← アイリオス・アリステイデス

聖なる話 3

§319-320

神聖なガチョウの獲得とサラピスの幻影

アリステイデスは、神の託宣に従ってガチョウの卵や神聖なガチョウを手に入れた奇跡的な経緯を語り、さらにサラピスやアスクレピオス、冥界の神々から得た幻影やその偉大な権能について詳述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§319

τὴν πόλιν κληθῆναι.1 ἔπειθʼ ὅπως μὴ δοκοίην δημοκοπικός τις εἶναι, ἐπέσχον, πρὸς δὲ τοὺς συνόντας διεμαρτυράμην, ὅπως ἀδείας ἔχοιμι, αὐτοὺς δὴ τούτους τοὺς λόγους εἰπών. τὰ μὲν δὴ περὶ τῶν σεισμῶν καὶ ὡς βοῦν θύειν αὐτοῖς ἠρξάμεθα εἴρηται. ᾠὸν δή ποτε χήνειον ἐζητοῦμεν, τοῦ θεοῦ σημήναντος ἐπὶ τῆς ἐν Περγάμῳ καθέδρας, καὶ εὑρίσκετο οὐδαμοῦ τῆς ἀγορᾶς, ἀλλʼ ἦν Μειλάτης ἐξ ἀκροπόλεως, παρὰ τοῦτον ἔρχονται τελευτῶντες οἱ πρὸς τῇ ζητήσει, κατὰ δὴ τύχην ἅμα καὶ μήνυσιν. καὶ λέγει πρὸς αὐτοὺς ὁ Μειλάτης ἔχειν ᾠὸν, φυλάττειν δὲ ἰάματος ἕνεκα· οὕτω γὰρ αὐτῷ προειρηκέναι τὸν θεόν. οὐκοῦν ἡμεῖς γε ἐκεῖθεν, ἔφασαν οἱ ζητοῦντες, καὶ ὃς2 προσκυνήσας δίδωσιν. ὅ τι δʼ ἐχρησάμην λαβὼν οὐκ οἶδα ὑπό γε πλήθους ἐτῶν. παραπλήσιον δὲ τούτῳ τὸ ἐκ τῆς Ἴσιδος, κατʼ ἀρχὰς ἔτι τῆς ἀσθενείας περὶ χηνῶν αὐτῶν γενόμενον. διέτριβον ἐν τοῖς ὕδασι τοῖς θερμοῖς καὶ ἡ θεὸς κελεύει θῦσαι ἑαυτῇ χῆνας δύο. ᾔειν εἰς τὴν πόλιν προπέμψας τοὺς σκεψομένους, καὶ προειπὼν ἀπαντᾶν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος τοὺς χῆνας ἔχοντας. ἄλλοι μὲν οὖν χῆνες οὐκ ἦσαν ἐκείνην τὴν ἡμέραν, δύο δʼ ἤστην μόνω. προσελθοῦσι δʼ αὐτοῖς καὶ ὠνουμένοις ἔφη ὁ τρέφων τοὺς χῆνας ὡς οὐχ οἷός τʼ εἴη πωλῆσαι· προειρῆσθαι γὰρ αὐτῷ3 ὑπὸ τῆς Ἴσιδος φυλάττειν Ἀριστείδῃ· πάντως δʼ ἥξειν καὶ θύσειν. ὡς δʼ ἔγνω τὸ πᾶν, ἐξεπλάγη τε καὶ προσκυνήσας δίδωσι· καὶ ταῦτα ἐπʼ αὐτῆς τῆς θυσίας ἔγνων ἐγώ. ἐγένετο δὲ καὶ φῶς παρὰ τῆς Ἴσιδος καὶ ἕτερα ἀμύθητα φέροντα εἰς σωτηρίαν. ἐφάνη δὲ καὶ ὁ Σάραπις τῆς αὐτῆς νυκτὸς, ἅμα αὐτός τε καὶ ὁ Ἀσκληπιὸς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος καί τινα τρόπον ἀλλήλοις ἐμφερεῖς. γενομένης δὲ τῆς περὶ Ζώσιμον συμφορᾶς, ἃ γὰρ μελλούσης προεῖπε καὶ παρεμυθήσατο ὁ θεὸς παρίημι, ἀλλʼ ἐπειδὴ ἐγένετο καὶ χαλεπῶς εἶχον ἀπὸ τῆς λύπης, ἐδόκει μοι σμίλην τινʼ ἔχων ὁ Σάραπις, ὥσπερ κάθηται τῷ σχήματι, περιτέμνειν μου τὰ κύκλῳ τοῦ προσώπου ὑπʼ αὐτό πως τὸ ὁρίζηλον, οἷον λύματʼ ἀφαιρῶν καὶ καθαίρων, καὶ μεταβάλλων εἰς τὸ προσῆκον. ὥστε καὶ ὕστερον ὄψις μοι γίγνεται παρὰ τῶν χθονίων θεῶν, εἰ τὸ σφόδρα τοῦτο λυπεῖσθαι ἐπὶ τοῖς τελευτῶσιν ἀνίην, συνοίσειν μοι ἐπὶ τὸ βέλτιον. πολὺ δέ τι τούτων φρικωδέστερον εἶχε τὰ χρόνῳ ὕστερον φανθέντα, ἐν οἷς αἵ τε δὴ κλίμακες ἦσαν αἱ τὸ ὑπὲρ γῆς τε καὶ ὑπὸ γῆς ἀφορίζουσαι, καὶ τὸ ἑκατέρωθι κράτος τοῦ θεοῦ, καὶ ἕτερα ἔκπληξιν θαυμαστὴν φέροντα, καὶ οὐδὲ ῥητὰ ἴσως εἰς ἅπαντας, ὥστε ἀσμένῳ μοι φανῆναι σύμβολα τοῦ Ἀσκληπιοῦ. κεφάλαιον δʼ ἦν περὶ τῆς τοῦ θεοῦ δυνάμεως ὅτι καὶ χωρὶς ὀχημάτων καὶ χωρὶς σωμάτων ὁ Σάραπις οἷός τʼ εἴη κομίζειν ἀνθρώπους ὅπη βούλοιτο. τοιαῦτα ἦν τὰ τῆς τελετῆς· καὶ ἀνέστην οὐ ῥᾴδιος γνωρίσαι4 καὶ πρὸς τούτοις θυσία τις ἐδηλοῦτο, ὀφειλομένη μὲν Διὶ καὶ πρόρρησιν μένουσα, ἀποδοθεῖσα δὲ ὡς τοῦ Σαράπιδος οὖσα, ἀπεδόθη δὲ καὶ ὡς τῷ Διὶ, ἔχω δὲ λέγειν κἀν ταῖς ἱεραῖς ἡμέραις, ἃς ἡ πόλις ἡ τῶν Ἀλεξανδρέων ποιεῖ τῷ θεῷ, πολλὰ δὴ πολλάκις αὐτὸν ἐπισημήναντα, καὶ κατʼ αὐτὴν ἑκάστην, καὶ προσαγαγούσης ἔτι. εἰ δὲ δεῖ τι καὶ φοβερώτερον διηγήσασθαι, ἐτεθύκειν τῇ Ἴσιδι καὶ τῷ Σαράπιδι ἐν τῷ τῆς Ἴσιδος ἱερῷ, λέγω τοῦτο ἐν Σμύρνῃ γενόμενον. ἐξιόντι δέ μοι τὰ προπύλαια προσερρύησαν χῆνες δύο τῶν ἱερῶν, καὶ παρελθόντες εἰς τὸ πρόσθεν ἡγοῦντο οὕτως ἀκριβῶς κατʼ αὐτὸ ὃ βαίνειν ἔμελλον ὥστε ἐπίδηλον εἶναί μοι. κἀγὼ νῷ τε ἔλαβον τὸ πρᾶγμα καὶ πρὸς τοὺς φίλους καὶ τοὺς παραπέμποντας, ἰδοὺ καὶ οἵδε, ἔφην, παραπέμπουσιν ἐν τῷ τῶν φίλων δὴ χορῷ· καὶ ἅμα ἔλεγον περὶ τῆς τοῦ θεοῦ γοργότητος καὶ δυνάμεως πόση τις εἴη καὶ κατὰ φήμας καὶ κατὰ συμβόλους, καὶ ὅτι πολλάκις ἤδη μοι ἐπὶ τῆς εὐχῆς ἦλθεν ἡ ἀπόκρισις· καὶ νῦν, ἔφην, ἡγεμόνας τινὰς ἡμῖν τῆς ὁδοῦ τούσδε ἀπέσταλκε. τοιαυτὶ διελεγόμεθα καὶ ἅμα ἐτηροῦμεν τί ἄρα δράσουσιν· ἄπιμέν τε δὴ τοῦ ἱεροῦ, οὐκ οἶδʼ ὁπόσον τι, κἀγὼ τοῖς φίλοις ἐνδεικνύμενος προσπαίζω τοὺς χῆνας καὶ5 λέγω, ἱκανῶς ὑμῖν, ὦ οὗτοι, λελειτούργηται, πορεύεσθε. οὐκ ἔφθην εἰπεῖν, καὶ οἱ μεταστραφέντες ἀπῄεσαν.

都市へと召喚されることは[なかったであろうから]。その後、大衆に阿ねる者のように思われないために、私は差し控え、一緒にいた人々に対して、身の安全を確保できるよう、まさにこれらの言葉を言って断言した。 さて、地震に関する事柄、および私たちがそれらに対して雄牛を捧げ始めた経緯については語り終えた。ある時、神がペルガモンでの滞在中に兆候をお示しになったので、私たちはガチョウの卵を探していたが、市場のどこにも見つからなかった。しかしアクロポリス出身のメイラテスという者がそれを持っており、捜索に当たっていた者たちは、偶然と、また情報とが重なって、最後には彼のところへ行った。するとメイラテスは彼らに、自分は卵を持っているが、治療のために取っておいているのだと言った。神が彼にそのようにあらかじめ命じられていたからである。「それなら、私たちはまさにそこから遣わされたのです」と捜索者たちは言った。すると彼は礼拝してそれを与えた。それを受け取って私がどう使ったかは、あまりにも年月が経ちすぎているため覚えていない。これとよく似たのが、病気のまだ初期の頃に、ガチョウ自体について起こったイシス神に由来する出来事である。私は温泉に滞在していたが、女神がご自身に二羽のガチョウを犠牲に捧げるよう命じられた。私は、調べる者たちを先に行かせ、ガチョウを手に入れてイシスの神殿で私を待つようにとあらかじめ命じておいて、都市へと向かった。さて、その日は他にガチョウはおらず、ただ二羽だけがいた。彼らが近づいて買い求めようとすると、ガチョウの飼育係は売るわけにはいかないと言った。というのも、アリステイデスのために取っておくようにと、イシスからあらかじめ命じられていたからである。彼は必ずやって来て犠牲を捧げるだろう、と。そして事情のすべてを知ると、彼は驚愕し、礼拝してそれらを与えた。私はこのことを、犠牲式そのものの際に知った。また、イシスから光が発せられ、その他にも救いへと導く言葉に尽くせぬ奇跡が起こった。同じ夜、サラピスも現れたが、彼自身とアスクレピオスが同時に現れ、その美しさと大きさは驚くべきものであり、どこか互いに似通っていた。ゾシモスにまつわる不幸が起こった時――それが起ころうとしていた時に神があらかじめ告げ、慰めてくださった事柄については省略するが――それが起こり、私が悲しみのあまりひどい状態にあった時、サラピスが、彫刻で座っているその姿勢のままで、小さな小刀を持って、私のおおよそ眉のすぐ下あたり、顔の周囲を削り取っているように思われた。汚れを払い清め、ふさわしい状態へと変えてくれているかのようであった。そのため、後に冥界の神々からも私に幻影があり、もし私が死者たちに対してこれほど激しく悲しむのをやめるなら、より良い結果をもたらすだろうということであった。しかし、これらよりもはるかに恐ろしいものが、しばらく後に示された。そこには地上と地下を画定するあのはしごがあり、また両界における神の支配力があり、その他にも驚くべき恐れを抱かせるような、おそらくすべての人に語るべきではない事柄があって、私にとってはアスクレピオスの象徴が嬉しく現れたように思われた。その要点は、神の力に関するものであり、すなわちサラピスは乗り物も肉体もなくしても、人々を自分の望むところへどこへでも運ぶことができるということであった。秘儀の事柄はこのようなものであった。そして私は、容易には見分けがつかないような状態で起き上がった。さらにこれに加えて、ある犠牲が示された。それはゼウスに負うており、約束の履行を待っていたものであったが、サラピスのものであるとして捧げられ、またゼウスに対しても捧げられた。また、アレクサンドリアの市民たちがその神のために行う聖なる日々において、神が何度も何度も、その日その日において、またさらにその日を迎えるにあたっても、多くの兆候をお示しになったことを語ることができる。さらにもし、何かより畏るべきことを語らねばならぬとするなら、私はイシスの神殿(スミュルナでの出来事であるが)で、イシスとサラピスに犠牲を捧げた時のことである。私が神門を出て行こうとすると、聖なるガチョウのうちの二羽が私のもとに近寄ってきた。そして前へと進み出て、私が歩もうとするまさにその道に沿って、あまりにも正確に先導したので、それは私にとって明白なことであった。そこで私はその事の意味を理解し、友人たちや見送りの人々に対して言った。「見よ、彼らもまた、友人たちの列の中に交じって見送ってくれているぞ。」そして同時に、神の俊敏さと力が、お告げにおいても兆候においてもいかに偉大であるか、また祈りの最中にすでに何度も私に答えが届いたことなどを語った。「そして今や」と私は言った。「神は私たちの道の先導者として、これらを送ってくださったのだ。」私たちはこのようなことを話し合いながら、同時に彼らが一体何をするかを見守っていた。そして私たちは神殿から、どれほどの距離だったか立ち去り、私は友人たちに見せるためにガチョウたちに戯れかけて言った。「お前たち、務めは十分に果たされた。さあ、行きなさい。」私が言い終えるか終えないかのうちに、彼らはきびすを返して去っていった。

構文注5 件
  1. 319τὴν πόλιν κληθῆναι

    前節の末尾 εἰς(〜へ)に直接続く不定詞句。前節の οὐ γὰρ ἂν とともに、反実仮想の帰結節「(このような状況で)都市に召喚されることはなかったであろうから」を形成している。

  2. 319καὶ ὃς

    関係代名詞 ὅς が「そして彼」という指示代名詞(主格)の意味で用いられる古い慣用法。

  3. 319προειρῆσθαι γὰρ αὐτῷ

    動詞 προλέγω(あらかじめ命じる)の受動完了非人称形 προείρηται が、間接話法の中で不定詞 προειρῆσθαι となったもの。与格の αὐτῷ(彼に)は行為の受け手。

  4. 320οὐ ῥᾴδιος γνωρίσαι

    形容詞 ῥᾴδιος(容易な)に能動の意味の不定詞 γνωρίσαι(認識する)が直接かかり、「見分けるのが容易ではない」という受動的な意味を表す、いわゆる「解説の不定詞(epexegetical infinitive)」の構造。主語の「私(アネステーの主語)」が「(他人から見て)見分けがつかない状態」であることを示す。

  5. 320οὐκ ἔφθην εἰπεῖν, καὶ

    「私が〜するやいなや〜した」「言い終わるか終わらないうちに〜した」という、時間の即時性を表す構文。φθάνω の過去形に不定詞が伴い、後ろの καί が後続の出来事をつなぐ。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)urn:cts:greekLit:tlg0284.tlg025.humanitext-grc2:319-320