§315νεωκόρον ἔγνων ὅτι εἴη κάθαρσις τριῶν, ὀποῦ τε ᾧ χριόμεθα καὶ μύρου ναρδίνου καὶ ἑτέρου μύρου τῶν πολυτελῶν, ἔστι δʼ, οἶμαι, τοῦ φύλλου ἐπώνυμον.
庙祝,得知那是三种成分的混合物:我们涂抹的树液、纳德香油,以及另一种昂贵的香油,我想,它是因树叶而得名的。
σκευάσας δὲ ἐχρώμην οὕτως τὸ λοιπὸν καὶ πάντα ἐκεῖνα ἐκεχάλαστο.
调配好后,我在此后的时间里就这样使用,所有那些症状都缓解了。
ἐφάνη δὲ καὶ ὁ Τελεσφόρος νύκτωρ, χορεύων περὶ τὸν τράχηλόν μου, καὶ ἀπέλαμπεν ἐν τῷ καταντικρὺ τοίχῳ σέλας ὥσπερ ἐξ ἡλίου.
特勒斯福罗斯也在夜间显现,在我的脖子周围跳舞,对面的墙上闪耀着仿佛来自太阳的光芒。
περὶ δὲ τὸν χρόνον τοῦτον ἅμα τοιόνδε ἦν μοι, εἴτε ἐμοῦντι τῆς ἑσπέρας ἤδη εἴτε καὶ οὔπω ἦσαν οἱ ἔμετοι.
在这期间,同时还发生了这样一件事,不管是我在晚上已经呕吐了,还是呕吐还没有开始。
κάρυον καὶ ἰσχάδα καὶ φοίνικος βάλανον καὶ ἅμα ἄρτου τι πρὸς αὐτοῖς ἐσθίειν ἐδεῖτο ἐξ εὐνῆς.
(神)要求我下床后立即吃胡桃、干无花果、椰枣,以及除此之外的一些面包。
τούτοις δὲ ἐχρώμην τε ἐκ τοῦδε ἐπὶ τῷ χρήματι.
从此以后,我在服用药剂之外也食用这些。
στομάχου τε καὶ ὑποχονδρίων καὶ τοῦ περὶ ταῦτα τόπου φάρμακον δίδωσι καταπλαστὸν ἀνωτέρω μοι δοκεῖν τούτων.
对于胃、季肋部及其周围区域,神赐予了一种贴剂,我想,这比这些还要早。
δίδωσι δὲ τοιαύτην δόξαν παραστήσας· Ἀσκληπιακὸν τὸν ἰατρὸν ἐδόκουν εἰσελθόντα ὡς ἐμὲ καὶ ἐπισκοποῦντα καταπλάττειν, διὰ δικτάμνου καλουμένῳ φαρμάκῳ, καὶ ἅμα προλέγειν τριάκονθʼ ἡμέρας χρήσασθαι.
他是通过呈现这样一种幻象来赐予的:我梦见医生阿斯克勒皮亚科斯走进我的房间,为我诊视,并用一种叫做迪克塔姆诺斯的药制作贴剂敷上,同时预言我要使用三十天。
ἐχρώμην, καὶ ἥ τε δὴ τριακοστὴ νὺξ ἧκε καὶ τὸν Ἀσκληπιακὸν αὖθις ἐδόκουν ἐλθόντα ἀφαιρεῖν τὸ κατάπλασμα.
我使用了它,当第三十个夜晚确实到来时,我又梦见阿斯克勒皮亚科斯走过来取下了贴剂。
χρόνῳ δὲ ὕστερον ἐκ τεττάρων τι συνθεὶς ἐπέθηκεν, ὧν τὰ μὲν δύο μέμνημαι, πίτταν ἐξ οἴνου καὶ οἴσυπον, τὼ δύο δὲ, εἰ φανείη τὰ ὀνείρατα, ἀναπληρώσομεν.
一段时间后,他用四种成分调配了某种东西贴上。 其中两种我还记得,即含酒的沥青和羊毛脂,另外两种,如果那些梦能显现出来,我们再予以补全。
καὶ μὴν περί γε τοῦ ὀνόματος τοῦ φαρμάκου τοῦ θηρείου τοιόνδε μέμνημαι.
此外,关于那种解毒药的名字,我还记得这样一件事。
ἔτυχον μὲν ἅπας ἐσθίων καὶ πολὺ τῆς ἡμέρας ἀπολιπὼν, ὁ δὲ δειπνεῖν τε ἐπέταξε καὶ ἀναστάντα πιεῖν τοῦ φαρμάκου τούτου·
我平时一日一餐,一天的绝大部分时间都不进食,但神命令我吃晚餐,并在起身后服用这种药。
καὶ εἰς πέντε ἑξῆς ἡμέρας ἐγένετο, οὗ τοὺς ἰατροὺς τἀναντία ᾔδειν κελεύοντας, ὁπότε τις μέλλοι πίεσθαι, μὴ δειπνεῖν, καὶ τέως εἰώθει.
这连续进行了五天,而我知道医生们的嘱咐恰恰相反——每当有人要服药时,不应吃晚餐,此前我也一直是这样做的。
αὖθις δὲ ἐκέλευσε πρὸς ἄρτῳ φαγεῖν τοῦ αὐτοῦ τούτου φαρμάκου, καὶ ἔφαγον πρὸς τῷ τρίποδι τῷ ἱερῷ, ἀφορμήν τινα ταύτην ἀσφαλείας ποιούμενος.
神又命令我将这种药配着面包吃,我便在神圣的三脚架旁吃了它,以此作为一种安全的保障。
Φίλωνος δέ τις ἐστὶν, οἶμαι, κρᾶσις φάρμακον ἕτερον.
我想,还有另一种药,是菲隆的调配物。
ταύτης ἐγὼ μὲν οὐδʼ ὀσφρᾶσθαι οἷός τʼ ἦν πρὸ τοῦ, τοῦ δὲ θεοῦ σημήναντος χρῆσθαί τε καὶ ἅμα τὴν ὥραν ἣν ἔδει, οὐ μόνον εὐχερῶς ἔπιον, ἀλλὰ καὶ πιὼν ἡδίων καὶ ῥᾴων εὐθὺς ἦν.
以前我甚至连它的气味都无法忍受,但在神指示使用它以及服药的时间后,我不仅轻松地喝下了它,而且喝完后立刻感到更加舒适和轻松。
ἄλλα τοίνυν μυρία ἂν εἴη λέγειν §316φαρμάκων ἐχόμενα, ὧν τὰ μὲν αὐτὸς συντιθεὶς, τὰ δὲ τῶν ἐν μέσῳ καὶ κοινῶν ἐδίδου θεραπείαν τοῦ σώματος, ὡς ἑκάστοτε συμβαίνοι.
关于药物,还有无数其他的事情可说,其中有些是神自己调配的,有些则是普通的、常见的药物,他根据每次发生的情况,提供了身体的治疗方法。
ὅτε δὲ ἡ συνέχεια τῶν κατάρρων ἦν καὶ ἡ ὑπερώα πυρίκαυτος, καὶ σταφυλὴ ἐφειστήκει, καὶ φλέβες οὐκ ἐπεῖχον τεινόμεναι, βιβλίον τι τῶν σπουδαίων ἔδοξα ἀναγιγνώσκειν, οὗ τὰ μὲν καθʼ ἕκαστον, πάλιν γὰρ τὸν αὐτὸν ἐρῶ λόγον, οὐκ ἂν ἔχοιμι εἰπεῖν.
当卡他症状持续不断、口盖灼热、口盖垂肿大、血管紧绷而无法平复时,我梦见自己在读一本重要的书,至于其具体内容——我还要重复同样的话——我无法说出来。
πῶς γὰρ τοσοῦτόν γε ὕστερον, ἄλλως τε καὶ τῆς ἀπογραφῆς τὸ τῇ μνήμῃ προσέχειν ἀφελομένης;
因为在过了这么久之后,尤其是记录本身已经夺走了对记忆的专注,怎么可能还得起来呢?
ἀλλὰ πρὸς τῷ τέλει τοῦ βιβλίου τοιάδε μάλιστα ἐνῆν. ἦν δὲ ὡς ἐπί τινος τῶν ἀγωνιστῶν λεγόμενα.
但在书的末尾,大体有这样一些内容,仿佛是针对某位竞技者说的话。
ταῦτα δὴ πάντα ὁ θεὸς συλλογισάμενος καὶ ὁρῶν τὸ ῥεῦμα ἄρδην φερόμενον προσέταξεν ὕδωρ πίνειν, οἴνου δὲ ἀπέχεσθαι, εἴ τι δεῖται νικῆσαι·
神考虑到了所有这些情况,看到黏液的流动势头极猛,便命令他饮水、戒酒,如果他需要获胜的话。
ἃ δὴ καὶ σοὶ, ἔφη, ἔξεστι μιμησαμένῳ στεφανοῦσθαι ἢ συστεφανοῦσθαι.
神说:“这些事情,你如果效仿他,也可以获得桂冠或共同获得桂冠。
ἐνταῦθα ἔληγεν.
”书的内容到此结束。
εἶθʼ ὑπεγέγραπτο τοῦ λόγου δὴ τοὐπίγραμμα, φιλοστέφανος, ἢ φιλησιστέφανος.
接着,在下面写着该书的题名:“爱冠者”或“爱得冠者”。
ὅσον μὲν οὖν τινα χρόνον διήνεγκα τὴν ὑδροποσίαν, οὐδὲ τοῦτο ἔχω λέγειν·
因此,我坚持喝水疗法有多长时间,我也无法说明。
ὅτι δʼ εὐκόλως τε καὶ ῥᾳδίως ἀεί πως πρότερον δυσχεραίνων τὸ ὕδωρ καὶ ναυτιῶν.
但可以肯定的是,我一直非常轻松和容易地做到了这一点,尽管以前我总是讨厌水并感到恶心。
ὡς δὲ καὶ τοῦτο ἐλελειτούργητο, τοῦ μὲν ὕδατος ἀφίησί με, οἴνου δὲ ἔταξε μέτρον, καὶ ἦν γε τὸ ῥῆμα ἡμίνα βασιλική· γνώριμον δή που ὅτι ἔφραζεν ἡμικοτύλιον.
当这项服侍也完成后,神免除了我饮水,并规定了葡萄酒的分量,其用词正是“王室赫米纳”;显然,他指的是半科特勒。
ἐχρώμην τούτῳ καὶ οὕτως ἤρκει ὡς οὐκ ἤρκει πρότερον τὸ διπλάσιον, ἔστι δʼ ὅτε καὶ φειδομένῳ ὑπὸ τοῦ δεδιέναι μὴ ἐπιλείπῃ περιῆν.
我使用这个分量,而且它是如此充足,以至于以前双倍的分量都不够,有时因为害怕不够而节省饮用,甚至还有剩余。
οὐ μὴν τοῦτό γε ἐποιούμην ἐξαίρετον εἰς τὴν ὑστεραίαν, ἀλλʼ ἐξ ἀρχῆς ἔδει τῷ μέτρῳ στέργειν.
我并没有把剩余的留作第二天的特殊储备,而是从一开始就必须满足于既定的分量。
ἐπεὶ δὲ καὶ ταύτην εἶχε τὴν πεῖραν, ἀφίησιν ἤδη πίνειν πρὸς ἐξουσίαν, οὑτωσί πως χαριεντισάμενος, ὅτι μάταιοι τῶν ἀνθρώπων εἶεν ὅσοι τῶν ἱκανῶν εὐποροῦντες μὴ τολμῶσιν ἐλευθέρως χρῆσθαι.
当这一尝试也结束后,神便允许我随意饮用,并用这样的话开玩笑说:那些拥有充足之物却不敢自由使用的人,真是愚蠢。
καὶ τὸ βιβλίον αὐτὸ τοῦτο ἐδόκει εἶναι Ἀντισθένους περὶ χρήσεως· ἔφερε δὲ εἰς οἶνον, καὶ Διονύσου προσῆν τινα σύμβολα.
这本书本身似乎就是安提斯泰尼的《关于使用》;它涉及葡萄酒,并且上面有一些狄奥尼索斯的象征。
οὕτω δʼ οὖν ὑπὸ τῆς συνηθείας διεκείμην, ὥστε
不管怎样,由于这种习惯,我处于这样一种状态,以至于……