§295τῶν ναῶν τῶν τριῶν ἐστιν.
3つの神殿のうちの1つである。
ἐν τούτῳ τῷ σχήματι στὰς ἔμπροσθεν τῆς εὐνῆς προβαλὼν τοὺς δακτύλους καὶ χρόνους τινὰς συλλογισάμενος, ἔχεις, ἔφη, δέκα ἔτη παρʼ ἐμοῦ καὶ τρία παρὰ τοῦ Σαράπιδος—καὶ ἅμα τὰ τρία καὶ δέκα ὡς ἑπτακαίδεκα ἐφάνη τῇ θέσει τῶν δακτύλων— ταῦτα δὲ εἶναι οὐκ ὄναρ, ἀλλʼ ὕπαρ, εἴσεσθαι δὲ καὶ αὐτόν.
この姿で私のベッドの前に立ち、指を突き出して何らかの時間を計算しながら、彼は言った。 「お前には私から10年、そしてサラピスから3年が与えられている。 」――そして同時に、その3と10は指の配置によって17として現れた――。 そして、これらは夢ではなく、覚醒時の現実であり、私自身もそれを知るだろう、と彼は言った。
καὶ ἅμα κελεύει καταβάντα εἰς τὸν ποταμὸν τὸν πρὸ τῆς πόλεως ῥέοντα λούσασθαι, ἡγήσεσθαι δὲ τῆς ὁδοῦ παῖδα ἄνηβον, καὶ δείκνυσι τὸν παῖδα.
そして同時に、彼は、街の前を流れる川へと下っていって入浴すること、そして一人の未成年の少年が道案内をするようにと命じ、その少年を指し示した。
καὶ τὰ μὲν κεφάλαια τῆς ἐπιφανείας ταῦτά ἐστιν, ὡς ἀντὶ τοῦ παντός γʼ ἂν ἐποιησάμην καὶ καθʼ ἕκαστα δύνασθαι διʼ ἀκριβείας διεξελθεῖν.
そして、顕現の要点はこれらである。 その詳細を正確に語ることができるなら、私は何ものをも代償にしたであろうに。
ἦν δὲ καὶ δὴ μέσος χειμὼν καὶ βορέας μέγας καὶ κρυμὸς, καὶ αἱ ψηφῖδες οὕτως ὑπὸ τοῦ πάγου πρὸς ἀλλήλας ἐδέδεντο ὥστε ἐοικέναι κρυστάλλῳ συνεχεῖ, καὶ τὸ ὕδωρ οἷον εἰκὸς ἐν τοιούτῳ ἀέρι.
そしてまさに真冬であり、強い北風と厳寒があり、小石は氷によって互いに固く結びついていて、一面の氷原のようになっており、水もそのような大気において当然予想される通りの冷たさであった。
ἐπεὶ δʼ ἐξηγγέλθη τὰ τῆς ἐπιφανείας, παρέπεμπον ἡμᾶς οἱ φίλοι, καὶ τῶν ἰατρῶν οἵ τε δὴ συνήθεις καὶ ἄλλοι οἱ μὲν ὡς ἀγωνιῶντες, οἱ δὲ καὶ τῆς ἱστορίας ἕνεκα·
そして顕現の出来事が知れ渡ると、友人たちが私たちに付き添い、医師たちのうち親しい者たちも他の者たちも、ある者は心配げに、またある者は野次馬根性からついてきた。
ἐπεγένετο δὲ καὶ ἄλλος ὄχλος συχνὸς, καὶ γάρ τις καὶ διάδοσις ἔτυχεν ἔξω πυλῶν οὖσα καὶ πάντʼ ἦν κάτοπτα ἀπὸ τῆς γεφύρας.
さらに他の多くの群衆も加わった。 というのも、ちょうど門の外で何かの分配が行われており、橋の上からすべてが見渡せたからである。
ἦν δέ τις Ἡρακλέων ἰατρὸς, ἑταῖρος ἡμέτερος, ὃς πρὸς ἐμὲ ὡμολόγησε τῇ ὑστεραίᾳ ἦ μὴν πεπεικὼς αὑτὸν ἰέναι, ὡς εἰ τὰ κράτιστα πράξαιμι, ὀπισθοτόνῳ συνέξομαι, ἤ τῳ ἄλλῳ τοιούτῳ.
私たちの仲間であるヘラクレオンという名の医師がいたが、彼は翌日、私に対して、自分が次のように確信して同行したことを告白した。 すなわち、もし私が最善の結果を得たとしても、破傷風にかかるか、何か他の同様の病気にかかるだろう、と。
ὡς δὴ ἐγενόμεθα ἐπὶ τοῦ ποταμοῦ, οὐδὲν ἔδει τοῦ παρακελευσομένου, ἀλλʼ ἔτι τῆς θέρμης τῆς ἐκ τῆς ὄψεως τοῦ θεοῦ μεστὸς ὢν ἀπορρίψας τὰ ἱμάτια οὐδʼ ἀνατρίψασθαι δεηθεὶς, ἵεμαι οὗ τοῦ ποταμοῦ τὸ βαθύτατον ἦν.
私たちが川に着いたとき、励ましてくれる人は誰も必要なかった。 むしろ、神の幻影から得た温かさにまだ満たされていた私は、衣服を脱ぎ捨て、体を摩擦する必要すら感じずに、川の最も深いところへと飛び込んだ。
ἔπειθʼ ὥσπερ ἐν κολυμβήθρᾳ καὶ μάλα ἠπίου καὶ κεκραμένου ὕδατος ἐχρώμην διατριβῇ, ἐννέων τε καὶ ἀνακλύζων ἐμαυτὸν πάντη.
それから、まるで非常に穏やかで程よく温められた温水プールの中にいるかのように時間を過ごし、泳ぎ、体中を水で洗い流した。
ὡς δʼ ἐξέβην, ὅτε δὴ χρὼς πᾶς ἤνθει καὶ τὸ σῶμα πάντη κοῦφον ἦν, καὶ βοὴ πολλὴ τῶν τε παρόντων καὶ ἐπιόντων, τὸ πολυύμνητον δὴ τοῦτο βοώντων, μέγας ὁ Ἀσκληπιός.
そして私が上がったとき、まさに皮膚の全体が赤みを帯びて輝き、体はすっかり軽くなっており、その場にいる人々や駆け寄ってくる人々から、「アスクレピオスは偉大なり! 」という、あの人口に膾炙した叫び声が大いに上がった。
καὶ τὰ ἀπὸ τούτου τίς ἂν ἐνδείξασθαι δυνηθείη;
そしてこの後の出来事を、誰が描写できようか。
ἅπαν γὰρ τὸ λοιπὸν τῆς ἡμέρας καὶ τῆς νυκτὸς §296τὸ εἰς εὐνὴν διεσωσάμην τὴν ἐπὶ τῷ λουτρῷ σχέσιν, καὶ οὔτε τι ξηροτέρου οὔτε ὑγροτέρου τοῦ σώματος ᾐσθόμην, οὐ τῆς θέρμης ἀνῆκεν οὐδὲν, οὐ προσεγένετο, οὐδʼ αὖ τοιοῦτον ἡ θέρμη ἦν, οἷον ἄν τῳ καὶ ἀπʼ ἀνθρωπίνης μηχανῆς ὑπάρξειεν, ἀλλά τις ἦν ἀλέα διηνεκὴς, δύναμιν φέρουσα ἴσην διὰ παντὸς τοῦ σώματός τε καὶ τοῦ χρόνου.
というのも、その日と夜の残りの時間をすべて就寝に至るまで、入浴によって生じた身体の状態を保ち続けた。 体が乾燥しすぎているとも湿りすぎているとも感じず、その温かさは少しも衰えず、また増しもしなかった。 またその温かさは、人間の技術によって誰かに与えられるようなものでもなく、絶え間ない一定のぬくもりであり、体全体と時間の経過を通じて、等しい力を与えてくれるものであった。
παραπλησίως δὲ καὶ τὰ τῆς γνώμης εἶχεν.
そして心の状態も同様であった。
οὔτε γὰρ οἷον ἡδονὴ περιφανὴς ἦν οὔτε κατʼ ἀνθρωπίνην σωφροσύνην ἔφησθα ἂν εἶναι αὐτὸ, ἀλλʼ ἦν τις ἄρρητος εὐθυμία, πάντα δεύτερα τοῦ παρόντος καιροῦ τιθεμένη, ὥστε οὐδʼ ὁρῶν τὰ ἄλλα ἐδόκουν ὁρᾶν·
というのも、明らかな快楽のようなものはなく、かといってそれを人間の節度によるものとも言えないであろうが、言葉に表せない喜びがあり、現在の瞬間の前には他のすべての事柄を二の次に思わせるものであった。 そのため、他のものを見ていても、それを見ていないかのようであった。
οὕτω πᾶς ἦν πρὸς τῷ θεῷ.
そのように、私は完全に神に没頭していたのである。
ἀλλὰ τὸ ἐντεῦθεν σὸν ἤδη, ὦ δέσποτα, γίγνεται δεῖξαι καὶ παραστῆσαι ὅ τι ἑξῆς λέγοντες καὶ ὅποι τραπόμενοι σοί τʼ ἂν κεχαρισμένα ποιοῖμεν καὶ τοῦ λόγου προΐοιμεν ὡς κάλλιστα.
しかし、ここから先は、主よ、次に何を語り、どこに目を向ければ、あなたに喜ばれることを行い、このお話を最も見事に進めることができるかを示し、指し示すことが、今やあなたの役割となります。
πότερα ἐπειδὴ ποταμοῦ καὶ χειμῶνος τοιούτου καὶ λουτροῦ μνείαν ἐποιησάμην, ἕτερα ἐφεξῆς τῆς αὐτῆς ἰδέας λέγω καὶ οἷον κατάλογόν τινα λουτρῶν ποιῶμαι χειμερίων τε καὶ θείων καὶ πάντως παραδόξων;
川やこれほどの冬、そして入浴について言及した以上、同じ種類の他の事柄を続けて語り、冬の、そして神聖な、また全くもって驚異的な入浴の、いわば目録のようなものを作るべきでしょうか。
ἢ διαλαβὼν τὸν λόγον καί τινα τῶν ἐν μέσῳ διηγήσωμαι;
それとも、物語を中断して、その間に起こったことのいくつかを詳述すべきでしょうか。
ἢ κράτιστον καὶ τἀν τῷ μέσῳ πάντα ὑπερβάντα ἀποδοῦναι τὸ τέλος τῷ πρώτῳ λόγῳ, πῶς ἔσχε τὰ τῆς χρησμῳδίας τῆς περὶ τῶν ἐτῶν καὶ πῶς ἅπαντα ἀπέβη;
あるいは、合間の出来事をすべて飛び越えて、最初の話に結末を与えること、すなわち、あの歳月に関する神託がどのようなものであり、すべてがいかにして実現したかを語るのが最善でしょうか。
πολλὰ μὲν γὰρ καὶ ἄλλα ἐπεσήμηνεν ὁ θεὸς ἐκ τῶν ἐφεστηκότων ἀεὶ κινδύνων ἐξαρπάζων, οἳ πυκνοὶ νυκτὸς ἑκάστης καὶ ἡμέρας ἦσαν, ἄλλοτε ἄλλοι προσβάλλοντες, τότε δὲ ἐπανιόντες οἱ αὐτοὶ, καὶ ὁπότε ἀπαλλαγείη τις, ἀντιλαμβάνοντες ἕτεροι, καὶ πρὸς ἕκαστα τούτων ἀλεξιφάρμακα ᾔει παρὰ τοῦ θεοῦ καὶ παραμυθίαι παντοῖαι καὶ ἔργῳ καὶ λόγῳ·
なぜなら、常に降りかかる危険――それらは毎夜毎昼ひっきりなしに訪れ、ある時はこれらが、またある時はあれらが襲いかかり、時には同じものが戻ってきて、一つが去れば他のものが襲いかかったが――から私を救い出しながら、神は他にも多くの兆候を示され、これらの一つ一つに対して、神から治療薬や、行為と言葉によるあらゆる種類の慰めが与えられたからである。
ἓν δὲ δὴ καὶ τόδε μέμνημαι πραχθὲν αὐτῷ ποτε.
そして、かつて神によって行われた、次のようなある一つのことも覚えている。
ἔφη χρῆναι τελευτᾶν εἰς τρίτην ἡμέραν, καὶ ταῦτα ἀναγκαίως ἔχειν, καὶ ἅμα σύμβολα ἔδωκε, καὶ ὁποῖʼ ἄττα ἔσται τὰ τῆς ἐπιούσης ἡμέρας, καὶ γὰρ τὸν ἀέρα ὁποῖος καὶ τὸν ἡνίοχον ὅπου φανήσοιτο καὶ ἄλλα ἔδωκε σύμβολα τῆς ἀληθείας·
神は、私が3日目に死なねばならず、これは避けられないことであると述べ、同時にその予兆、すなわち翌日の出来事がどのようなものになるか(どのような気候になり、御者がどこに現れるかなど、真実の他の予兆)を与えられた。
ἀλλὰ δεῖν οὕτω ποιεῖν, πρῶτον μὲν ἀναβάντα ἐπὶ τὸ ζεῦγος ἐλθεῖν ἐπὶ τὸν ποταμὸν τὸν διὰ τῆς πόλεως ῥέοντα, γενόμενον δὲ οὗ ἐστιν ἤδη ἔξω τῆς πόλεως ἱερὰ δρᾶσαι
しかし、次のようにせねばならなかった。 まず馬車に乗って、街の中を流れる川へと行き、川がすでに街の外に出ている場所に到着したなら、神聖な儀式を執り行うこと、と。