- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg025.humanitext-grc2:317-318
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
著者は神から与えられた食事制限や歯の治療法を振り返り、アジア属州で大地震が発生した際、神の指示に従って事前に儀式を執り行ったことで、自身の滞在先が被害を免れた経緯を語る。
καὶ ἐφέντος τοῦ θεοῦ μικρόν τι παρήλλαττον πίνων τοῦ μέτρου.1 καί τινα ἐπόθουν τρόπον τὴν ταμιείαν τὴν τότε. ἦν δέ τις χρόνος οὗτος, ὅτʼ ἐμψύχων τε ἀπειχόμην, πλὴν ἀλεκτρυόνος, καὶ λαχάνων ἁπάντων, πλὴν ἀγρίων καὶ θριδακίνης, καὶ τραγημάτων δʼ ἀπειχόμην πάντων. ἤδη δή ποτε καὶ ὅλως ἑνὶ χρῆσθαι προσέταξε, καὶ ἐχρώμην ἀλεκτρυόνι, ᾧ καὶ μόλις καὶ τοῦτο ἐπετάττετο. καὶ τούτων τὰ μὲν σὺν ἀλουσίαις καὶ φλεβοτομίαις καὶ κλύσμασι διηνέγκαμεν, τὰ δʼ ὡς ἕκαστον τύχοι. ἰχθύων δὲ καὶ ἓξ ἔτη πάντων ἀπεσχόμην· ὑείων δὲ οὐκ οἶδα ὁπόσον τι. πάλιν δὲ συγχωρήσαντος ἐχρώμην ἀμφοτέροις. εἶτʼ ἐν μέρει τὰ μὲν εἰργόμην ἂν, τὰ δʼ ἐχρώμην, ὡς ἑκάτερον ἐφʼ ἑκατέρου συμβαίνοι. καὶ μὴν γάρου γε εἶρξε καθάπαξ· οὐ γὰρ εἶναι τῇ κεφαλῇ σωτήριον, ἥκιστα δὲ ὀδοῦσιν. ἰάματα δὲ ὀδόντων ἔδωκε. πρῶτον μὲν ἦν λέοντος ὀδόντα2 καῦσαι καὶ κόψαντα χρῆσθαι σμήγματι, δεύτερον δὲ ὀπῷ διακλύζειν τούτῳ δὴ τῷ χρήματι· μετὰ ταῦτα πέπερι, καὶ προσέθηκε θέρμης οὕνεκα· ἐφʼ ἅπασι δὲ στάχυς Ἰνδικὸς, σμῆγμα καὶ οὗτος. καὶ ταῦτα μὲν τῶν νεωστὶ φανθέντων ἐστί· βοείων δὲ εἴρχθην τοῦτον τὸν τρόπον. χρησμὸν ἐδόκουν ἐκπεπτωκέναι Ζωσίμῳ, μέχρι τούτου βιώσεσθαι μέχρι ἂν ἡ βοῦς ἡ κατʼ ἀγρὸν ζῇ. καὶ δῆτα φάναι πρὸς αὐτὸν, οἶσθʼ οὖν τὸν χρησμὸν ὅ τι νοεῖ; βοείων κρεῶν ἀπέχεσθαί σοι κελεύει. ὁ δʼ ἐλέγετο ὁ Ζώσιμος πρὸς τῇ ψύξει, ἐξ ἧς ἀπέθανε, καὶ βοείου τινὸς ἐκ θυσίας ἁψάμενος βλαβῆναι. ἦν οὖν οἷα εἰκὸς ἀκρίβεια πολλὴ καὶ πρόνοια μηδʼ ἄκρῳ τῷ δακτύλῳ προσαψάμενον λαθεῖν. καὶ χρόνῳ ὕστερον οἱ πολλοὶ καὶ πυκνοὶ σεισμοὶ γίγνονται ἐπὶ Ἄλβου ἄρχοντος τῆς Ἀσίας, καὶ τοῦτο μὲν δὴ Μυτιλήνη κατηνέχθη μικροῦ πᾶσα, τοῦτο δὲ ἐν πολλαῖς τῶν ἄλλων πόλεων πολλὰ ἐκινήθη, κῶμαι δὲ ἄρδην ἀπώλοντο, Ἐφέσιοι δὲ καὶ Σμυρναῖοι παρʼ ἀλλήλους ἔθεον θορυβούμενοι, ἡ δὲ συνέχεια θαυμαστὴ καὶ τῶν σεισμῶν καὶ τῶν φόβων. καὶ τοῦτο μὲν εἰς Κλάρον θεωροὺς ἔστελλον καὶ περιμάχητον ἦν τὸ μαντεῖον, τοῦτο δὲ ἱκετηρίας ἔχοντες περὶ τοὺς βωμοὺς καὶ τὰς ἀγορὰς καὶ τὰ κύκλῳ τῶν πόλεων περιῄεσαν, οὐδεὶς οἴκοι μένειν θαρρῶν· καὶ τελευτῶντες ἱκετεύοντες ἀπεῖπον. τοιούτων δὲ ὄντων ὁ θεὸς κελεύει μοι διατρίβοντι τότε ἐν Σμύρνῃ, μᾶλλον δὲ ἐν τῷ πρὸ τῆς πόλεως χωρίῳ, θῦσαι βοῦν δημοσίᾳ τῷ Διὶ τῷ σωτῆρι. ἀναχωροῦντος δέ μου καὶ ὑποπτεύοντος, καὶ δεδιότος τὴν προτέραν ἐκείνην πρόρρησιν, ἐγένετο μέν τι καὶ τοιοῦτον ἐννοίας, ὡς οὐ θήλειάν γε μέλλοιμι θύσειν, καὶ ὡς οὐδʼ ἀνάγκη γεύεσθαι. σαφέστατον δὲ καὶ ᾧ θαρρήσας ἔθυσα τόδε γίγνεται. ἔδοξα γὰρ ἑστῶτί μοι παρʼ αὐτὸν τὸν βωμὸν τοῦ Διὸς ἐν τῇ ἀγορᾷ καὶ δεομένῳ φῆναι σημεῖον εἰ λῷον θύσαι, ἀστέρα λαμπρὸν διᾷξαι διʼ ἀγορᾶς κυροῦντα τὴν θυσίαν. οὕτω θαρρήσας ἔθυσα. τὸ δὴ μετὰ τοῦτο ὅτῳ μὲν φίλον πιστεύειν πιστευέτω, ὅτῳ δὲ μὴ, χαιρέτω. ἔστη γὰρ ἅπαντα ἐκεῖνα καὶ οὐδὲν ἔτι ἠνώχλησε μετʼ ἐκείνην τὴν ἡμέραν, προνοίᾳ μὲν καὶ δυνάμει τῶν θεῶν, διακονίᾳ δʼ ἡμῶν ἀναγκαίᾳ. οὐχ ἧττον τούτου θαυμαστὸν, εἰ μὴ καὶ μᾶλλον, ἕκτῃ γὰρ σχεδὸν ἢ ἑβδόμῃ ἡμέρᾳ πρότερον ἢ σεῖσαι3 τὸ ἐξ ἀρχῆς ἐκέλευσε πέμψαντα εἰς τὴν ἀρχαίαν ἑστίαν, ἥ ἐστι πρὸς τῷ ἱερῷ τοῦ Διὸς τοῦ Ὀλυμπίου, ἱερά τε δὴ δρᾶσαι καὶ βωμοὺς ἱδρύσασθαι ἐν κορυφῇ τοῦ λόφου τοῦ Ἄτυος. καὶ ταῦτά τε ἀρτίως ἐπιτετέλεστο καὶ ὁ σεισμὸς ἐπελθὼν τῆς μὲν ἄλλης τῆς ἐν μέσῳ ἁπάσης χώρας οὕτως ἥψατο ὥστε μηδὲν τῶν καταγωγίων λιπεῖν, εἰ μή τί που μικρὸν ἐρείπιον· ἄνω δὲ Ἄτυος οὐ προὔβη, οὐδὲ τοῦ πρὸς μεσημβρίαν Ἄτυος ἡμετέρου χωρίου Λανείου, πλὴν ὅσον αἰσθέσθαι, πέρα δʼ οὐχ ἥψατο οὐδενός. καὶ γάρ τοι πρὸς τοσοῦτον ἧκον τοῦ θαρρεῖν ὥστε καὶ μεσούντων μάλιστα τῶν σεισμῶν ἐκ τῶν ὑδάτων τῶν θερμῶν ἐπανιὼν εἰς τὴν πόλιν ἐξ ἐνυπνίων ἰδὼν ἱκετεύοντας καὶ τεταραγμένους τοὺς ἀνθρώπους, ἐμέλλησα μὲν εἰπεῖν ὡς οὐδὲν δέοι δεδιέναι, οὐδὲν γὰρ ἔσεσθαι δυσχερές· οὐ γὰρ ἂν αὐτὸς ἐπὶ τούτοις εἰς
神が許されたので、私は飲むに際して定められた量からほんの少しだけ外れることもあった。そしてある意味で、私はあの頃の節制を懐かしく思った。それは、私が鶏肉を除いて動物性の食物を絶ち、野生の野菜とレタスを除いてすべての野菜を絶ち、さらにすべてのデザートを絶っていた時期であった。すでに以前、完全にただ一つのものだけを食べるようにと神が命じられたこともあり、私は鶏肉を食べていたが、これさえもかろうじて許されているという状態であった。そしてこれらのことを、ある時は入浴の禁止や瀉血、浣腸を伴いながら耐え忍び、ある時はその都度生じる事態のままに耐えた。また、すべての魚については丸六年間絶ち、豚肉についてはどれほどの期間だったか分からない。しかし神が再びお許しになると、私は両方を食べた。その後、交互に、ある時は一方を禁じられ、ある時は他方を使用するというように、その都度の状況に応じていた。さらに、魚醤については完全に禁止された。というのも、それは頭部にとって有益ではなく、歯にとっては最も好ましくないからである。また、歯のための治療法もお与えになった。第一は、ライオンの歯を焼き、それを砕いて磨き粉として用いること、第二は、あの樹液で口をゆすぐこと。その後には、温めるために加えられた胡椒、そしてこれらすべての仕上げに、やはり磨き粉となるインディコ・スタキュスを用いることであった。 これらは最近示された事柄の一部であるが、牛肉については次のような方法で禁止された。私は、ゾシモスに「野にいるあの雌牛が生きている限り、お前は生き長らえるだろう」という神託が下った夢を見た。そして確かに、誰かが彼にこう言うのが聞こえた。「では、お前はその神託が何を意味しているか知っているか。それはお前に牛肉を絶つようにと命じているのだ。」そのゾシモスは、死因となった悪寒に加えて、犠牲式で捧げられた牛肉に触れたことによっても害を被ったと言われていた。したがって、当然のことながら、指の先ですらそれに触れて気づかずにいることのないよう、細心の注意と予防策が講じられていた。そしてしばらくの後、アルブスがアジアの属州総督であった時に、数多くの激しい地震が発生した。そして一方では、ミュティレネがほぼ全壊し、他方では、他の多くの都市で多くの建物が揺れ動き、村々は跡形もなく滅び去った。エフェソスとスミュルナの人々は混乱して互いのもとに走り、地震と恐怖の絶え間なさは凄まじいものであった。そして一方では、人々はクラロスに神聖使節を派遣し、その神託所には注文が殺到し、他方では、嘆願の枝を手にした人々が、祭壇や広場、都市の周囲を巡り歩き、誰も家に留まる勇気を持たなかった。そして最後には、神への懇願に疲れ果ててしまった。このような状況の中、当時スミュルナ、というよりその都市の手前にある郊外の土地に滞在していた私に、神は「救い主ゼウス」に対して公に雄牛を犠牲に捧げるよう命じられた。しかし私が躊躇し、疑念を抱き、かつてのあの予言を恐れていたところ、私の心に、自分は雌牛を犠牲にするつもりはないのだし、またその肉を味わう必要もないのだ、というような考えも浮かんだ。しかし、私が確信を得て犠牲を捧げるに至った最も明白な出来事は、次のようなものであった。というのも、広場にあるゼウスの祭壇のすぐ傍らに立ち、犠牲を捧げることがより良いことであるなら兆候を示してほしいと祈っていた私の目に、一条の輝かしい星が広場を横切って走り、その犠牲を承認するのを夢に見たからである。こうして私は確信を得て犠牲を捧げた。これに続いて起こったことについては、信じたい者は信じるがよいし、信じたくない者は放っておけばよい。というのも、あのすべての出来事は完全に止まり、あの日以降、何ものも私たちを悩ますことはなかったからである。それは神々の配慮と力によるものであり、私たちの側に課せられた不可欠の奉仕によるものであった。これに劣らず不思議なこと、いやそれ以上に不思議なことには、地震がそもそも発生する約六、七日前に、神はオリンピアのゼウス神殿の近くにある「古き炉」へ使者を送り、神聖な儀式を執り行い、アテュスの丘の頂上に祭壇を築くようにと命じられたのである。そして、これらのことがちょうど完了した時、地震が襲ってきたのだが、その中間に位置する他のすべての土地に対しては、宿舎をおそらく小さな残骸を除いては何一つ残さないほどの激しさで及んだ。しかし、アテュスの丘の上までは進まず、アテュスの南にある私たちのラネイオスの土地にも、かすかに揺れを感じる程度で、それ以上の被害は一切及ばなかった。実に私は、それほどの確信を抱くようになっていたので、地震が最も激しかった最中に、温水浴から都市に戻る際、夢のお告げから人々が嘆願し混乱している様子を見て、「何も恐れる必要はない、不都合なことは何も起こらないのだから」と言おうとしたほどであった。なぜなら、私自身、このような状況の中で……
- 317τοῦ μέτρου
動詞 παρήλλαττον(「逸れる、異なる」)が要求する属格、あるいは分詞 πίνων(「飲む」)が要求する部分属格。ここでは「定められた分量から(逸れて飲む)」という前者の解釈が文脈上自然である。
- 317λέοντος ὀδόντα
文字通りには「ライオンの歯」だが、古代の植物名(タンポポの類、あるいは同様の薬効を持つハーブ)を指す隠語的表現の可能性と、文字通りの動物の歯を黒焼きにして用いる民間療法の可能性の両方が考えられる。
- 318πρότερον ἢ σεῖσαι
接続詞 πρότερον ἤ(「〜より前に」)に不定詞 σεῖσαι が続く構造。σεῖσαι は自動詞的に「地震が起こる(揺れる)」の意味で用いられている。
