Humanitext Reader

阿里斯·台德斯 · 圣书一 §287-288

钻研学术的坚忍与遵从神意治愈肿瘤

第 8 段,共 9 段 · 希腊语

内容简介

作者指出通过学术研究所获得的坚忍是神明的恩赐,并回顾了多年前大腿上长出巨大肿瘤时,不顾医生反对、完全遵照神意治愈的奇迹。

§287ἑκάστῃ τῇ ἐπιούσῃ πράξαντες ἂν πάλιν τὰ εἰωθότα οὕτω τροφὴν ᾑρούμεθα ὅσην δὴ, καὶ ὅτε γε ἐπὶ τῷ ἐμέτῳ ἀσιτία ἐγκατέλαβε, τοῦτο ἦν τὸ παραμυθησάμενον, ἡ περὶ ταῦτα ἀσχολία τε καὶ διατριβή· ὥσθʼ ὅταν ἐνθυμηθῶ τοῦ ἐκ τοῦ συμποσίου Σωκράτους ἐν Λυκείῳ διημερεύοντος, μηδὲν ἐλάττω μοι προσήκειν οἴεσθαι τῆς περὶ ταῦτα καρτερίας τε καὶ δυνάμεως χάριν εἰδέναι τῷ θεῷ.
在(断食之日的)此后每一天,我们再次做完惯常的事情后,便每次只进食极少的食物。 当呕吐过后断食袭来时,这就是安慰我的东西,即我对这些学问的专注和消遣;因此,每当我想到宴会后在吕刻昂度过一日的苏格拉底时,我便认为自己对于在这些事上的坚忍与力量,向神明表达感激的义务绝不亚于他。
τοσαῦτα μὲν τὰ παρὰ τοῦ ἤτρου.
关于下腹部的事就是这些。
ὅμοιον δὲ τῷ περὶ τὸ ἦτρον συνέβη καὶ τὸ τοῦ φύματος πολλοῖς ἔτεσι πρότερον.
而与下腹部相似的情况,在许多年前也发生在一个肿瘤上。
ὁ μὲν γὰρ θεὸς προὔλεγεν ἐκ πολλοῦ δεῖν ὕδερον φυλάττεσθαι, καὶ ἄλλα τε ἔδωκεν ἀλεξιφάρμακα καὶ ὑποδήματα Αἰγύπτια, οἷσπερ οἱ ἱερεῖς χρῆσθαι νομίζουσι.
因为神明早就预示必须防范水肿,并赐予了其他预防药和埃及鞋——即祭司们惯常穿的那种鞋。
καὶ δὴ καὶ ἔδοξεν αὐτῷ τὸ ῥεῦμα ἀπάγειν κάτω.
而且,神明也意图将体液向下引导。
καὶ γίγνεται φῦμα ἀπʼ ἀρχῆς οὐδεμιᾶς φανερᾶς τὸ μὲν πρῶτον οἷον ἄν τῳ καὶ ἄλλῳ γένοιτο, ἔπειτα προῆλθεν εἰς ὄγκον ἐξαίσιον, καὶ ὅ τε βουβὼν μεστὸς ἦν καὶ πάντα ἐξῴδει, καὶ ὀδύναι παρηκολούθουν δειναὶ καὶ πυρετὸς ἔστιν ἃς ἡμέρας.
于是,起初在没有明显原因的情况下,生出了一个起初和任何人都会生出的那样的肿瘤,接着它发展到了惊人的大小,腹股沟也肿胀饱满,全身都肿了起来,并伴随着剧烈的疼痛,有些天里还发了烧。
ἐνταῦθα οἱ μὲν ἰατροὶ πάσας φωνὰς ἠφίεσαν, οἱ μὲν τέμνειν, οἱ δὲ ἐπικάειν φαρμάκοις, ἢ πάντως δεῖν ὑπόπυον γενόμενον διαφθαρῆναι.
医生们见状纷纷发表各种意见,有的说要切开,有的说要用药烧灼,或者说(若不如此)一旦化脓就必定会无可救药。
ὁ δὲ θεὸς τὴν ἐναντίαν ἐτίθετο, ἀντέχειν καὶ τρέφειν τὸν ὄγκον· καὶ δηλαδὴ οὐχ αἵρεσις ἦν ἢ τῶν ἰατρῶν ἀκούειν, ἢ τοῦ θεοῦ.
然而神明却持相反的态度,命令我坚持下去并任由肿瘤增大;当然,这根本不是在听从医生还是听从神明之间做出选择的问题。
ὁ δὲ ὄγκος ἔτι ἐπὶ μᾶλλον ᾔρετο καὶ ἦν ἀπορία πολλή.
肿瘤变得更大了,令人陷入极大的困惑中。
τῶν δὲ φίλων οἱ μὲν ἐθαύμαζον τὴν καρτερίαν, οἱ δὲ ἐνεκάλουν ὡς λίαν ἅπαντα ἐπὶ τοῖς ὀνείρασι ποιουμένῳ, τινὲς δὲ καὶ ὡς ἄτολμον ἐπῃτιῶντο, ἐπειδὴ οὐ παρεῖχον τέμνειν οὐδʼ αὖ φαρμάκων ἠνειχόμην.
在朋友们中,有的赞赏我的坚忍,有的则责备我把一切都太寄托于梦境,还有人甚至指责我胆怯,因为我不允许他们切开,也不接受药物。
ὁ δʼ αὖ θεὸς διὰ τέλους ἀντεῖχε, κελεύων φέρειν τὸ παρόν· πάντως γὰρ αὐτὸ ὑπὲρ σωτηρίας εἶναι, εἶναι γὰρ τοῦ ῥύματος τούτου τὰς πηγὰς ἄνω, τοὺς δὲ κηπουροὺς τούτους οὐκ εἰδέναι τοὺς ὀχετοὺς ᾗ χρὴ τρέπειν.
但神明则始终坚持,命令我忍受现状;因为这无论如何都是为了救治,因为这股体液的源头在上方,而这些园丁(医生们)并不知道应当把沟渠引向何处。
συνέβαινε δὴ θαυμαστά.
结果发生了令人惊奇的事。
ἐγένοντο γὰρ μῆνες τέτταρες μάλιστα τῆς διατριβῆς ταύτης.
这番拖延持续了大约四个月。
ἐν δὲ τούτοις κεφαλὴ μὲν οὕτω κούφη καὶ τὰ ἄνω τῆς κοιλίας, ὡς ἂν μάλιστά τις εὔξαιτο· ἔτι δὲ οἷον πανήγυρις ἦν κατὰ τὴν οἰκίαν.
在此期间,我的头部和上腹部轻快无比,正是人们最希望的状态;而且,家里就像在过节一样。
οἱ γὰρ φίλοι τὰ πρῶτα τῶν τότε Ἑλλήνων ὄντες ἀπήντων ἀεὶ καὶ συνῆσάν μοι κατὰ τοὺς λόγους αὐτόθεν ἐκ κλίνης τοὺς ἀγῶνας ποιουμένῳ.
因为我那些身为当时希腊翘楚的朋友们总是来拜访,陪伴着我,而我就在床上当场进行我的辩论竞演。
§288πολλὰ μὲν οὖν καὶ παράδοξα ἐπετάχθημεν· ὧν δὲ ἀπομνημονεύω, δρόμος τέ ἐστιν ὃν ἔδει δραμεῖν ἀνυπόδητον χειμῶνος ὥρᾳ· καὶ πάλιν ἱππασία πραγμάτων ἀπορώτατον.
因此,我们确实被命令了许多违背常理的事;在我的记忆中,有一次我必须在冬季赤脚跑步;还有一次是骑马,这在当时是最不可能做到的事。
καί τι καὶ τοσοῦτον μέμνημαι· τοῦ γὰρ λιμένος κυμαίνοντος ἐξ ἀνέμου λιβὸς καὶ τῶν πλοίων ταραττομένων, ἔδει διαπλεύσαντα εἰς τὸ ἀντιπέρας μέλιτος καὶ δρυὸς βαλάνων φαγόντα ἐμέσαι, καὶ γίγνεται δὴ κάθαρσις ἐντελής.
我还记得这样一件事:当时因西南风而港口波涛汹涌,船只颠簸不已,我必须乘船渡到对岸,吃了蜂蜜和橡树子,然后呕吐,果然进行了一次彻底的净化。
πάντα δὲ ταῦτα ἐν ἀκμῇ τῆς φλεγμονῆς οὔσης ἐπράττετο καὶ δὴ πρὸς αὐτὸν ἀναχωρούσης τὸν ὀμφαλόν.
所有这些事情都是在炎症最剧烈、且正向肚脐蔓延时进行的。
τέλος δὲ ὁ σωτὴρ σημαίνει τῆς αὐτῆς νυκτὸς ταυτὸν ἐμοί τε καὶ τῷ τροφεῖ, περιῆν γὰρ δὴ τότε ὁ Ζώσιμος, ὥστε ἐγὼ μὲν ἔπεμπον ἐκείνῳ φράσων ἃ εἰρηκὼς εἴη ὁ θεὸς, ὁ δʼ ἀπήντα φράσων αὐτός μοι ἃ ἀκηκόει τοῦ θεοῦ.
最后,救主在同一天夜里向我和我的养育者(当时佐西莫斯还健在)示知了同样的事情,以至于我正派人去告诉他神明说了什么,而他自己也正迎面走来要告诉我他从神明那里听到了什么。
ἦν δέ τι φάρμακον οὗ τὰ μὲν καθʼ ἕκαστα οὐ μέμνημαι, ἁλῶν δὲ ὅτι μετεῖχεν.
那是一种药,虽然我记不得具体成分,但记得其中含有盐。
ὡς δὲ ἐπεπάσαμεν, ἔρρει δὴ ταχὺ τοῦ ὄγκου τὸ πλεῖστον, καὶ ἅμα ἕω παρῆσαν οἱ ἐπιτήδειοι χαίροντες μετὰ ἀπιστίας.
当我们涂抹了它之后,肿瘤的大部分很快就消退了,黎明时分,亲友们带着难以置信的喜悦来到了。
ἐντεῦθεν δὲ ἤδη τῶν μὲν ἐγκλημάτων ἐπαύσαντο ἰατροὶ καὶ ἐθαύμαζον ὑπερφυῶς ἐφʼ ἑκάστῳ τοῦ θεοῦ τὴν πρόνοιαν, καὶ ὡς ἕτερόν τι ἦν ἄρα μεῖζον, ὃ λάθρα ἰᾶτο, τὸ δὲ τοῦ κόλπου τίνα ἂν τρόπον κατασταίη διεσκοποῦντο·
从此,医生们便不再指责,并对神明在每件事上的眷顾惊叹不已,并承认神明在暗中治愈了另一个更重大的隐疾,但他们仍在探讨如何让患处的空洞恢复原状;在他们看来,这次无论如何都必须进行切开手术,因为别无法使其恢复如初。
καὶ ἐδόκει αὐτοῖς νῦν γε δὴ πάντως δεῖν τομῆς, οὐ γὰρ εἶναι ἄλλως εἰς τὸ ἀρχαῖον καταστῆναι. καὶ μετὰ τοῦτό γε ἠξίουν συγχωρῆσαι, πάντως δὲ ἤδη πεπρᾶχθαι τά γε τοῦ θεοῦ.
在此之后,他们请求我予以同意,说神明的工作无论如何已经完成了。
ὁ δʼ ἄρα οὐδὲ τοῦτο ἐκείνοις παρῆκεν, ἀλλʼ οὔσης τῆς ἀποστάσεως θαυμαστῆς ὅσης καὶ δοκοῦντος ἅπαντος ἀπηλλοτριῶσθαι τοῦ δέρματος, ὠὸν κελεύσας ἐπιχρίειν οὕτως ἰάσατο καὶ συνήγαγε πάντα εἰς ταυτὸν, ὥστε ὀλίγων ἡμερῶν παρελθουσῶν οὐδεὶς οἷός τʼ ἦν εὑρεῖν ἐν ὁποτέρῳ μηρῷ τὸ φῦμα ἐκεῖνο ἐγένετο, ἀλλʼ ἤστην ἀμφοτέρω καθαρὼ τοῖς ἅπασι.
然而,神明连这一点也没有让步于他们,尽管伤口的剥离程度惊人地大,且所有的皮肤似乎都已经坏死,神明命令涂抹鸡蛋,便这样治愈了它,并使一切重新合拢,以至于几天过去后,没有人能看出那颗肿瘤曾经长在哪个大腿上,两条大腿都完全干净如初。
Ζώσιμος δὲ ἦν οὗτος, ᾧ μεγάλη δωρεὰ γίγνεται παρὰ τοῦ θεοῦ χρόνῳ ὕστερον· ἔσχε δὲ οὑτωσί.
这就是佐西莫斯,在后来的日子里他得到了神明极大的恩赐;情况是这样的。
ἀπῄειμεν διὰ Μυσίας εἰς Πέργαμον, ἐπισχόντος δὲ ὀνείρατος καθʼ ὁδὸν ἔμεινα ἡμέρας πλείους, συνεχῶς
我们正穿过米西亚前往帕加马,因途中梦境阻留,我便在途中停留了数日,连续地……

词汇与语法注释

  1. §287ὥσθʼ ὅταν ἐνθυμηθῶ τοῦ ἐκ τοῦ συμποσίου Σωκράτους ἐν Λυκείῳ διημερεύοντος — 动词 ἐνθυμέομαι(想起、考虑)支配属格(τοῦ ... διημερεύοντος)。该表达令人联想到柏拉图《会饮篇》(223d)的结尾,即苏格拉底在彻夜狂欢后在吕刻昂度过了一整天。
  2. §287ἔστιν ἃς ἡμέρας — 此处将存在动词单数形式与时间宾格结合,是 ἔστιν οἵ(有某些人)结构在时间表达上的变体,意为“在某些日子里”或“有几天”。
  3. §287οὐχ αἵρεσις ἦν ἢ τῶν ἰατρῶν ἀκούειν, ἢ τοῦ θεοῦ — 使用 ἤ... ἤ...(要么……要么……)的关联结构。它表达了对二选一抉择的强烈否定:“根本没有在听从医生还是听从神明之间进行选择的余地(即理所当然听从神明)”。
  4. §287τοὺς δὲ κηπουροὺς τούτους οὐκ εἰδέναι τοὺς ὀχετοὺς ᾗ χρὴ τρέπειν — 间接引语中的对格加不定式结构。此处使用了“园丁”(指医生)和“沟渠”(指体液的通道)的比喻,表明医生们并不懂得如何正确引导和治疗。

引用这一段

阿里斯·台德斯, 圣书一 §287-288. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:287-288

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。