§319τὴν πόλιν κληθῆναι.
[不至于被召还]至城市。
ἔπειθʼ ὅπως μὴ δοκοίην δημοκοπικός τις εἶναι, ἐπέσχον, πρὸς δὲ τοὺς συνόντας διεμαρτυράμην, ὅπως ἀδείας ἔχοιμι, αὐτοὺς δὴ τούτους τοὺς λόγους εἰπών.
此后,为了不显得自己像是个收买民心的政客,我克制了自己,但对身边的人声明,以便能确保安全,正是说了这番话。
τὰ μὲν δὴ περὶ τῶν σεισμῶν καὶ ὡς βοῦν θύειν αὐτοῖς ἠρξάμεθα εἴρηται.
关于地震以及我们开始向他们献祭公牛的事情已经说完了。
ᾠὸν δή ποτε χήνειον ἐζητοῦμεν, τοῦ θεοῦ σημήναντος ἐπὶ τῆς ἐν Περγάμῳ καθέδρας, καὶ εὑρίσκετο οὐδαμοῦ τῆς ἀγορᾶς, ἀλλʼ ἦν Μειλάτης ἐξ ἀκροπόλεως, παρὰ τοῦτον ἔρχονται τελευτῶντες οἱ πρὸς τῇ ζητήσει, κατὰ δὴ τύχην ἅμα καὶ μήνυσιν.
有一次,当神在帕加马停留期间示现征兆后,我们正在寻找一个鹅蛋,但在市场上哪里也找不到;然而卫城出身的梅拉特斯有这颗蛋,那些负责寻找的人在偶然与线索的交织下,最后找到了他。
καὶ λέγει πρὸς αὐτοὺς ὁ Μειλάτης ἔχειν ᾠὸν, φυλάττειν δὲ ἰάματος ἕνεκα· οὕτω γὰρ αὐτῷ προειρηκέναι τὸν θεόν.
梅拉特斯对他们说,他有一颗蛋,但正留着作药用;因为神预先也是这样命令他的。
οὐκοῦν ἡμεῖς γε ἐκεῖθεν, ἔφασαν οἱ ζητοῦντες, καὶ ὃς προσκυνήσας δίδωσιν.
寻找者们说:“那么我们正是从那神圣源头而来的。 ”他便顶礼并把蛋交了出来。
ὅ τι δʼ ἐχρησάμην λαβὼν οὐκ οἶδα ὑπό γε πλήθους ἐτῶν.
由于年代久远,我拿到它之后作何使用已经不记得了。
παραπλήσιον δὲ τούτῳ τὸ ἐκ τῆς Ἴσιδος, κατʼ ἀρχὰς ἔτι τῆς ἀσθενείας περὶ χηνῶν αὐτῶν γενόμενον.
与此相似的是来自伊西斯女神的事迹,那是发生在病痛初期,关于鹅本身的事情。
διέτριβον ἐν τοῖς ὕδασι τοῖς θερμοῖς καὶ ἡ θεὸς κελεύει θῦσαι ἑαυτῇ χῆνας δύο.
我当时正住在温泉,女神命令我向她献祭两只鹅。
ᾔειν εἰς τὴν πόλιν προπέμψας τοὺς σκεψομένους, καὶ προειπὼν ἀπαντᾶν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος τοὺς χῆνας ἔχοντας.
我派寻找的人先走,并预先吩咐他们带着鹅在伊西斯神庙与我会合,然后我前往城市。
ἄλλοι μὲν οὖν χῆνες οὐκ ἦσαν ἐκείνην τὴν ἡμέραν, δύο δʼ ἤστην μόνω.
那天并没有其他的鹅,只有这两只。
προσελθοῦσι δʼ αὐτοῖς καὶ ὠνουμένοις ἔφη ὁ τρέφων τοὺς χῆνας ὡς οὐχ οἷός τʼ εἴη πωλῆσαι· προειρῆσθαι γὰρ αὐτῷ ὑπὸ τῆς Ἴσιδος φυλάττειν Ἀριστείδῃ·
当仆人们走近并想购买时,饲养鹅的人说他不能卖;因为伊西斯已经预先命令他要为阿里斯泰德留着,而且说他一定会来献祭。
πάντως δʼ ἥξειν καὶ θύσειν. ὡς δʼ ἔγνω τὸ πᾶν, ἐξεπλάγη τε καὶ προσκυνήσας δίδωσι· καὶ ταῦτα ἐπʼ αὐτῆς τῆς θυσίας ἔγνων ἐγώ.
当他得知事情的来龙去脉后,大为惊异,顶礼并把鹅交了出来;而我是在献祭仪式进行时才得知此事的。
ἐγένετο δὲ καὶ φῶς παρὰ τῆς Ἴσιδος καὶ ἕτερα ἀμύθητα φέροντα εἰς σωτηρίαν.
伊西斯还示现了光芒,并发生了其他难以言表、导向救赎的奇迹。
ἐφάνη δὲ καὶ ὁ Σάραπις τῆς αὐτῆς νυκτὸς, ἅμα αὐτός τε καὶ ὁ Ἀσκληπιὸς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος καί τινα τρόπον ἀλλήλοις ἐμφερεῖς.
同一天夜里,塞拉皮斯也显现了,他与阿斯克勒庇俄斯一同出现,其美丽与高大令人赞叹,且在某种程度上彼此相似。
γενομένης δὲ τῆς περὶ Ζώσιμον συμφορᾶς, ἃ γὰρ μελλούσης προεῖπε καὶ παρεμυθήσατο ὁ θεὸς παρίημι, ἀλλʼ ἐπειδὴ ἐγένετο καὶ χαλεπῶς εἶχον ἀπὸ τῆς λύπης, ἐδόκει μοι σμίλην τινʼ ἔχων ὁ Σάραπις, ὥσπερ κάθηται τῷ σχήματι, περιτέμνειν μου τὰ κύκλῳ τοῦ προσώπου ὑπʼ αὐτό πως §320τὸ ὁρίζηλον, οἷον λύματʼ ἀφαιρῶν καὶ καθαίρων, καὶ μεταβάλλων εἰς τὸ προσῆκον.
当关于佐西莫斯的厄运发生时——我略去神在其将要发生时所作的预言和对我的慰藉——但当事情发生、我因悲痛而陷入痛苦境地时,我梦见塞拉皮斯(正如他神像所坐的姿态那样)手里拿着一把小刀,在我的面部周围,就在额头边缘的下方修剪,仿佛是在清除污垢并净化我,使我恢复到合适的状态。
ὥστε καὶ ὕστερον ὄψις μοι γίγνεται παρὰ τῶν χθονίων θεῶν, εἰ τὸ σφόδρα τοῦτο λυπεῖσθαι ἐπὶ τοῖς τελευτῶσιν ἀνίην, συνοίσειν μοι ἐπὶ τὸ βέλτιον.
因此,后来冥界诸神也向我示现,如果我减轻对逝者这般过度的悲伤,对我将大有裨益。
πολὺ δέ τι τούτων φρικωδέστερον εἶχε τὰ χρόνῳ ὕστερον φανθέντα, ἐν οἷς αἵ τε δὴ κλίμακες ἦσαν αἱ τὸ ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆς ἀφορίζουσαι, καὶ τὸ ἑκατέρωθι κράτος τοῦ θεοῦ, καὶ ἕτερα ἔκπληξιν θαυμαστὴν φέροντα, καὶ οὐδὲ ῥητὰ ἴσως εἰς ἅπαντας, ὥστε ἀσμένῳ μοι φανῆναι σύμβολα τοῦ Ἀσκληπιοῦ.
但在很久以后显现的事情要比这些可怕得多,在这些景象中,有划分地上与地下的天梯,有神在两界中的主宰力量,还有其他令人惊骇、甚至不便对所有人言说的事情,以至于对我而言,阿斯克勒庇俄斯的印记显得令人欣慰。
κεφάλαιον δʼ ἦν περὶ τῆς τοῦ θεοῦ δυνάμεως ὅτι καὶ χωρὶς ὀχημάτων καὶ χωρὶς σωμάτων ὁ Σάραπις οἷός τʼ εἴη κομίζειν ἀνθρώπους ὅπη βούλοιτο.
关于神的权能,要点在于塞拉皮斯甚至无需载具和肉体,便能将人们带到他想带去的任何地方。
τοιαῦτα ἦν τὰ τῆς τελετῆς· καὶ ἀνέστην οὐ ῥᾴδιος γνωρίσαι καὶ πρὸς τούτοις θυσία τις ἐδηλοῦτο, ὀφειλομένη μὲν Διὶ καὶ πρόρρησιν μένουσα, ἀποδοθεῖσα δὲ ὡς τοῦ Σαράπιδος οὖσα, ἀπεδόθη δὲ καὶ ὡς τῷ Διὶ, ἔχω δὲ λέγειν κἀν ταῖς ἱεραῖς ἡμέραις, ἃς ἡ πόλις ἡ τῶν Ἀλεξανδρέων ποιεῖ τῷ θεῷ, πολλὰ δὴ πολλάκις αὐτὸν ἐπισημήναντα, καὶ κατʼ αὐτὴν ἑκάστην, καὶ προσαγαγούσης ἔτι.
秘仪的情况便是如此;我起身时,已是一副难以相认的模样。 此外,还有一次祭祀被指示出来,这是欠宙斯的、尚待履行的誓愿,但却作为属于塞拉皮斯的祭礼而献上,同时也作为给宙斯的祭礼而献上。 我还可以谈到在亚历山大里亚人为该神举行的圣日里,神曾多次显现征兆,无论是在节日当天,还是在节日将临之时。
εἰ δὲ δεῖ τι καὶ φοβερώτερον διηγήσασθαι, ἐτεθύκειν τῇ Ἴσιδι καὶ τῷ Σαράπιδι ἐν τῷ τῆς Ἴσιδος ἱερῷ, λέγω τοῦτο ἐν Σμύρνῃ γενόμενον.
如果必须讲述一些更令人敬畏的事情,那就是我在伊西斯神庙里向伊西斯和塞拉皮斯献祭时发生的事,我指的是在士麦那发生的事。
ἐξιόντι δέ μοι τὰ προπύλαια προσερρύησαν χῆνες δύο τῶν ἱερῶν, καὶ παρελθόντες εἰς τὸ πρόσθεν ἡγοῦντο οὕτως ἀκριβῶς κατʼ αὐτὸ ὃ βαίνειν ἔμελλον ὥστε ἐπίδηλον εἶναί μοι.
当我走出神门时,有两只圣鹅向我聚拢过来,并走到前面,非常精确地在我将要行走的道路上领路,这对我来说是显而易见的。
κἀγὼ νῷ τε ἔλαβον τὸ πρᾶγμα καὶ πρὸς τοὺς φίλους καὶ τοὺς παραπέμποντας, ἰδοὺ καὶ οἵδε, ἔφην, παραπέμπουσιν ἐν τῷ τῶν φίλων δὴ χορῷ·
我领会了这事的用意,便对朋友和随行的人说:“看,它们也在朋友的行列中为我送行呢。
καὶ ἅμα ἔλεγον περὶ τῆς τοῦ θεοῦ γοργότητος καὶ δυνάμεως πόση τις εἴη καὶ κατὰ φήμας καὶ κατὰ συμβόλους, καὶ ὅτι πολλάκις ἤδη μοι ἐπὶ τῆς εὐχῆς ἦλθεν ἡ ἀπόκρισις· καὶ νῦν, ἔφην, ἡγεμόνας τινὰς ἡμῖν τῆς ὁδοῦ τούσδε ἀπέσταλκε.
”同时我谈到了神的迅捷与权能,在预言和征兆中是何等伟大,以及在祈祷时神如何多次已经给我答复:“而现在,”我说,“他派这些作为我们道路的引领者。
τοιαυτὶ διελεγόμεθα καὶ ἅμα ἐτηροῦμεν τί ἄρα δράσουσιν· ἄπιμέν τε δὴ τοῦ ἱεροῦ, οὐκ οἶδʼ ὁπόσον τι, κἀγὼ τοῖς φίλοις ἐνδεικνύμενος προσπαίζω τοὺς χῆνας καὶ λέγω, ἱκανῶς ὑμῖν, ὦ οὗτοι, λελειτούργηται, πορεύεσθε.
”我们这样交谈着,同时观察着它们接下来会做什么;我们离开神庙没多远,我为了向朋友们示意,便对那些鹅开玩笑说:“你们的差事已经圆满完成了,你们这些家伙,走吧。
οὐκ ἔφθην εἰπεῖν, καὶ οἱ μεταστραφέντες ἀπῄεσαν.
”我话音未落,它们便转过身去,离开了。