§309ἔτυχον μὲν διατρίβων ἐν Ἀδριανοῖς, τοῦ θεοῦ πέμψαντος·
由于神明派遣,我当时正巧在阿德里亚诺伊停留。
ἦσαν δὲ αἱ πολλαὶ τότε καὶ συνεχεῖς ἀπορίαι, οὔτε γὰρ τρέφεσθαι δυνατὸν ἦν μοι οὔθʼ ὅ τι γευσαίμην κατέχειν τοῦτο, ἀλλʼ εὐθὺς συνίστατο σὺν πυρὶ πολλῷ καὶ τὴν φάρυγγα ἔκειρε καὶ τὸ πνεῦμα ἀπελάμβανε, καὶ σφάκελοι πυρώδεις ἐχώρουν εἰς κεφαλὴν ἄνω.
那时,我的困难频繁且接连不断,因为我既不能进食,也无法将尝过的任何食物留在胃里;相反,食物立刻伴随着剧烈的高热而凝结,擦伤了我的喉咙,阻断了呼吸,灼热的痉挛直冲脑门。
καὶ §310πειρωμένῳ ἐμεῖν οὐκ ἀπήντα, ἀλλʼ ἦν καὶ ῥανὶς ἀντὶ τρικυμίας, διὰ τὸ ἐνίσχεσθαί τε καὶ πνιγμὸν φέρειν, μόλις δʼ ἂν καὶ μετὰ πολλοῦ θορύβου καὶ πολλῆς ἀπογνώσεως ἀπηλλάγην οὐκ ἀναιμωτὶ, ἀλλʼ ἀνεξαίνετο ἅπας ὁ πόρος καὶ καθίστατο ἀντʼ ἄλλου τραύματος.
而且当我试图呕吐时,却什么也吐不出来,只有一滴分泌物而非法拉的大浪,因为它卡在喉咙里并引起窒息。 好不容易,并在经历了一番折腾和极大的绝望之后,我才得以解脱,且并非没有流血,整个通道都像被撕裂开来,变成了另一个伤口。
καὶ ὁ κάματος δὴ καὶ ἡ πᾶσα τοῦ σώματος ἀσθένεια καὶ κάθαρσις κατὰ λόγον τῶν συμβαινόντων ἦν.
确实,疲劳、身体的极度虚弱以及排泄净化,都与所发生的一切相称。
καὶ τῶν φίλων καὶ τῶν εἰωθότων παρῆν οὐδεὶς, ἀλλʼ ἀπεδήμουν ἄλλος ἄλλοσε, ὅτι μὴ εἷς τις ἔτυχε διαιτώμενος ἐν τοῖς ὕδασι τότε, ὃν ἐγὼ ἔτι πρόσθεν ἐδόκουν ὄναρ κειμένῳ μοι καθʼ ὁδὸν μόνῳ, τοῦ ἵππου ἐφʼ οὗ καθήμην πεπτωκότος, εἰπεῖν ὅτι καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης συμβαίη, μόνον με ἀπολειφθῆναι.
我的朋友和熟人没有一个在身边,而是各自前往别处旅行,只有一个当时正巧在温泉疗养的人除外。 关于他,我甚至在更早之前,在一次梦中——当时我独自躺在路上,我所骑的马已经倒下——我似乎梦见他说:这也是命运的安排,我注定要被独自留下。
τοῦτο μὲν δὴ ἐν Περγάμῳ προγεγόνει πρὸ τῆς ἐξόδου μικρόν·
这件事情在离开前不久已经发生于佩尔加蒙。
τότε δὲ ἐν τοῖς Ἀδριανοῖς ἀπορουμένῳ μέμνημαι τοιοῦτον ὄναρ γενόμενον· ἐδόκουν ἐπὶ σχεδίας φέρεσθαι ἐν τῷ Αἰγυπτίῳ πελάγει μόνος, εἶναι δὲ τῆς σχεδίας ἐπʼ ἄκρῳ τε καὶ τῷ πρὸς τὴν γῆν·
而当时在阿德里亚诺伊陷入困境的我,记得曾做过这样一个梦:我似乎独自坐在一只木筏上,在埃及海中漂流,并且位于木筏的边缘,靠近陆地。
ἀποροῦντι δέ μοι προφανῆναι τὸν τροφέα Ζώσιμον ἵππον ἔχοντα ἐν τῇ γῇ, καί πως ἐκβῆναί τε καὶ λαβέσθαι ἀσμένως τοῦ ἵππου.
正当我一筹莫展时,我的养育者佐西莫斯牵着一匹马出现在陆地上,我设法登岸并欣喜地抓住了那匹马。
καὶ τοῦτο μὲν οὕτως.
这个梦大致如此。
ἐδόκουν δὲ καὶ διὰ τῆς Ἀλεξανδρείας διεξιὼν διδασκαλεῖα παίδων ὁρᾶν· οἱ δʼ ἀνεγίγνωσκόν τε καὶ ᾖδον τὰ ἔπη τάδε, ὑπηχοῦντες ὡς ἥδιστον
"πολλοὺς δʼ ἐκ θανάτοιο ἐρύσατο δερκομένοιο
ἀστραφέεσσι πύλῃσιν ἐπʼ αὐτῇσιν βεβαῶτας
Ἀΐδεω.
我还似乎在穿过亚历山大里亚时,看到了儿童的学校;他们正在朗读并歌唱以下诗句,声音极其悦耳: “他将许多人从注视着他们的死亡中拯救出来,那些正站在哈得斯那毫无光泽的、紧闭的大门前的人们。
"
ταῦτα δʼ ἐστὶ τῶν ἡμετέρων ἐπῶν, ἃ πρῶτα σχεδὸν ἐποιήσαμεν τῷ θεῷ.
” 这些是属于我们自己的诗句,几乎是我最早为神明创作的。
θαυμάζειν οὖν ὅπως ἤδη διαπεφοιτηκότα εἰς τὴν Αἴγυπτον εἴη καὶ χαίρειν ὑπερφυῶς, ὅτε δὴ τυγχάνοιμι κατειληφὼς ᾀδόμενα τἀμαυτοῦ.
因此,我惊讶于它们竟然已经传到了埃及,并且在发现自己的作品被歌唱时,感到无比欣喜。
καὶ τὰ μὲν κεφάλαια τῶν ἐνυπνίων τοιαῦτά ἐστιν.
梦境的要点大致如此。
ἡμέρας δὲ γενομένης, ἔτυχε γάρ μοι παρὼν ἵππος, ἀναβαίνω τε εὐθὺς καὶ ὃν οὐδʼ ἂν εἷς ᾠήθη διαρκέσαι μέχρι τῆς πρώτης ἐξόδου, δρόμους τε ἀπελαύνω τὸν ἵππον καὶ γίγνομαι ῥᾴων θέοντος ἔτι, καὶ ἀπῄει τῶν ἄνω πολὺ τοῦ βάρους καί τις δύναμις ὡς ἐν τοιούτοις συνελέγη, καὶ ἦσαν πάλιν ἐλπίδες.
天亮后,因为我刚好有一匹马在身边,我便立刻骑了上去。 尽管谁也不会想到这匹马能撑到第一个出发点,但我还是骑着它奔跑起来,在它奔跑的过程中,我的身体变得轻松了,上半身的许多沉重感消失了,在那种情况下积蓄起了一股力量,再次产生了希望。
ἐγένετο δέ μοι καὶ νύκτωρ φωνὴ λέγοντός του, τεθεράπευσαι, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς ἀπορωτάτοις.
夜里,我听到一个声音对我说:“你已经痊愈了”,这还是在最困难的时刻发生的。
ὃν μὲν οὖν τρόπον εἴς τε τὴν Πέργαμον
那么,我前往佩尔加蒙的方式……