Humanitext Reader

阿里斯·台德斯 · 圣书三 §317-318

饮食禁令与通过仪式避开大地震

第 5 段,共 6 段 · 希腊语

内容简介

作者回顾了神关于饮食限制和牙齿治疗的指示,并讲述了在亚细亚属州发生大地震时,因为他提前按照神的指示举行了仪式,自己所处的庄园得以幸免于难的经过。

§317καὶ ἐφέντος τοῦ θεοῦ μικρόν τι παρήλλαττον πίνων τοῦ μέτρου.
当神允许时,我在饮用时稍微偏离了规定分量。
καί τινα ἐπόθουν τρόπον τὴν ταμιείαν τὴν τότε.
在某种程度上,我怀念那时的节制。
ἦν δέ τις χρόνος οὗτος, ὅτʼ ἐμψύχων τε ἀπειχόμην, πλὴν ἀλεκτρυόνος, καὶ λαχάνων ἁπάντων, πλὴν ἀγρίων καὶ θριδακίνης, καὶ τραγημάτων δʼ ἀπειχόμην πάντων.
那是这样一段时期:我禁食除鸡肉以外的所有肉类,禁食除野菜和退化莴苣以外的所有蔬菜,也禁食所有的甜点。
ἤδη δή ποτε καὶ ὅλως ἑνὶ χρῆσθαι προσέταξε, καὶ ἐχρώμην ἀλεκτρυόνι, ᾧ καὶ μόλις καὶ τοῦτο ἐπετάττετο.
甚至有一次,他命令我完全只吃一种东西,我便吃鸡肉,而这甚至是勉强被允许的。
καὶ τούτων τὰ μὲν σὺν ἀλουσίαις καὶ φλεβοτομίαις καὶ κλύσμασι διηνέγκαμεν, τὰ δʼ ὡς ἕκαστον τύχοι.
这些事情,有些我们是在不洗澡、放血和灌肠的情况下度过的,有些则是随遇而安。
ἰχθύων δὲ καὶ ἓξ ἔτη πάντων ἀπεσχόμην· ὑείων δὲ οὐκ οἶδα ὁπόσον τι.
至于鱼类,我整整六年不吃任何鱼;而猪肉,我不知道禁食了多久。
πάλιν δὲ συγχωρήσαντος ἐχρώμην ἀμφοτέροις.
但在他再次允许后,我便两者都吃。
εἶτʼ ἐν μέρει τὰ μὲν εἰργόμην ἂν, τὰ δʼ ἐχρώμην, ὡς ἑκάτερον ἐφʼ ἑκατέρου συμβαίνοι.
此后我轮流被禁止食用某些食物或使用另一些,视每次的具体情况而定。
καὶ μὴν γάρου γε εἶρξε καθάπαξ· οὐ γὰρ εἶναι τῇ κεφαλῇ σωτήριον, ἥκιστα δὲ ὀδοῦσιν.
而且他完全禁止我食用鱼酱;因为这不仅对头部无益,对牙齿更是极其有害。
ἰάματα δὲ ὀδόντων ἔδωκε.
他提供了治疗牙齿的药物。
πρῶτον μὲν ἦν λέοντος ὀδόντα καῦσαι καὶ κόψαντα χρῆσθαι σμήγματι, δεύτερον δὲ ὀπῷ διακλύζειν τούτῳ δὴ τῷ χρήματι· μετὰ ταῦτα πέπερι, καὶ προσέθηκε θέρμης οὕνεκα· ἐφʼ ἅπασι δὲ στάχυς Ἰνδικὸς, σμῆγμα καὶ οὗτος.
第一种是烧掉狮子齿,将其捣碎作为牙粉使用;第二种是用那种树液漱口;之后是胡椒,他为了保暖而添加了它;最后是印度穗,这也是一种牙粉。
καὶ ταῦτα μὲν τῶν νεωστὶ φανθέντων ἐστί· βοείων δὲ εἴρχθην τοῦτον τὸν τρόπον. χρησμὸν ἐδόκουν ἐκπεπτωκέναι Ζωσίμῳ, μέχρι τούτου βιώσεσθαι μέχρι ἂν ἡ βοῦς ἡ κατʼ ἀγρὸν ζῇ.
这些是最近显现的事情;而禁食牛肉则是通过以下方式:我梦见一个神谕降临给佐西莫斯,说他只能活到田野里的那头母牛活着的时候。
καὶ δῆτα φάναι πρὸς αὐτὸν, οἶσθʼ οὖν τὸν χρησμὸν ὅ τι νοεῖ;
确实,有人对他说:“那么你知道这神谕是什么意思吗?
βοείων κρεῶν ἀπέχεσθαί σοι κελεύει.
它命令你禁食牛肉。
ὁ δʼ ἐλέγετο ὁ Ζώσιμος πρὸς τῇ ψύξει, ἐξ ἧς ἀπέθανε, καὶ βοείου τινὸς ἐκ θυσίας ἁψάμενος βλαβῆναι.
”据说这位佐西莫斯除了导致其死亡的寒症之外,还因接触了祭祀中的牛肉而受到伤害。
ἦν οὖν οἷα εἰκὸς ἀκρίβεια πολλὴ καὶ πρόνοια μηδʼ ἄκρῳ τῷ δακτύλῳ προσαψάμενον λαθεῖν.
因此,正如可以想象的那样,大家极其严密和谨慎,哪怕是用指尖去碰一下都不敢大意。
καὶ χρόνῳ ὕστερον οἱ πολλοὶ καὶ πυκνοὶ σεισμοὶ γίγνονται ἐπὶ Ἄλβου ἄρχοντος τῆς Ἀσίας, καὶ τοῦτο μὲν δὴ Μυτιλήνη κατηνέχθη μικροῦ πᾶσα, τοῦτο δὲ ἐν πολλαῖς τῶν ἄλλων πόλεων πολλὰ ἐκινήθη, κῶμαι δὲ ἄρδην ἀπώλοντο, Ἐφέσιοι δὲ καὶ Σμυρναῖοι παρʼ ἀλλήλους ἔθεον θορυβούμενοι, ἡ δὲ συνέχεια θαυμαστὴ καὶ τῶν σεισμῶν καὶ τῶν φόβων.
一段时间后,当阿尔布斯担任亚细亚总督时,发生了多次频繁的地震。 一方面,米蒂利尼几近全毁;另一方面,在其他许多城市中,许多事物被震动,村庄被彻底摧毁,以弗所人和士麦那人在恐慌中奔向彼此,地震和恐惧的接连不断令人惊骇。
καὶ τοῦτο μὲν εἰς Κλάρον θεωροὺς ἔστελλον καὶ περιμάχητον ἦν τὸ μαντεῖον, τοῦτο δὲ ἱκετηρίας ἔχοντες περὶ τοὺς βωμοὺς καὶ τὰς ἀγορὰς καὶ τὰ κύκλῳ τῶν πόλεων §318περιῄεσαν, οὐδεὶς οἴκοι μένειν θαρρῶν· καὶ τελευτῶντες ἱκετεύοντες ἀπεῖπον.
一方面,他们派使者前往克拉罗斯,该神谕所变得门庭若市;另一方面,人们拿着求助的树枝,在祭坛、广场和城市周围绕行,没人敢待在家里;最后,他们在无休止的哀求中精疲力竭。
τοιούτων δὲ ὄντων ὁ θεὸς κελεύει μοι διατρίβοντι τότε ἐν Σμύρνῃ, μᾶλλον δὲ ἐν τῷ πρὸ τῆς πόλεως χωρίῳ, θῦσαι βοῦν δημοσίᾳ τῷ Διὶ τῷ σωτῆρι.
在这种情况之下,神命令当时住在士麦那、更确切地说是在城郊庄园里的我,公开向救主宙斯献祭一头公牛。
ἀναχωροῦντος δέ μου καὶ ὑποπτεύοντος, καὶ δεδιότος τὴν προτέραν ἐκείνην πρόρρησιν, ἐγένετο μέν τι καὶ τοιοῦτον ἐννοίας, ὡς οὐ θήλειάν γε μέλλοιμι θύσειν, καὶ ὡς οὐδʼ ἀνάγκη γεύεσθαι.
但我心生退意并产生怀疑,畏惧之前的那个预言,我脑海中也闪过这样一个念头:我反正不是要献祭母牛,也没有必要去尝祭肉。
σαφέστατον δὲ καὶ ᾧ θαρρήσας ἔθυσα τόδε γίγνεται.
而使我获得信心并据此献祭的最明确迹象,则是以下这件事情。
ἔδοξα γὰρ ἑστῶτί μοι παρʼ αὐτὸν τὸν βωμὸν τοῦ Διὸς ἐν τῇ ἀγορᾷ καὶ δεομένῳ φῆναι σημεῖον εἰ λῷον θύσαι, ἀστέρα λαμπρὸν διᾷξαι διʼ ἀγορᾶς κυροῦντα τὴν θυσίαν.
因为我梦见,当我站在广场上的宙斯祭坛旁,祈求如果献祭更好就请示现一个征兆时,一颗明亮的星星划过广场,确认了这次献祭。
οὕτω θαρρήσας ἔθυσα.
于是我满怀信心,进行了献祭。
τὸ δὴ μετὰ τοῦτο ὅτῳ μὲν φίλον πιστεύειν πιστευέτω, ὅτῳ δὲ μὴ, χαιρέτω.
至于此后发生的事情,想相信的人就相信吧,不想相信的人就随他去。
ἔστη γὰρ ἅπαντα ἐκεῖνα καὶ οὐδὲν ἔτι ἠνώχλησε μετʼ ἐκείνην τὴν ἡμέραν, προνοίᾳ μὲν καὶ δυνάμει τῶν θεῶν, διακονίᾳ δʼ ἡμῶν ἀναγκαίᾳ.
因为在那天之后,所有那些灾难都停止了,再也没有任何事来侵扰我们。 这归功于诸神的眷顾与力量,以及我们必不可少的效劳。
οὐχ ἧττον τούτου θαυμαστὸν, εἰ μὴ καὶ μᾶλλον, ἕκτῃ γὰρ σχεδὸν ἢ ἑβδόμῃ ἡμέρᾳ πρότερον ἢ σεῖσαι τὸ ἐξ ἀρχῆς ἐκέλευσε πέμψαντα εἰς τὴν ἀρχαίαν ἑστίαν, ἥ ἐστι πρὸς τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἱερά τε δὴ δρᾶσαι καὶ βωμοὺς ἱδρύσασθαι ἐν κορυφῇ τοῦ λόφου τοῦ Ἄτυος.
不比这逊色、甚至更为奇妙的是,大约在地震最初爆发的六七天前,神命令我派人前往奥林匹亚宙斯神庙旁的“古老炉灶”,举行神圣仪式,并在阿提斯山丘的顶端建立祭壇。
καὶ ταῦτά τε ἀρτίως ἐπιτετέλεστο καὶ ὁ σεισμὸς ἐπελθὼν τῆς μὲν ἄλλης τῆς ἐν μέσῳ ἁπάσης χώρας οὕτως ἥψατο ὥστε μηδὲν τῶν καταγωγίων λιπεῖν, εἰ μή τί που μικρὸν ἐρείπιον·
这些事才刚刚完成,地震便降临了,它席卷了其间的所有其他土地,以至于连一处客栈都没有留下,至多只剩下一丁点残垣断壁。
ἄνω δὲ Ἄτυος οὐ προὔβη, οὐδὲ τοῦ πρὸς μεσημβρίαν Ἄτυος ἡμετέρου χωρίου Λανείου, πλὴν ὅσον αἰσθέσθαι, πέρα δʼ οὐχ ἥψατο οὐδενός.
但是地动并没有向阿提斯山上方蔓延,也没有波及到阿提斯以南我们那处名为拉内翁的庄园,除了一点震感外,此外的地方什么都没有触及。
καὶ γάρ τοι πρὸς τοσοῦτον ἧκον τοῦ θαρρεῖν ὥστε καὶ μεσούντων μάλιστα τῶν σεισμῶν ἐκ τῶν ὑδάτων τῶν θερμῶν ἐπανιὼν εἰς τὴν πόλιν ἐξ ἐνυπνίων ἰδὼν ἱκετεύοντας καὶ τεταραγμένους τοὺς ἀνθρώπους, ἐμέλλησα μὲν εἰπεῖν ὡς οὐδὲν δέοι δεδιέναι, οὐδὲν γὰρ ἔσεσθαι δυσχερές· οὐ γὰρ ἂν αὐτὸς ἐπὶ τούτοις εἰς
确实,我拥有了如此的信心,以至于在地震最剧烈的时候,我从温泉返回城市,因在梦中看到人们哀求和混乱的景象,我甚至想对他们说,根本不需要害怕,因为不会发生任何不幸的事;因为在这些情况下,我自己绝不会……

词汇与语法注释

  1. 317τοῦ μέτρου — 动词 `παρήλλαττον`(“偏离、不同”)所要求的属格,或与分词 `πίνων`(“饮用”)连用的部分属格。在此语境下,前一种解释(“偏离规定的分量”)更为自然。
  2. 317λέοντος ὀδόντα — 字面意思是“狮子的牙齿”,这可能指代某种以其外观命名的草药(如蒲公英属植物),也可能指民间疗法中使用的真正的狮子牙齿(将其烧制并用作牙粉)。在古代药理学中,这两种解释都是成立的。
  3. 318πρότερον ἢ σεῖσαι — 该结构由比较连词 `πρότερον ἤ`(“在……之前”)后接不定式 `σεῖσαι` 构成。动词 `σεῖσαι`(字面意为“震动”)在此处作不及物动词使用,意为“发生地震(震动)”。

引用这一段

阿里斯·台德斯, 圣书三 §317-318. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg025.humanitext-grc2:317-318

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。