- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg026.humanitext-grc2:321-322
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
筆者は病の十周年にアスクレピオスからのお告げを受け、かつて不調に陥った聖地ポイマネノスへと過酷な旅を経て巡礼する。ポイマネノス到着後、神託に従い川での清めや嘔吐による浄化を行うことで、長年の病から奇跡的な快復を遂げる。
ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας1 ἐπελθὸν φάσμα ἔλεγε τοιάδε, ἐγὼ τὴν αὐτὴν νόσον νοσήσας περιιόντι τῷ δεκάτῳ ἔτει, βουλομένου τοῦ Ἀσκληπιοῦ πορευθεὶς ἐπὶ τοὺς τόπους, ἐν οἷς ἡ νόσος ἤρξατο συλλέγεσθαι, ἀπηλλάγην. τοιαῦτʼ ἦν τὰ λεχθέντα καὶ ἐδόκει γεγράφθαι· διήγομεν δὴ καὶ τότε περὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου. χειμὼν δʼ ἦν ὀλίγον μετὰ τροπὰς, ὁ δʼ ἀὴρ ἤπιος. χρησθέντων δὲ τούτων ἦν οἷον εἰκὸς χαρά τε καὶ ὁρμὴ θαυμαστὴ πρὸς τὴν ἔξοδον. ἀπέχει δὲ ὁ Αἴσηπός τε καὶ τὰ ἐπʼ αὐτῷ θερμὰ ὕδατα δυοῖν ἡμερῶν ὁδὸν τοῦ περὶ τὸ ἱερὸν τόπου τούτου. καί μοι τὸ σῶμα ἐκεῖ πρῶτον ὑπώλισθε, χειμῶνος ὥρᾳ ψυγὲν, ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς,2 ἑσπέρας ἤδη πρὸς τὸ χωρίον καὶ τὴν ἔπαυλιν ἀπελαύνοντι τὴν ἐμαυτοῦ πλησίον οὖσαν, ὥς γʼ οὑτωσὶ φάναι. πρὸς μέντοι τὸν παρόντα καιρὸν καὶ ἀφʼ ὧν ἐπανῄειν καὶ πλείω ἦν τοῦ δέοντος καὶ τούτοις δὴ ἐπιγίγνεται ἡ εἰς Ἰταλίαν δυσχερὴς ἔξοδος ὀλίγαις ὕστερον ἡμέραις. ταῦτα μὲν δὴ προεγεγόνει πρότερον ἔτει δεκάτῳ· τότε δʼ ὡς εἰς θεωρίαν ἐστελλόμεθα ὑπʼ εὐθυμίας αἰθρίας τε οὔσης θαυμαστῆς καὶ τῆς ὁδοῦ δεχομένης. ἔστι δὲ Ποιμανηνὸς χωρίον τῆς Μυσίας καὶ ἐν αὐτῷ ἱερὸν Ἀσκληπιοῦ ἅγιόν τε καὶ ὀνομαστὸν, ἐνταῦθα ἐτελέσαμεν σταδίους ἑξήκοντα μάλιστα καὶ ἑκατόν· καὶ τούτων τοὺς ἑξήκοντα σχεδὸν νυκτὸς, ἅτε καὶ προηκούσης τῆς ἡμέρας κινηθέντες, καί τινι καὶ πηλῷ περὶ τοῦτον ἤδη τὸν τόπον ἐνετύχομεν ἐξ ὄμβρων προτέρων οὐ ῥᾳδίῳ διεξελθεῖν· ἡ δὲ πορεία ἐγίγνετο ὑπὸ λαμπάδων. ἐνταῦθα δὴ παντελῶς οἱονεὶ καθιερώμην τε καὶ εἰχόμην, καί μοι πολλὰ μὲν εἰς αὐτὸν τὸν σωτῆρα ἐποιήθη μέλη, ὡς ἔτυχον καθήμενος ἐπὶ τοῦ ζεύγους· πολλὰ δὲ εἴς τε τὸν Αἴσηπον καὶ Νύμφας καὶ τὴν Θερμαίαν Ἄρτεμιν, ἣ τὰς πηγὰς τὰς θερμὰς ἔχει, δοῦναι λύσιν ἁπάντων ἤδη τῶν δυσχερῶν, καὶ καταστῆσαι3 πάλιν εἰς τὸ ἐξ ἀρχῆς. ὡς δὲ ἐγενόμην ἐν τῷ Ποιμανηνῷ, χρηματίζει τε ὁ θεὸς καὶ ἐπίσχει τινὰς ἡμέρας· καὶ καθαίρει τὴν ἄνω, καὶ σχεδὸν οὐκ εἰσάπαξ. καὶ γίγνεται ὄναρ ἀνθρώπῳ γεωργῷ, ὃς ἐμὲ οὐκ ᾔδει πω, πλὴν ὅσον ἤκουεν· ἐδόκει τινὰ αὑτῷ λέγειν ὅτι Ἀριστείδης ἐχίδνης κεφαλὴν ἐξεμημεκὼς εἴη. ταύτην δὲ ἰδὼν τὴν ὄψιν φράζει τῶν ἐμῶν τινὶ, ὁ δʼ ἐμοί. καὶ τοῦτο μὲν δὴ τοιοῦτον. ὡς δʼ ἀπέπεμπεν ἐπὶ τὸν Αἴσηπον, λουτρῶν μὲν ἐκείνων αὐτόθεν προσέταξεν ἀπέχεσθαι, τὴν δʼ ἄλλην δίαιταν ἔφραζεν ἐφʼ ἡμέρᾳ. κἀνταῦθα δὴ καθαρμοί τε ἐγίγνοντο ἐπὶ τοῦ ποταμοῦ ὑπὸ σπονδῶν καὶ καθάρσεις οἴκοι διʼ ἐμέτου. καὶ τριῶν ἢ τεττάρων ἡμερῶν διαγενομένων γίγνεται φωνὴ διʼ ὀνείρατος, ὅτι πέρας τε ἔχοι καὶ ἐπανήκειν δεῖ. ἦν οὖν οὐ μόνον τελετῇ τινι ἐοικὸς, οὕτω θείων τε καὶ παραδόξων τῶν δρωμένων ὄντων, ἀλλὰ καὶ συνέπιπτέ τι θαυμαστὸν ἀηθείᾳ, ἅμα μὲν γὰρ ἦν εὐθυμεῖσθαι, χαίρειν, ἐν εὐκόλοις εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἅμα θʼ οἷον ἀπιστεῖν4 εἴ ποτε ταύτην ἰδεῖν ἐξέσται τὴν ἡμέραν, ἐν ᾗ τις ἐλεύθερον αὑτὸν τῶν τοσούτων πραγμάτων ὄψεται, πρὸς δὲ καὶ δεδιέναι μή πού τι τῶν εἰωθότων αὖθις συμβὰν λυμήνηται ταῖς περὶ τῶν ὅλων ἐλπίσι. κατεσκεύαστο μὲν οὕτω τὰ τῆς γνώμης καὶ μετὰ τοιαύτης ἡδονῆς ἅμα καὶ ἀγωνίας ἡ ἀναχώρησις ἐγίγνετο· θεῶν δὲ οὕτω διδόντων ἐγένετο ἀπὸ τούτων ἤδη τῶν χρόνων μεταβολὴ περὶ πᾶν τὸ σῶμα καὶ τὴν δίαιταν σαφὴς, καὶ τόν τε ἀέρα ὑπῆρξε μᾶλλον φέρειν καὶ ὁδοιπορεῖν ἐπιεικῶς οὐδὲν ἔλαττον τῶν πρὸς ὑπερβολὴν ἐρρωμένων. καὶ τῶν σκεπασμάτων τὰ περιττὰ ἀφῃρέθη, οἵ τε ἀνώνυμοι κατάρροι καὶ σφάκελοι περὶ τὰς φλέβας καὶ τὰ νεῦρα ἀπεπαύσαντο. τροφὴ δέ πως ἤδη διῳκεῖτο καὶ ἀγῶνας ἐντελεῖς ἠγωνιζόμεθα οἴκοι τε κἀν τοῖς δημοσίοις. καὶ δὴ καὶ πόλεις εἰσήλθομεν ἡγουμένου τοῦ θεοῦ μετὰ τῆς ἀγαθῆς
病の十周年に、現れた幻影が次のように語った。「私も十周年が巡ってきたときに同じ病を病んだが、アスクレピオスの思し召しにより、病が始まり積もり始めた場所へと旅立って、病から解放された。」語られたのはこのようなことであり、書き記されているように思われた。その時、我々はオリンピアのゼウスの神殿の近くで暮らしていた。冬で、至点から間もない頃だったが、空気は穏やかだった。これらの神託が下されると、当然のごとく、出発への喜びと驚くべき衝動が沸き起こった。アイセポス川とそのほとりにある温水は、この神殿の周辺の土地から二日間の旅路の距離にある。そして、私の体はそこで最初に不調に陥ったのだ。冬の季節に、冷やされ、数々の入浴の後に激しく雨に降られ、夕方、近くにある私自身の領地と別荘へと車を走らせていたときのことだ、いわばそういう風に言うならば。しかし、当時の状況や私がそこから帰ってきたときのことを考えると、それらは度を越したものであり、これらに加えて、数日後にイタリアへの困難な出発が起こった。これらは十年前、以前に起こったことであった。しかし当時は、素晴らしい喜びと晴天があり、道も我々を受け入れてくれたため、我々は祭典の使節のように意気揚々と出発した。ミュシアのポイマネノスという場所があり、そこには聖なる名高いアスクレピオスの神殿がある。我々はそこへおよそ百六十スタディオンの道を進んだ。このうちの約六十スタディオンは夜間で、日もすっかり暮れてから出発したためであり、この場所の周辺では、以前の雨のために通り抜けるのが容易でない泥濘にも遭遇した。道中は松明に照らされて進んだ。そこですっかり私は神に身を捧げたようになり、神に取り憑かれ、私には多くの...救い主自身に向けた詩が、馬車に腰掛けながら即興で作られた。また、多くの詩がアイセポス川や、ニンフたち、そして温水を支配するテルマイア・アルテミスに捧げられ、彼らが今やすべての苦しみからの解放を与え、再び最初の状態に戻してくれるようにと祈った。 ポイマネノスに到着すると、神は神託を与え、数日間留まるように命じた。そして上部を清めさせ、それも一度きりではなかった。そして、私のことを噂でしか知らなかったある農夫の男に夢が現れた。彼は自分が誰かにこう言われているのを見た。「アリステイデスは毒蛇の頭を吐き出した。」この光景を見た彼は、私の知人の一人に告げ、その知人が私に告げた。この件はこのようなものであった。そして神が私をアイセポス川へと送り出したとき、そこでの入浴を避けるように命じ、日々のその他の養生法を指示した。そしてそこでは、川のほとりで献酒とともに清めの儀式が行われ、家では嘔吐による浄化が行われた。三、四日が過ぎたとき、夢を通じて、終わりが来て帰るべきだという声がした。それゆえ、行われていることがあまりに神聖で予想外であったため、それは何か神秘的な儀式に似ていただけでなく、不慣れなことゆえに驚くべき感情が重なった。というのも、一方では、元気づけられ、喜び、心身ともに安らかであると同時に、他方では、このような多くの厄介事から自分が解放されるのを目の当たりにする日がいつか訪れるのだろうかと信じられない思いもあり、さらに、いつもの不調がまた起こってすべての希望を台無しにしないかと恐れてもいたからだ。心の中はこのように整えられ、そのような喜びと不安が混ざり合う中で帰還が行われた。しかし、神々がこのように恵みを与えてくれたので、この時期から体全体と養生法において明白な変化が生じ、空気をより良く持ちこたえ、過度に健康な人々に劣らず十分に旅をすることができるようになった。余分な覆いは取り除かれ、名もないカタルや静脈・神経の周りの炎症も収まった。今や食物もなんとか処理されるようになり、私たちは家でも公の場でも十分な活動を競い合うまでになった。そして実際に、私たちは神が幸運とともに導かれるままに、諸都市へと入っていった。
- 321ἔτει δεκάτῳ περιήκοντι τῆς ἀσθενείας
分詞 περιήκοντι(περιήκω の現在分詞・与格)は ἔτει に一致し、「巡って来る」の意。τῆς ἀσθενείας は時の起点を表す属格で、「病気になってから十周年が巡ってきたときに」の意となる。
- 321ὑσθέντι λαμπρῶς ἐπὶ λουτροῖς πολλοῖς
受動態アオリスト分詞 ὑσθέντι(ὕω 「雨を降らせる」)は、前文の μοι(利害の与格)に一致する。「(多くの入浴の後に)激しく雨に降られた私に」。前置詞 ἐπὶ は、ここでは直後に生じた付随的な条件(「〜の後に」あるいは「〜に加えて」)を示す。
- 322δοῦναι λύσιν ... καὶ καταστῆσαι
不定詞 δοῦναι と καταστῆσαι は、神々に向けられた祈願の内容(「〜が解放を与え、再び最初の状態に戻してくださるように」)を表す、祈願・目的の不定詞用法。
- 322ἅμα μὲν γὰρ ἦν εὐθυμεῖσθαι... ἅμα θ' οἷον ἀπιστεῖν
相関的な接続表現 ἅμα μὲν... ἅμα δὲ (θ')(「一方では〜であると同時に、他方では〜」)によって、対照的な二つの心理状態が非人称動詞 ἦν(または前文の συνέπιπτε)に導かれる不定詞群によって並置されている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
