ δωμάτιον καὶ προειπὼν τοῖς οἰκέταις, ἂν ἀφίκηταί τις ἐκ πλοίου, χαίρειν κελεύειν, ἀνεπαυόμην ἐν τῷ λιμένι τῶν Δηλίων.
そして私は神に犠牲を捧げ、神殿のあたりでできる限り時間を過ごした後、小部屋に入り、召使たちに、もし船から誰かが来たら歓迎するようあらかじめ告げて、デロス人の港で休んでいた。
οἱ δʼ ἧκον οἴνῳ βεβαρηότες οἱ ναῦται περὶ πρῶτον ὕπνον σχεδὸν, καὶ προστάντες ἔκοπτον τὴν θύραν, καὶ ἐκέλευον ἐξιέναι καὶ χρῆσθαι πλῷ·
ところが、船乗りたちが酒に酔い潰れて、ほぼ最初の眠りの頃にやってきて、扉の前に立って叩き、出てきて航海を始めるよう要求した。
καὶ γὰρ εἶναι θαυμαστὸν οἷον.
というのも、天候が驚くほど素晴らしいというのである。
ἀποκριναμένων δὲ τῶν παίδων ὅτι ληροῖεν καὶ οὐδʼ ἂν εἴ τι γίγνοιτο κινησοίμην, ἀπιόντες ᾤχοντο πρὸς ὀργὴν, ὡς δὴ μεγάλων στερόμενοι.
しかし、召使たちが、彼らはたわごとを言っている、何があっても主人(私)は動かないだろうと答えると、彼らは怒って去っていった。 まるで大きなものを奪われたかのように。
ἀλεκτρυόνων τε ᾠδαὶ πλησίον ἦσαν, καὶ καταρρήγνυται σκηπτὸς ἐξαίσιος, καὶ ἡ θάλαττα ἠλαύνετο λαίλαπι ἀγρίᾳ καὶ πάντα ἐπεκλύζετο, καὶ τὰ πλοιάρια τὰ ἐν τῷ λιμένι τὰ μὲν εἰς τὴν γῆν ἐξέπιπτε, τὰ δʼ ἀλλήλοις ἐνέπιπτε καὶ συνετρίβετο·
そして、鶏の鳴き声が近づいたとき、もの凄い落雷があり、海は激しい嵐に駆り立てられてすべてが冠水した。 港の小舟は陸に打ち上げられ、互いに衝突して砕け散った。
ἡ δʼ ὁλκὰς ἡ κομίζουσα ἡμᾶς ἀπορραγέντων τῶν καλωδίων ἐκυλινδεῖτο ἄνω καὶ κάτω, καὶ μόλις σὺν βοῇ πολλῇ καὶ ταραχῇ τῶν ναυτῶν διασώζεται·
私たちを運んできた商船は、係留索が切れて上下に漂い、船乗りたちの大きな叫び声と混乱の中でかろうじて救われた。
καὶ ἐπιγίγνεται ὕδωρ ἐξ οὐρανοῦ πολὺ καὶ λάβρον, καὶ ἐν τῇ νήσῳ θόρυβος ἦν ὥσπερ ἐν νηί.
天からは激しく大量の雨が降り注ぎ、島の中はまるで船の中のような騒ぎであった。
ἅμα δὲ τῇ ἕῳ παρῆσαν μὲν οἱ φίλοι σπουδῇ, οὓς ἔτυχον ἀνειληφὼς ἰδίοις τέλεσι πλέων, εὐεργέτην, σωτῆρα ὀνομάζοντες, συγχαίροντες τῆς παρὰ τῶν θεῶν προνοίας·
夜が明けるとすぐに、私が自費で船に乗せて連れてきていた友人たちが急いでやってきて、私を恩人、救い主と呼び、神々の配慮を共に喜んでくれた。
παρῆσαν δὲ καὶ οἱ ναῦται χάριν ἤδη εἰδότες καὶ θαυμάζοντες ἐξ οἵων κακῶν ἐπικειμένων ἐσώθησαν.
船乗りたちもまた、今や感謝を表し、いかに恐るべき災難が迫る中から救われたかを驚嘆しながらやってきた。
τὸ μὲν κέρδος τοσοῦτον καὶ ὁ μισθὸς τοῦ ᾁσματος, ὥσπερ Σιμωνίδῃ παρὰ τῶν Διοσκούρων φασὶ γενέσθαι, τὸ σωθῆναι μόνον ἀνθʼ ὧν εἰς αὐτοὺς ἐποίησε, πλὴν ὅσον ἡμεῖς γε οὐ μόνοι τότε, ἀλλὰ καὶ οἱ φίλοι μεθʼ ἡμῶν ἐσώθησαν.
この利得はこれほど大きく、歌の報酬は、シモニデスがディオスクロイから得たと言われるもの、すなわち彼らのために作った歌の代わりに救われたことだけと同様であった。 ただし、私たちの場合、当時私一人だけでなく、友人たちも私たちと共に救われたという点を除けば。
ἐχέτω δὲ ὁπότερά τις βούλεται εἴτε τοῦ Παιᾶνος ταύτην γενέσθαι τὴν ἐπικαρπίαν καὶ χάριν καὶ διὰ τοῦτο ὑπάρξαι σωθῆναι
だが、どちらでも望むように受け取るがよい。
§330εἴτε τοῦτο μὲν πάντως ἂν οὕτω γενέσθαι, τὸν δὲ θεὸν προειδότα ἐφʼ ἅπασι τοῖς μέλλουσι σημῆναι τοῦτο μὲν ὡς ἐν θαλάττῃ κίνδυνοί τε συμβήσονται καὶ ἐξ αὐτῶν σωτηρίαι, τοῦτο δὲ ὡς τῶν περὶ τὸ σῶμα ἀποριῶν ἔσται παιὼν αὐτός τε καὶ τῶν αὐτοῦ παίδων ὁ πρῶτός τε καὶ πάντα παύειν εἰδὼς ὁπόσοις κάμνουσιν ἄνθρωποι.
これがパイアンの歌の果実であり恵みであり、そのために救われることが得られたのだとするか、あるいは、これはどうしてもそのように起こるはずであったが、神がこれから起こるすべてのことを予知して、一方では海で危険が起こり、そこから救済がもたらされることを、他方では身体の困難に対して、神ご自身と、病人が患うあらゆる苦痛をどのように鎮めるかを知っているその息子の第一の者が、治療者となるであろうことを示されたのだとするか。
λόγος δὲ ἥκει λόγῳ συνεχὴς καὶ λέγωμεν πάλιν ὡς μετὰ τῶν ἄλλων ὁ σωτὴρ Ἀσκληπιὸς καὶ τοῦτʼ ἐπέταξεν ἡμῖν, διατρίβειν ἐν ᾁσμασι καὶ μέλεσι, καὶ δὴ καὶ παίζειν τε καὶ τρέφειν παῖδας.
話は次の話へと続いており、再び語ることにしよう。 救い主アスクレピオスが、他のこととともに、歌や旋律の中に時を過ごすこと、とりわけ戯れることや子供たちを育てることを私たちに命じられたことを。
ὅσα μὲν δὴ καὶ ἄλλα τῆς συμβουλῆς ταύτης ἀπελαύσαμεν εἰς εὐθυμίαν καὶ τὸ ἀνταρκεῖν ἀπέραντον ἂν εἴη λέγειν, τὰ δʼ ᾁσματα ᾖδον οἱ παῖδες, καὶ ὁπότε ἢ πνίγεσθαι συμβαίνοι, τοῦ τραχήλου ταθέντος ἐξαίφνης ἢ τοῦ στομάχου καταστάντος εἰς ἀπορίας, ἤ τις ἄλλη γένοιτο ἄπορος προσβολὴ, παρὼν ἂν Θεόδοτος ὁ ἰατρὸς καὶ μεμνημένος τῶν ἐνυπνίων ἐκέλευε τοὺς παῖδας ᾁδειν τῶν μελῶν, καὶ μεταξὺ ᾀδόντων λάθρα τις ἐγίγνετο ῥᾳστώνη, ἔστι δʼ ὅτε καὶ παντελῶς ἀπῄει πᾶν τὸ λυποῦν.
この助言から私たちが心の安らぎと無限の自足のために他にどれほどのものを享受したかは語り尽くせないほどであるが、子供たちは歌を歌い、首が突っ張って突然息が詰まりそうになったり、胃が不調に陥ったり、あるいは他の解決困難な発作が起きたりしたとき、医師テオドトスが立ち会って夢のことを思い出し、子供たちに旋律を歌うように命じると、彼らが歌っている間に密かにいくらかの緩和が生じ、時には苦痛のすべてが完全に消え去ることもあった。
καὶ τοῦτο δὴ τοσοῦτον κέρδος ἦν καὶ τὸ τῆς τιμῆς ἔτι τούτου μεῖζον·
そしてこれはこれほど大きな利得であり、栄誉はこれよりさらに大きかった。
εὐδοκίμει γὰρ καὶ τὰ μέλη παρὰ τῷ θεῷ.
なぜなら、その旋律は神のそばでも好評を博したからである。
ἐκέλευε δʼ οὐ μόνον εἰς ἑαυτὸν ποιεῖν, ἀλλὰ καὶ ἑτέρους ἐσήμαινεν, οἷον δὴ Πᾶνα καὶ Ἑκάτην καὶ Ἀχελῶον καὶ εἰ δή τι ἕτερον.
神はご自身に対して歌を作るよう命じられただけでなく、他の神々、例えばパンやヘカテ、アケロオス、その他誰に対しても指示された。
ἧκε δὲ καὶ παρʼ Ἀθηνᾶς ὄναρ ὕμνον ἔχον τῆς θεοῦ καὶ ἀρχὴν τοιάνδε Ἵκεσθε Περγάμῳ νέοι, καὶ ἕτερον ἐκ Διονύσου, οὗ τὸ ἐπᾳδόμενον ἦν Χαῖρʼ ὦ ἄνα κισσεῦ Διόνυσε.
また、アテナからも夢が訪れ、そこには女神への賛歌と「ペルガモンへ来たれ、若者たちよ」というような始まりが含まれており、またディオニュソスからも別のものが訪れ、その繰り返しは「喜び給え、蔦をまとう王ディオニュソスよ」であった。
ᾀδομένου δʼ αὐτοῦ καθʼ ὕπνον περιέρρει τὰ ὦτα καὶ ἠχὴ θαυμαστή.
それが夢の中で歌われている間、驚くべき響きが私の耳を巡って流れていた。
καὶ ἔδει τὸ γόνυ τὸ δεξιὸν κλίναντα ἱκετεύειν τε καὶ καλεῖν Λύσιον τὸν θεόν·
そして右膝を曲げて神リシオスに懇願し、呼び求める必要があった。
καὶ ἔνεστι ταῦτα ἐν τοῖς ᾁσμασι.
これらは歌の中に含まれている。
καὶ ἕτερον ἧκεν ἐξ αὐτοῦ Διὸς, ὅ τι δὲ ἦν δὴ τούτων ἢ πρῶτον ἢ ὕστερον οὐχὶ μέμνηνται, καὶ ἕτερον ἐκ Διονύσου πάλιν, οὐλοκόμην φράζον προσειπεῖν τὸν θεόν.
また別のものがゼウス自身から訪れたが、これらのうちどれが最初でどれが後であったかを彼らは覚えていない。 そしてまたディオニュソスから別のものが訪れ、神を「巻き毛の」と呼ぶよう指示していた。
ὤφθη δὲ καὶ ὁ Ἑρμῆς τήν τε κυνῆν ἔχων καὶ τὸ κάλλος θαυμαστὸς καὶ τὴν κίνησιν ὑπερφυής.
またヘルメスも現れた。 彼は兜をかぶり、その美しさは驚くべきもので、動きは超自然的なものであった。
καὶ ᾁδων αὐτὸν καὶ γανύμενος ὡς ῥᾳδίως τε καὶ τὰ προσήκοντα εἰρηκὼς ἀφυπνιζόμην.
私は彼を歌い、自分が容易にかつふさわしい言葉を語ったことを喜びながら目を覚ました。
ἔδοξα δὲ καὶ περὶ τῶν ἐν Σμύρνῃ θεῶν ἀκοῦσαι τοῦ τροφέως, οἶμαι, ὡς οὐκ ὀρθῶς αὐτῶν ἐπιλελησμένος τυγχάνοιμι, εἰκὸς γὰρ εἶναι καὶ ταύταις ὕπνου ἐπιμεληθῆναι.
また、スミュルナの神々について、おそらく私の養育者から、私が彼女たちのことを不当に忘れてしまっているのではないかと聞くように思われた。 彼女たちもまた眠りを気にかけるのは当然だからである。
πλεῖστα δὲ εἰς
そして最も多く……