§289τῆς αὐτῆς ὄψεως γιγνομένης. ὁ δʼ ἐν τούτῳ ἀναθεῖ ὀπίσω εἴς τι χωρίον ἡμέτερον δεῆσάν τι καὶ μετʼ οὐ πολὺ ἔκαμνε.
在同样的景象不断出现时,他在此期间因为有些急事,急忙赶回我们的某处庄稼地,不久后便病倒了。
συνέβαινε δὲ κἀμοὶ τοῦ τε στομάχου καὶ τῆς ὑπερώας καὶ κεφαλῆς ὅλης καὶ σύμπαντος τοῦ σώματος οὕτως ἔχειν ὥστε ἐπʼ ἔσχατον ἐλθεῖν, καὶ τῆς τε τροφῆς ἀπεκεκλείμην καὶ ὅ τι προσείμην παραχρῆμα ἐφθείρετο, καὶ ἀναπνεῖν οὐκ ἦν καὶ ἡ δύναμις καθῄρητο.
而我自己的胃、上腭、整个头部以及全身的状态也变得极度糟糕,以至于陷入了垂死状态,我无法进食,并且无论吃下什么都立刻吐了出来,甚至无法呼吸,体力也已消耗殆尽。
ἀπείχομεν δὲ ἀλλήλων σταδίους μάλιστα εἴκοσι καὶ ἑκατόν.
我们彼此相距大约有一百二十斯塔德。
συνέβαινεν οὖν ἡμῖν πυνθανομένοις ὡς ἔχοιμεν ἑκάτεροι πολὺ μᾶλλον οἷς ἠκούομεν ἢ τοῖς αὐτῷ παροῦσιν ἑκάτερον βαρύνεσθαι.
因此,每当我们询问并得知彼此的情况时,我们每个人因听到的消息而感到痛苦,要远甚于因自己身上正在遭受的病痛而感到痛苦。
φανέντος δὲ τοῦ θεοῦ λαμβάνομαι τῆς κεφαλῆς ἐπαλλὰξ τοῖν χεροῖν, καὶ λαβόμενος ἐδεόμην σῶσαί μοι τὸν Ζώσιμον.
当神明显现时,我双手交叉抱住他的头,抱住他并恳求他为我救活佐西莫斯。
ἀνένευσεν ὁ θεός.
神明摇了摇头表示拒绝。
πάλιν οὖν τὴν αὐτὴν λαβὴν λαβόμενος ἐδεόμην ἐπινεῦσαι.
于是我再次以同样的方式抱住他,恳求他点头同意。
αὖθις ἀνένευσε.
他再次摇了摇头。
τὸ τρίτον παραλαβὼν ἐπειρώμην πεῖσαι ἐπινεῦσαι· ὁ δὲ οὔτε ἀνένευσεν οὔτε ἐπένευσεν, ἀλλʼ εἶχε διʼ ἴσου τὴν κεφαλὴν καί μοι λέγει ῥήματα ἄττα, ἃ χρὴ λέγειν ἐν τοῖς τοιούτοις, ὡς ἀνύσιμα· ἁγὼ μνημονεύων οὐκ οἶμαι δεῖν ἐκφέρειν εἰκῆ.
第三次我再次抱住他,试图说服他点头;但他既没有摇头也没有点头,而是保持头部不动,并对我说了某些话,这些话是在这种情况下应当说的,是行之有效的;我虽然记得这些话,但认为不应随意泄露。
ἔφη δʼ οὖν ὅτι ἐπαρκέσει τούτων λεχθέντων· ἓν δʼ ἦν αὐτῶν, φύλαξον.
总之,他说只要说了这些话就足够了;其中一句是:“守护。
τί οὖν ἀπέβη αὐτῷ μετὰ ταῦτα;
”那么,在这之后他落得什么结果呢?
πρῶτον μὲν ἀνίσταται παρʼ ἐλπίδας ἐξ ἐκείνης τῆς νόσου ὁ Ζώσιμος, καθαρθείς γε διὰ πτισάνης καὶ φακῆς, προειπόντος ἐμοὶ τοῦ θεοῦ ὑπὲρ αὐτοῦ, ἔπειτα ἐπεβίω μῆνας τέτταρας· ὥστε ἐνετύχομέν τε ἀλλήλοις καὶ συνεωρτάσαμεν, γενομένης γε κἀμοὶ παρὰ τοῦ θεοῦ βοηθείας πολλῆς καὶ συνεχοῦς καὶ παράδοξα ἐχούσης.
首先,佐西莫斯出乎意料地从那场疾病中痊愈,这是通过大麦粥和扁豆进行净化而实现的,正如神明为他而预先向我指示的那样;此后,他又活了四个月;因此我们得以重逢并共同庆祝节日,因为神明也给予了我许多持续不断的帮助,其中包含了许多奇妙的事迹。
ὧν ἓν ἦν λειποψυχοῦντα καὶ παντελῶς ἀπορούμενον ποιῆσαι μέλη, γάμον τε κορωνίδος καὶ γένεσιν τοῦ θεοῦ, καὶ τὴν στροφὴν ὡς ἐπὶ μήκιστον ἀποτεῖναι· καὶ ἐποίησα τὰ ᾁσματα ἐφʼ ἡσυχίας οὑτωσὶ καὶ κατʼ ἐμαυτὸν ἐνθυμηθεὶς, καὶ πάντων ἤδη λήθη ἦν τῶν δυσχερῶν.
其中之一是在我神志恍惚、完全无计可施时,创作了诗歌,即关于科罗尼斯之婚礼和神明之诞生的诗歌,并将旋律尽可能拉长;我便这样在安宁中,独自沉思创作了这些歌,当时一切痛苦便已被遗忘。
καὶ δὴ καὶ κλύσματι χρήσασθαι ἐπετάχθην.
而且我还被命令使用灌肠剂。
ὥσθʼ ὁ μὲν ἰατρὸς οὐκ ἐθάρρει προσφέρειν, ὁρῶν τὴν λεπτότητα τοῦ σώματος καὶ τὴν ἀδυναμίαν, ἀλλʼ ἡγεῖτο ὥσπερ αὐτόχειρ ἔσεσθαί μου· ἐγὼ δʼ ἔπεισα μόλις καὶ παραχρῆμα ἀνήνεγκα.
以至于医生看到我身体如此消瘦和虚弱,不敢施用,反而认为自己会成为亲手杀死我的凶手;但我好不容易说服了他,并立刻恢复了过来。
τροφὴν δὲ ἔδωκε λάχανα ἄγρια, ἃ καὶ πέψιν καὶ δύναμιν παρέσχε μοι τινά.
神明赐予野生蔬菜作为食物,这不仅有助于消化,还给我带来了一些体力。
§290ταῦτα μὲν οὖν οὕτως ἐγένετο.
这些事情便是如此发生的。
ὁ δὲ Ζώσιμος ἐμακαρίζετο ὑπὸ πάντων καὶ αὐτὸς οὐκ εἶχεν ὅστις γένηται, τῷ τε θεῷ χάριν ἔχων τῆς προνοίας καὶ τῆς διακονίας ἐμοί.
佐西莫斯受到众人的祝贺,他自己也因感激而不知所措,他对神明的眷顾以及能为我效劳而心怀感激。
καί μοι δοκεῖ καὶ πλείω βιῶναι χρόνον, εἰ μὴ διʼ ἀρετήν τινα ἑαυτοῦ.
在我看来,若不是因为他自身的某种美德,他本可以活得更久。
πυθόμενος γὰρ τῶν οἰκετῶν τινα τῶν ἐμῶν καὶ μάλα τῶν χρησίμων κάμνειν ᾤχετο ἀπιὼν χειμῶνος ὥρᾳ, σταδίους τετταράκοντα, ὡς ἐπισκεψόμενός τε καὶ βοηθήσων ὅ τι οἷός τε εἴη· ἦν γὰρ δὴ καὶ τὴν τέχνην ἀγαθὸς τὴν ἰατρικήν.
因为,在听闻我的一个仆人——而且是非常得力的一个仆人——生病后,他在寒冬时节动身前往,走了四十斯塔德,去探望并尽其所能提供帮助;因为他确实也精通医术。
ἐκπεσὼν δὲ τοῦ ὀχήματος ἐν χιόνι πολλῇ καὶ κρυμῷ καὶ παθὼν πολλὰ καὶ δεινὰ, ἀπιών τε καὶ ἐπανιὼν ἐμπίπτει τὸ δεύτερον εἰς νόσον δεινὴν καὶ χαλεπήν· ὥστʼ οὐδʼ αὐτὸς ἐτόλμα κατʼ ἀρχὰς οὐδὲν τῶν συμβεβηκότων αὑτῷ δηλῶσαι πρὸς ἐμέ.
但他却在漫天大雪和极寒中从车上摔了下来,遭受了许多可怕的折磨,在往返的途中,他第二次陷入了严重而痛苦的疾病中;以至于起初连他自己也不敢向我透露他的任何情况。
ἐγώ τε ὡς ᾐσθόμην, οὐχὶ προσῄειν, ὀργιζόμενος ὅτι οὐκ ἔπεισε.
当我得知此事时,我并没有去看望他,因为我因他不听劝告而感到生气。
τῆς γὰρ νυκτὸς τῆς παρελθούσης ἐγεγόνει μοι ὄψις ὀνείρατος τοιαύτη· ἐδόκει μοι λέγειν ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, Ζώσιμον δὲ ἔδει ἀναλαμβάνειν ἑαυτὸν, ἕως ἔξεστιν.
因为在前一天晚上,我做了一个这样的梦:阿斯克勒庇俄斯神庙的看门人似乎对我说,佐西莫斯应该在还可以的时候好好休养。
ἐγὼ οὖν ἐπὶ τούτῳ τῷ ὀνείρατι οὐκ εἴων αὐτὸν κινεῖσθαι, ὅθʼ ἡ περὶ τοῦ οἰκέτου ἦλθεν ἀγγελία.
因此,当关于那个仆人的消息传到时,我根据这个梦境,不准他动身。
ὁ δʼ ἀπειθήσας ᾤχετο, ἐκ δὲ τούτου ἡ τελευτὴ ἐγένετο αὐτῷ.
但他没有听从,还是去了,结果导致了他的死亡。
οὕτως ὅσον τε ἐπεβίω χάρις ἦν τοῦ θεοῦ, ὡς ἀληθῶς φυλάξαντος αὐτόν μοι, καὶ ἐτελεύτα παρὰ τὰ φανθέντα κινηθείς· καὶ τὰ κατʼ ἀρχὰς ὑπὸ τοῦ θεοῦ δειχθέντα, ὅτε αὐτοῦ λαβόμενος τῆς κεφαλῆς ἱκέτευον, εἰς τοῦτο ἐτελεύτησε.
就这样,他多活的所有时间都是神明的恩赐,是神明真正为我保护了他,而他最终死去,是因为他的行动违背了梦中所显现的指引;当我在最开始抱住他的头恳求时,神明所展现的态度,最终也落得了这样的结局。
τὴν τοίνυν τροφὸν τὴν ἀρχαίαν, ἧς οὐδέν μοι φίλτερον, Φιλουμένη ἦν ὄνομα αὐτῇ, μυριάκις μὲν ἔσωσε παρʼ ἐλπίδας, κειμένην δέ ποτε ἀνέστησεν ἐκπέμψας ἐμὲ ἀπὸ Περγάμου, προειπὼν ὅτι καὶ τὴν τροφὸν ἐλαφροτέραν ποιήσοιμι.
至于我那旧时的乳母——我最爱的人,她名叫菲洛墨涅——神明曾无数次出乎意料地救了她,有一次在她卧床不起时,神明通过将我送出帕加马,使她重新站了起来,并预先告知我也会使乳母的病情减轻。
καὶ ἅμα λαμβάνω τινὰ ἐπιστολὴν πρὸ ποδῶν κειμένην τοῦ Διὸς Ἀσκληπιοῦ, σύμβολον ποιούμενος· εὗρον οὖν μόνον οὐ διαρρήδην ἕκαστα ἐγγεγραμμένα.
与此同时,我拿到了一封放在宙斯·阿斯克勒庇俄斯神像脚下的信,并将其视作一个神圣的征兆;于是我发现,信中几乎明明白白地写着每一件事。
ὥστε ἐξῄειν ὑπερχαίρων καὶ καταλαμβάνω τὴν τροφὸν τοσοῦτον ἀντέχουσαν ὅσον αἰσθέσθαι προσιόντος.
因此我满心欢喜地出发了,并且赶到时,发现乳母正勉力支撑着,程度刚好能察觉到我的到来。
ὡς δʼ ᾔσθετο, ἀνέκραγε τε καὶ ἀνειστήκει οὐκ εἰς μακράν.
她一察觉到我,就大声喊了出来,并在此后不久便站了起来。