Humanitext Reader

アイリオス・アリステイデス · 聖なる話 1 §287-288

学問による忍耐と神の指示による腫瘍の治癒

8 / 9 箇所 · ギリシア語

要旨

著述活動による精神的な忍耐が神の恩寵であることを語り、かつて太ももに生じた巨大な腫瘍が医師の反対を押し切って神の指示通りに治療された奇跡を振り返る。

§287ἑκάστῃ τῇ ἐπιούσῃ πράξαντες ἂν πάλιν τὰ εἰωθότα οὕτω τροφὴν ᾑρούμεθα ὅσην δὴ, καὶ ὅτε γε ἐπὶ τῷ ἐμέτῳ ἀσιτία ἐγκατέλαβε, τοῦτο ἦν τὸ παραμυθησάμενον, ἡ περὶ ταῦτα ἀσχολία τε καὶ διατριβή·
(断食の日の)翌日それぞれに、私たちはいつものことを再び行なった上で、そのつどほんのわずかな食事を摂った。 そして、嘔吐に続いて断食が私を襲った時、私を慰めてくれたものはこれ、すなわちこれらのことへの没頭と暇潰しであった。
ὥσθʼ ὅταν ἐνθυμηθῶ τοῦ ἐκ τοῦ συμποσίου Σωκράτους ἐν Λυκείῳ διημερεύοντος, μηδὲν ἐλάττω μοι προσήκειν οἴεσθαι τῆς περὶ ταῦτα καρτερίας τε καὶ δυνάμεως χάριν εἰδέναι τῷ θεῷ.
その結果、私は宴会の席から帰ったソクラテスがリュケイオンで一日を過ごしたことを思い出すとき、このようなことにおける忍耐と力について、神に感謝を捧げるべき義務において、自分がソクラテスに何ら劣るものではないと思うほどであった。
τοσαῦτα μὲν τὰ παρὰ τοῦ ἤτρου.
下腹部に関する事柄はこれほどである。
ὅμοιον δὲ τῷ περὶ τὸ ἦτρον συνέβη καὶ τὸ τοῦ φύματος πολλοῖς ἔτεσι πρότερον.
下腹部に関するこれと似たことが、何年も前に腫瘍についても起こった。
ὁ μὲν γὰρ θεὸς προὔλεγεν ἐκ πολλοῦ δεῖν ὕδερον φυλάττεσθαι, καὶ ἄλλα τε ἔδωκεν ἀλεξιφάρμακα καὶ ὑποδήματα Αἰγύπτια, οἷσπερ οἱ ἱερεῖς χρῆσθαι νομίζουσι.
というのも、神はかねてより、水腫を警戒すべきであることを予告しており、他の予防薬や、神官たちが履く習慣のあるエジプトの履き物を与えられた。
καὶ δὴ καὶ ἔδοξεν αὐτῷ τὸ ῥεῦμα ἀπάγειν κάτω.
そしてまた、流れを下に引き下ろすことが神のお考えにかなった。
καὶ γίγνεται φῦμα ἀπʼ ἀρχῆς οὐδεμιᾶς φανερᾶς τὸ μὲν πρῶτον οἷον ἄν τῳ καὶ ἄλλῳ γένοιτο, ἔπειτα προῆλθεν εἰς ὄγκον ἐξαίσιον, καὶ ὅ τε βουβὼν μεστὸς ἦν καὶ πάντα ἐξῴδει, καὶ ὀδύναι παρηκολούθουν δειναὶ καὶ πυρετὸς ἔστιν ἃς ἡμέρας.
そして、最初は明らかな原因もなしに、他の誰にでも起こるような腫瘍が生じた。 その後、それは並外れた大きさにまで進行し、鼠径部も一杯に膨れ上がり、全体が腫れ上がり、激しい痛みが伴い、何日かは熱も出た。
ἐνταῦθα οἱ μὲν ἰατροὶ πάσας φωνὰς ἠφίεσαν, οἱ μὲν τέμνειν, οἱ δὲ ἐπικάειν φαρμάκοις, ἢ πάντως δεῖν ὑπόπυον γενόμενον διαφθαρῆναι.
そこで医師たちはあらゆる声を上げ、切開すべきだと言う者もいれば、薬で焼き切るべきだと言う者もおり、あるいは(そうしなければ)いずれにせよ化膿して破裂するに違いないと言った。
ὁ δὲ θεὸς τὴν ἐναντίαν ἐτίθετο, ἀντέχειν καὶ τρέφειν τὸν ὄγκον·
しかし、神は反対の指示を与え、耐え忍び、腫瘍を育てよ(そのままにしておけ)と命じた。
καὶ δηλαδὴ οὐχ αἵρεσις ἦν ἢ τῶν ἰατρῶν ἀκούειν, ἢ τοῦ θεοῦ.
そして言うまでもなく、医師たちに従うか、神に従うかの選択の余地はなかった。
ὁ δὲ ὄγκος ἔτι ἐπὶ μᾶλλον ᾔρετο καὶ ἦν ἀπορία πολλή.
腫瘍はさらに大きくなり、大きな苦境となった。
τῶν δὲ φίλων οἱ μὲν ἐθαύμαζον τὴν καρτερίαν, οἱ δὲ ἐνεκάλουν ὡς λίαν ἅπαντα ἐπὶ τοῖς ὀνείρασι ποιουμένῳ, τινὲς δὲ καὶ ὡς ἄτολμον ἐπῃτιῶντο, ἐπειδὴ οὐ παρεῖχον τέμνειν οὐδʼ αὖ φαρμάκων ἠνειχόμην.
友人たちのうち、ある者はその忍耐を称賛し、他の者は私がすべてを夢に頼りすぎていると非難し、またある者は、私が切開させず、薬も受け入れないことから、臆病であるとさえ責めた。
ὁ δʼ αὖ θεὸς διὰ τέλους ἀντεῖχε, κελεύων φέρειν τὸ παρόν·
しかし神は終始一貫して抵抗し、現状を耐え忍ぶように命じられた。
πάντως γὰρ αὐτὸ ὑπὲρ σωτηρίας εἶναι, εἶναι γὰρ τοῦ ῥύματος τούτου τὰς πηγὰς ἄνω, τοὺς δὲ κηπουροὺς τούτους οὐκ εἰδέναι τοὺς ὀχετοὺς ᾗ χρὴ τρέπειν.
なぜなら、それは必ず救いのためであり、この流れの源は上方にあり、これらの庭師(医師たち)は水路をどちらに向けるべきかを知らないからである。
συνέβαινε δὴ θαυμαστά.
実に驚くべきことが起こった。
ἐγένοντο γὰρ μῆνες τέτταρες μάλιστα τῆς διατριβῆς ταύτης.
この状態はほぼ4ヶ月続いた。
ἐν δὲ τούτοις κεφαλὴ μὲν οὕτω κούφη καὶ τὰ ἄνω τῆς κοιλίας, ὡς ἂν μάλιστά τις εὔξαιτο·
その間、頭部や上腹部は、人が最も強く望むほどに軽やかであった。
ἔτι δὲ οἷον πανήγυρις ἦν κατὰ τὴν οἰκίαν.
さらに、家の中はまるでお祭りのようであった。
οἱ γὰρ φίλοι τὰ πρῶτα τῶν τότε Ἑλλήνων ὄντες ἀπήντων ἀεὶ καὶ συνῆσάν μοι κατὰ τοὺς λόγους αὐτόθεν ἐκ κλίνης τοὺς ἀγῶνας ποιουμένῳ.
当時のギリシア人で第一流の人々であった友人たちが常に訪れて、私がベッドからその場で弁論の競演を行うのを、一緒に過ごしてくれたからである。
§288πολλὰ μὲν οὖν καὶ παράδοξα ἐπετάχθημεν·
私たちは実に多くの、そして常識外れなことを命じられた。
ὧν δὲ ἀπομνημονεύω, δρόμος τέ ἐστιν ὃν ἔδει δραμεῖν ἀνυπόδητον χειμῶνος ὥρᾳ· καὶ πάλιν ἱππασία πραγμάτων ἀπορώτατον.
その中で私が覚えているものといえば、冬の時期に裸足で走らねばならなかった競走であり、また極めて困難なことである乗馬であった。
καί τι καὶ τοσοῦτον μέμνημαι·
また、私はこのようなことも覚えている。
τοῦ γὰρ λιμένος κυμαίνοντος ἐξ ἀνέμου λιβὸς καὶ τῶν πλοίων ταραττομένων, ἔδει διαπλεύσαντα εἰς τὸ ἀντιπέρας μέλιτος καὶ δρυὸς βαλάνων φαγόντα ἐμέσαι, καὶ γίγνεται δὴ κάθαρσις ἐντελής.
南西の風によって港に波が立ち、船が揺れ動いている中で、対岸へと船で渡り、蜂蜜とオークのドングリを食べてから嘔吐しなければならなかった。 そして実際、完全な浄化がなされた。
πάντα δὲ ταῦτα ἐν ἀκμῇ τῆς φλεγμονῆς οὔσης ἐπράττετο καὶ δὴ πρὸς αὐτὸν ἀναχωρούσης τὸν ὀμφαλόν.
これらすべてのことは、炎症がピークに達し、まさに臍のあたりまで戻ってきている時に行われた。
τέλος δὲ ὁ σωτὴρ σημαίνει τῆς αὐτῆς νυκτὸς ταυτὸν ἐμοί τε καὶ τῷ τροφεῖ, περιῆν γὰρ δὴ τότε ὁ Ζώσιμος, ὥστε ἐγὼ μὲν ἔπεμπον ἐκείνῳ φράσων ἃ εἰρηκὼς εἴη ὁ θεὸς, ὁ δʼ ἀπήντα φράσων αὐτός μοι ἃ ἀκηκόει τοῦ θεοῦ.
最後に、救い主は同じ夜、私と私の養育者(当時まだゾーシモスは存命であったが)に同じことを示された。 その結果、私が神の仰ったことを彼に告げるために使いを送ったところ、彼の方も神から聞いたことを私に告げるためにやってくるところであった。
ἦν δέ τι φάρμακον οὗ τὰ μὲν καθʼ ἕκαστα οὐ μέμνημαι, ἁλῶν δὲ ὅτι μετεῖχεν.
それはある薬であったが、その個々の成分については覚えていない。 ただ、塩が含まれていたことは覚えている。
ὡς δὲ ἐπεπάσαμεν, ἔρρει δὴ ταχὺ τοῦ ὄγκου τὸ πλεῖστον, καὶ ἅμα ἕω παρῆσαν οἱ ἐπιτήδειοι χαίροντες μετὰ ἀπιστίας.
私たちがそれを塗布すると、腫瘍の大部分はすぐに引いていき、夜明けとともに、親しい人々が驚きつつも喜びながらやってきた。
ἐντεῦθεν δὲ ἤδη τῶν μὲν ἐγκλημάτων ἐπαύσαντο ἰατροὶ καὶ ἐθαύμαζον ὑπερφυῶς ἐφʼ ἑκάστῳ τοῦ θεοῦ τὴν πρόνοιαν, καὶ ὡς ἕτερόν τι ἦν ἄρα μεῖζον, ὃ λάθρα ἰᾶτο, τὸ δὲ τοῦ κόλπου τίνα ἂν τρόπον κατασταίη διεσκοποῦντο·
ここに至って、医師たちも非難をやめ、個々のことにおける神の配慮をこの上なく称賛し、神が密かに治療していた、もっと別の、より重大な何かがあったのだと認めた。 しかし、患部の空洞がどのように回復するかを彼らは検討し、今回はどうしても切開が必要であると考えた。
καὶ ἐδόκει αὐτοῖς νῦν γε δὴ πάντως δεῖν τομῆς, οὐ γὰρ εἶναι ἄλλως εἰς τὸ ἀρχαῖον καταστῆναι.
そうでなければ元の状態に戻ることはあり得ないからである。
καὶ μετὰ τοῦτό γε ἠξίουν συγχωρῆσαι, πάντως δὲ ἤδη πεπρᾶχθαι τά γε τοῦ θεοῦ.
そして彼らはその後、神のなすべきことはすでにすべて行われたのだから、承諾するようにと求めた。
ὁ δʼ ἄρα οὐδὲ τοῦτο ἐκείνοις παρῆκεν, ἀλλʼ οὔσης τῆς ἀποστάσεως θαυμαστῆς ὅσης καὶ δοκοῦντος ἅπαντος ἀπηλλοτριῶσθαι τοῦ δέρματος, ὠὸν κελεύσας ἐπιχρίειν οὕτως ἰάσατο καὶ συνήγαγε πάντα εἰς ταυτὸν, ὥστε ὀλίγων ἡμερῶν παρελθουσῶν οὐδεὶς οἷός τʼ ἦν εὑρεῖν ἐν ὁποτέρῳ μηρῷ τὸ φῦμα ἐκεῖνο ἐγένετο, ἀλλʼ ἤστην ἀμφοτέρω καθαρὼ τοῖς ἅπασι.
ところが、神はこれもまた彼らに許さず、腫れ物が驚くほどに大きく、皮膚がすべて剥がれ落ちてしまったかのように思われたにもかかわらず、卵を塗るようにと命じ、そのようにして神はそれを治療し、すべてを元通りに塞いでくださった。 その結果、数日が過ぎると、あの腫瘍がどちらの太ももにできていたのか誰にも見分けがつかないほどになり、両方の太ももがすっかり綺麗になった。
Ζώσιμος δὲ ἦν οὗτος, ᾧ μεγάλη δωρεὰ γίγνεται παρὰ τοῦ θεοῦ χρόνῳ ὕστερον·
このゾーシモスには、のちに神から大きな贈り物が与えられた。
ἔσχε δὲ οὑτωσί.
それは次のようなものであった。
ἀπῄειμεν διὰ Μυσίας εἰς Πέργαμον, ἐπισχόντος δὲ ὀνείρατος καθʼ ὁδὸν ἔμεινα ἡμέρας πλείους, συνεχῶς
私たちはミューシアを通ってペルガモンへと向かっていたが、途中で夢が(進むのを)引き止めたため、私は数日間そこに滞在し、絶えず...

語釈・文法注

  1. §287ὥσθʼ ὅταν ἐνθυμηθῶ τοῦ ἐκ τοῦ συμποσίου Σωκράτους ἐν Λυκείῳ διημερεύοντος — 動詞 ἐνθυμέομαι(思い出す、考慮する)が属格(τοῦ ... διημερεύοντος)を支配している。これはプラトン『饗宴』の末尾(223d)で、ソクラテスが徹夜の宴会の後リュケイオンで一日を過ごしたエピソードを念頭に置いた表現である。
  2. §287ἔστιν ἃς ἡμέρας — 存在動詞の三人称単数を用いた ἔστιν οἵ(〜な人々がいる)の構文が、時間を表す対格(ἃς ἡμέρας)と結びついて「何日かの間」という期間を意味している。
  3. §287οὐχ αἵρεσις ἦν ἢ τῶν ἰατρῶν ἀκούειν, ἢ τοῦ θεοῦ — ἤ... ἤ...(〜か、あるいは〜か)による相関関係。「医師たちに耳を傾けるべきか、それとも神に耳を傾けるべきかという選択(迷い)は存在しなかった」という強い二者択一の否定を表す。
  4. §287τοὺς δὲ κηπουροὺς τούτους οὐκ εἰδέναι τοὺς ὀχετοὺς ᾗ χρὴ τρέπειν — ὅτι 節に代わる、間接話法の不定詞構文(主格または対格+不定詞)。ここでは「庭師(医師)」と「水路(体液の流路)」の比喩が用いられており、医師たちが適切な治療法を理解していないことを示している。

この箇所を引用する

アイリオス・アリステイデス, 聖なる話 1 §287-288. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg023.humanitext-grc2:287-288

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。