§289τῆς αὐτῆς ὄψεως γιγνομένης. ὁ δʼ ἐν τούτῳ ἀναθεῖ ὀπίσω εἴς τι χωρίον ἡμέτερον δεῆσάν τι καὶ μετʼ οὐ πολὺ ἔκαμνε.
同じ夢が続けて現れる中、彼はその間に、何か必要が生じたため、私たちの所有地へと急ぎ引き返し、それから間もなく病に倒れた。
συνέβαινε δὲ κἀμοὶ τοῦ τε στομάχου καὶ τῆς ὑπερώας καὶ κεφαλῆς ὅλης καὶ σύμπαντος τοῦ σώματος οὕτως ἔχειν ὥστε ἐπʼ ἔσχατον ἐλθεῖν, καὶ τῆς τε τροφῆς ἀπεκεκλείμην καὶ ὅ τι προσείμην παραχρῆμα ἐφθείρετο, καὶ ἀναπνεῖν οὐκ ἦν καὶ ἡ δύναμις καθῄρητο.
そして私自身も、胃、口蓋、頭全体、さらには全身の状態が、極限状態に陥るほどに悪化していた。 食事を摂ることもできず、口にしたものは何であれ、すぐに吐き出されてしまい、呼吸をすることもできず、体力は失われていた。
ἀπείχομεν δὲ ἀλλήλων σταδίους μάλιστα εἴκοσι καὶ ἑκατόν.
私たちは互いに約百二十スタディオン離れた場所にいた。
συνέβαινεν οὖν ἡμῖν πυνθανομένοις ὡς ἔχοιμεν ἑκάτεροι πολὺ μᾶλλον οἷς ἠκούομεν ἢ τοῖς αὐτῷ παροῦσιν ἑκάτερον βαρύνεσθαι.
そのため、互いの容態について知らされるたびに、私たちはそれぞれ、自分自身に現在生じている苦痛よりも、耳にする相手の状況によって、はるかに重く心を痛めることになった。
φανέντος δὲ τοῦ θεοῦ λαμβάνομαι τῆς κεφαλῆς ἐπαλλὰξ τοῖν χεροῖν, καὶ λαβόμενος ἐδεόμην σῶσαί μοι τὸν Ζώσιμον.
神が現れたとき、私は両手を交差させてその頭を抱え、そうして掴んだまま、ゾーシモスを私のために救ってくださるよう懇願した。
ἀνένευσεν ὁ θεός.
神は首を横に振られた。
πάλιν οὖν τὴν αὐτὴν λαβὴν λαβόμενος ἐδεόμην ἐπινεῦσαι.
そこで私は再び同じように掴み、首を縦に振ってくださるように懇願した。
αὖθις ἀνένευσε.
神は再び首を横に振られた。
τὸ τρίτον παραλαβὼν ἐπειρώμην πεῖσαι ἐπινεῦσαι·
三度目に彼を掴んで、首を縦に振ってくださるよう説得しようとした。
ὁ δὲ οὔτε ἀνένευσεν οὔτε ἐπένευσεν, ἀλλʼ εἶχε διʼ ἴσου τὴν κεφαλὴν καί μοι λέγει ῥήματα ἄττα, ἃ χρὴ λέγειν ἐν τοῖς τοιούτοις, ὡς ἀνύσιμα·
しかし神は、首を横に振ることも縦に振ることもせず、頭をまっすぐに保ち、このような状況において唱えるべき、効果的とされるいくつかの言葉を私に告げられた。
ἁγὼ μνημονεύων οὐκ οἶμαι δεῖν ἐκφέρειν εἰκῆ.
私はそれを覚えているが、みだりに公にすべきではないと考えている。
ἔφη δʼ οὖν ὅτι ἐπαρκέσει τούτων λεχθέντων·
ともあれ、神はそれらの言葉が唱えられれば十分であるとおっしゃった。
ἓν δʼ ἦν αὐτῶν, φύλαξον.
そのうちの一つは「守れ」というものであった。
τί οὖν ἀπέβη αὐτῷ μετὰ ταῦτα;
では、この後、彼にはどのような結果が生じたのだろうか。
πρῶτον μὲν ἀνίσταται παρʼ ἐλπίδας ἐξ ἐκείνης τῆς νόσου ὁ Ζώσιμος, καθαρθείς γε διὰ πτισάνης καὶ φακῆς, προειπόντος ἐμοὶ τοῦ θεοῦ ὑπὲρ αὐτοῦ, ἔπειτα ἐπεβίω μῆνας τέτταρας·
まず第一に、ゾーシモスは予想に反してその病から起き上がった。 神が彼のためにあらかじめ私に指示された通り、大麦の粥とレンズ豆によって浄化されてのことである。 そしてその後、彼は四ヶ月間生きながらえた。
ὥστε ἐνετύχομέν τε ἀλλήλοις καὶ συνεωρτάσαμεν, γενομένης γε κἀμοὶ παρὰ τοῦ θεοῦ βοηθείας πολλῆς καὶ συνεχοῦς καὶ παράδοξα ἐχούσης.
こうして私たちは再会し、ともに祭りを祝うことができた。 私自身にも、神から絶え間なく多くの救いの手が差し伸べられ、それには奇跡的な事柄が含まれていた。
ὧν ἓν ἦν λειποψυχοῦντα καὶ παντελῶς ἀπορούμενον ποιῆσαι μέλη, γάμον τε κορωνίδος καὶ γένεσιν τοῦ θεοῦ, καὶ τὴν στροφὴν ὡς ἐπὶ μήκιστον ἀποτεῖναι·
それらのうちの一つは、気が遠くなり完全に途方に暮れていたときに、詩歌を作ること、それはコローニスの婚礼と神の誕生に関するもので、その旋律をできる限り長く引き伸ばすことであった。
καὶ ἐποίησα τὰ ᾁσματα ἐφʼ ἡσυχίας οὑτωσὶ καὶ κατʼ ἐμαυτὸν ἐνθυμηθεὶς, καὶ πάντων ἤδη λήθη ἦν τῶν δυσχερῶν.
私は静けさの中で、自分だけで思いをめぐらせながらこのように歌を作り、そのときにはすべての苦しみはすでに忘れ去られていた。
καὶ δὴ καὶ κλύσματι χρήσασθαι ἐπετάχθην.
さらに、灌腸を用いることも命じられた。
ὥσθʼ ὁ μὲν ἰατρὸς οὐκ ἐθάρρει προσφέρειν, ὁρῶν τὴν λεπτότητα τοῦ σώματος καὶ τὴν ἀδυναμίαν, ἀλλʼ ἡγεῖτο ὥσπερ αὐτόχειρ ἔσεσθαί μου·
そのため、医師は私の身体の極端な痩せ細りと衰弱を見て、それを施す勇気を持てず、むしろ自分が私を殺す張本人になるのではないかと考えていた。
ἐγὼ δʼ ἔπεισα μόλις καὶ παραχρῆμα ἀνήνεγκα.
しかし、私はかろうじて彼を説得してすぐに持ち直した。
τροφὴν δὲ ἔδωκε λάχανα ἄγρια, ἃ καὶ πέψιν καὶ δύναμιν παρέσχε μοι τινά.
神は食事として野草を(食べるよう)与えられ、それが消化を促し、私にいくらかの体力を与えてくれた。
§290ταῦτα μὲν οὖν οὕτως ἐγένετο.
さて、これらのことはこのように起こった。
ὁ δὲ Ζώσιμος ἐμακαρίζετο ὑπὸ πάντων καὶ αὐτὸς οὐκ εἶχεν ὅστις γένηται, τῷ τε θεῷ χάριν ἔχων τῆς προνοίας καὶ τῆς διακονίας ἐμοί.
ゾーシモスはすべての人から羨まれ、彼自身も喜びでどうしてよいか分からないほどであった。 神の配慮と、私に仕えることができたことに対して、神に感謝を捧げていた。
καί μοι δοκεῖ καὶ πλείω βιῶναι χρόνον, εἰ μὴ διʼ ἀρετήν τινα ἑαυτοῦ.
もし彼自身の親切心のせいでなかったなら、彼はもっと長く生きていただろうと私は思う。
πυθόμενος γὰρ τῶν οἰκετῶν τινα τῶν ἐμῶν καὶ μάλα τῶν χρησίμων κάμνειν ᾤχετο ἀπιὼν χειμῶνος ὥρᾳ, σταδίους τετταράκοντα, ὡς ἐπισκεψόμενός τε καὶ βοηθήσων ὅ τι οἷός τε εἴη·
というのも、私の召使の一人で、極めて重宝していた者が病気になったと聞いて、彼は冬のさなかに旅立って行ったのである。 お見舞いをし、自分にできる限りの手助けをするために、四十スタディオンの距離を出かけて行った。
ἦν γὰρ δὴ καὶ τὴν τέχνην ἀγαθὸς τὴν ἰατρικήν.
実際、彼は医術の心得もあったのである。
ἐκπεσὼν δὲ τοῦ ὀχήματος ἐν χιόνι πολλῇ καὶ κρυμῷ καὶ παθὼν πολλὰ καὶ δεινὰ, ἀπιών τε καὶ ἐπανιὼν ἐμπίπτει τὸ δεύτερον εἰς νόσον δεινὴν καὶ χαλεπήν·
しかし、彼は深い雪と酷寒の中で馬車から転落し、多くのひどい苦痛を味わい、行く道でも帰る道でも災難に遭い、二度目の、恐ろしく深刻な病に倒れてしまった。
ὥστʼ οὐδʼ αὐτὸς ἐτόλμα κατʼ ἀρχὰς οὐδὲν τῶν συμβεβηκότων αὑτῷ δηλῶσαι πρὸς ἐμέ.
そのため、彼自身、最初は自分に起こったことを何一つ私に打ち明ける勇気を持てなかった。
ἐγώ τε ὡς ᾐσθόμην, οὐχὶ προσῄειν, ὀργιζόμενος ὅτι οὐκ ἔπεισε.
そして私は、そのことを知った時、彼が私の言うことを聞かなかったことに腹を立てて、彼の見舞いに行かなかった。
τῆς γὰρ νυκτὸς τῆς παρελθούσης ἐγεγόνει μοι ὄψις ὀνείρατος τοιαύτη·
というのも、その前の晩に、私には次のような夢の告げがあったからである。
ἐδόκει μοι λέγειν ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, Ζώσιμον δὲ ἔδει ἀναλαμβάνειν ἑαυτὸν, ἕως ἔξεστιν.
アスクレピオス神殿の堂守が、「ゾーシモスは可能なうちに十分静養しなければならない」と私に言っているように見えたのである。
ἐγὼ οὖν ἐπὶ τούτῳ τῷ ὀνείρατι οὐκ εἴων αὐτὸν κινεῖσθαι, ὅθʼ ἡ περὶ τοῦ οἰκέτου ἦλθεν ἀγγελία.
そこで私は、この夢の告げに従って、召使に関する知らせが届いた際にも、彼が動き出そうとするのを許さなかった。
ὁ δʼ ἀπειθήσας ᾤχετο, ἐκ δὲ τούτου ἡ τελευτὴ ἐγένετο αὐτῷ.
しかし、彼は聞き入れずに旅立ち、その結果、死に至ることになった。
οὕτως ὅσον τε ἐπεβίω χάρις ἦν τοῦ θεοῦ, ὡς ἀληθῶς φυλάξαντος αὐτόν μοι, καὶ ἐτελεύτα παρὰ τὰ φανθέντα κινηθείς·
このようにして、彼が生き延びた期間はすべて神の恵みであり、神が私のために真に彼を守ってくださったのであった。 そして彼は、示された警告に反して行動したために亡くなった。
καὶ τὰ κατʼ ἀρχὰς ὑπὸ τοῦ θεοῦ δειχθέντα, ὅτε αὐτοῦ λαβόμενος τῆς κεφαλῆς ἱκέτευον, εἰς τοῦτο ἐτελεύτησε.
私が彼の頭を掴んで懇願したときに、最初に神によって示されていた状況は、この結末へと至るものであった。
τὴν τοίνυν τροφὸν τὴν ἀρχαίαν, ἧς οὐδέν μοι φίλτερον, Φιλουμένη ἦν ὄνομα αὐτῇ, μυριάκις μὲν ἔσωσε παρʼ ἐλπίδας, κειμένην δέ ποτε ἀνέστησεν ἐκπέμψας ἐμὲ ἀπὸ Περγάμου, προειπὼν ὅτι καὶ τὴν τροφὸν ἐλαφροτέραν ποιήσοιμι.
さて、私にとってこれ以上愛おしい存在はなかった、昔からの乳母(その名はフィロウメネであったが)をも、神は予想に反して幾度となく救ってくださった。 そしてある時、病床に伏していた彼女を、神は私をペルガモンから送り出すことによって立ち上がらせた。 私が乳母の容態を軽くするだろうと、あらかじめ告げた上でである。
καὶ ἅμα λαμβάνω τινὰ ἐπιστολὴν πρὸ ποδῶν κειμένην τοῦ Διὸς Ἀσκληπιοῦ, σύμβολον ποιούμενος·
同時に、私はゼウス・アスクレピオス像の足元に置かれていた手紙を受け取り、それを兆候とみなした。
εὗρον οὖν μόνον οὐ διαρρήδην ἕκαστα ἐγγεγραμμένα.
そこには、ほとんど一字一句明確に、すべてのことが書き記されているのを私は見出した。
ὥστε ἐξῄειν ὑπερχαίρων καὶ καταλαμβάνω τὴν τροφὸν τοσοῦτον ἀντέχουσαν ὅσον αἰσθέσθαι προσιόντος.
そのため、私はこの上ない喜びとともに出発し、乳母のもとに着くと、彼女は私が近づいてくるのをかろうじて察知できる程度に耐え忍んでいた。
ὡς δʼ ᾔσθετο, ἀνέκραγε τε καὶ ἀνειστήκει οὐκ εἰς μακράν.
彼女は私に気づくと、大声を上げ、それから間もなく起き上がったのである。